§1.9#19 Ὅτι δʼ οὐ μόνον εἷς ἐστὶν οὐρανός, ἀλλὰ καὶ ἀδύνατον γενέσθαι πλείους, ἔτι δʼ ὡς ἀΐδιος ἄφθαρτος ὢν καὶ ἀγένητος, λέγωμεν, πρῶτον διαπορήσαντες περὶ αὐτοῦ.
9 我们应当说明,不仅天宇只有一个,而且不可能有多个,此外它还是无生无灭且永恒的,为此我们首先探讨关于它的疑难。
δόξειε γὰρ ἂν ὡδὶ σκοπουμένοις ἀδύνατον ἕνα καὶ μόνον εἶναι αὐτόν· ἐν ἅπασι γὰρ καὶ τοῖς φύσει καὶ τοῖς ἀπὸ τέχνης συνεστῶσι καὶ γεγενημένοις ἕτερόν ἐστιν αὐτὴ καθʼ αὑτὴν ἡ μορφὴ καὶ μεμιγμένη μετὰ τῆς ὕλης, οἷον τῆς σφαίρας ἕτερον τὸ εἶδος καὶ ἡ χρυσῇ καὶ ἡ χαλκῆ σφαῖρα, καὶ πάλιν τοῦ κύκλου ἑτέρα ἡ μορφὴ καὶ ὁ χαλκοῦς καὶ ὁ ξύλινος κύκλος·
因为在这样考察的人看来,天宇似乎不可能只有一个且是唯一的;因为在一切事物中,无论是因自然结合而成的还是由技术而生成的,形式本身与混合了质料的形式都是不同的,例如球体的形式与金球或铜球不同,同样,圆的形式与铜圆或木圆也不同。
τὸ γάρ τί ἦν εἶναι λέγοντες σφαίρᾳ ἢ κύκλῳ οὐκ ἐροῦμεν ἐν τῷ λόγῳ χρυσὸν ἢ χαλκόν, ὡς οὐκ ὄντα ταῦτα τῆς οὐσίας· ἐὰν δὲ τὴν χαλκῆν ἢ χρυσῆν, ἐροῦμεν, καὶ ἐὰν μὴ δυνώμεθα νοῆσαι μηδὲ λαβεῖν ἄλλο τι παρὰ τὸ καθʼ ἕκαστον.
因为当我们在说明球体或圆的“是什么”时,我们不会在定义中提到金或铜,因为这些不属于其本质;但如果我们是在定义铜球或金球,我们就会提到它们,即使我们无法在具体个别事物之外思考或把握其他任何东西。
ἐνίοτε γὰρ οὐθὲν κωλύει τοῦτο συμβαίνειν, οἷον εἰ μόνος εἷς ληφθείη κύκλος· οὐθὲν γὰρ ἧττον ἄλλο ἔσται τὸ κύκλῳ εἶναι καὶ τῷδε τῷ κύκλῳ, καὶ τὸ μὲν εἶδος, τὸ δʼ εἶδος ἐν τῇ ὕλῃ καὶ τῶν καθ᾿ ἕκαστον.
因为有时没有什么能阻止这种情况发生,例如,即使只取了一个唯一的圆;因为尽管如此,“作为圆”与“这特定的圆”仍将是不同的,前者是形式,而后者是质料中的形式,即个别事物之一。
ἐπεὶ οὖν ἐστὶν ὁ οὐρανὸς αἰσθητός, τῶν καθ᾿ ἕκαστον ἂν εἴη· τὸ γὰρ αἰσθητὸν ἅπαν ἐν τῇ ὕλῃ ὑπῆρχεν.
因此,既然天宇是可感觉的,它就应该是具体个别事物之一;因为所有可感觉的事物都存在于质料中。
εἰ δὲ τῶν καθʼ ἕκαστον, ἕτερον ἂν εἴη τῷδε τῷ οὐρανῷ εἶναι καὶ οὐρανῷ ἀπλῶς.
而如果是具体个别事物之一,“作为这特定的天宇”与单纯的“作为天宇”也将是不同的。
ἕτερον ἄρα ὅδε ὁ οὐρανὸς καὶ οὐρανὸς ἁπλῶς, καὶ τὸ μὲν ὡς εἶδος καὶ μορφὴ τὸ δʼ ὡς τῇ ὕλῃ μεμιγμένον.
因此,这特定的天宇与单纯的天宇是不同的,其中一个是作为形式和形状,另一个则是作为与质料相混合的。
ὧν δʼ ἐστὶ μορφή τις καὶ εἶδος, ἤτοι ἔστιν ἢ ἐνδέχεται πλείω γενέσθαι τὰ καθʼ ἕκαστα.
而凡是有某种形状和形式的事物,其具体个别事物要么已经有多个,要么可能生成多个。
εἴτε γὰρ ἔστιν εἴδη, καθάπερ φασί τινες, ἀνάγκη τοῦτοσυμβαίνειν, εἴτε καὶ μὴ χωριστὸν μηθὲν τῶν τοιούτων, οὐθὲν ἦττον· ἐπὶ πάντων γὰρ οὕτως ὁρὼμεν, ὅσων ἡ οὐσία ἐν ὕλῃ ἐστίν, πλείω καὶ ἄπειρα ὄντα τὰ ὁμοιοειδῆ.
因为无论如某些人所说存在着理念,这种情况都必然发生,还是此类事物没有一个是分离存在的,情况也同样如此;因为在所有其实质存在于质料中的事物中,我们都看到同形式的事物是多个或无限个。
ὥστε ἤτοι εἰσὶ πλείους οἱ οὐρανοὶ ἢ ἐνδέχεται πλείους εἶναι.
因此,要么有多个天宇,要么可能有多个天宇。
ἐκ μὲν οὖν τούτων ὑπολάβοι τις ἂν καὶ εἶναι καὶ ἐνδέχεσθαι πλείους εἶναι οὐρανούς· σκεπτέον δὲ πάλιν τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς.
因此,从这些论证来看,有人可能会认为既存在着、也可能存在着多个天宇;但我们必须重新审视这些说法中哪些是正确的,哪些是不正确的。
τὸ μὲν οὖν ἕτερον εἶναι τὸν λόγον τὸν ἄνευ τῆς ὕλης καὶ τὸν ἐν τῇ ὕλη τῆς μορφῆς καλῶς τε λέγεται, καὶ ἔστω τοῦτʼ ἀληθές.
形式在无质料状态下的定义与在有质料状态下的定义不同,这说得是对的,且让我们承认这是真的。
ἀλλʼ οὐδὲν ἧττον οὐδεμία ἀνάγκη διὰ τοῦτο πλείους εἶναι κόσμους, οὐδʼ ἐνδέχεται γενέσθαι πλείους, εἴπερ οὗτος ἐξ ἀπάσης ἐστὶ τῆς ὕλης, ὥσπερ ἔστιν.
但尽管如此,并没有任何必然性因为这一原因而存在多个世界,也不可能生成多个世界,如果这世界确实如其所是,是由全部质料构成的话。
ὡδὶ δὲ μᾶλλον ἴσως τὸ λεγόμενον ἔσται δῆλον.
也许这样说,所说的话会变得更明白。
εἰ γάρ ἐστιν ἡ γρυπότης καμπυλότης ἐν ῥινὶ ἢ σαρκί, καὶ ἔστιν ὕλη τῇ γρυπότητι ἡ σάρξ, εἰ ἐξ ἀπασῶν τῶν σαρκῶν μία γένοιτο σὰρξ καὶ ὑπάρξειεν ταύτῃ τὸ γρυπόν, οὐθὲν ἂν ἄλλ᾿ οὔτ᾿ εἴη γρυπὸν οὔτ᾿ ἐνδέχοιτο γενέσθαι.
因为如果凹鼻是鼻子或肉体中的弯曲,且肉体是凹鼻的质料,如果由所有的肉体生成了一个单一的肉体,并且这一肉体具有凹鼻的特征,那么就没有其他任何东西会是凹鼻,也不可能再产生其他凹鼻。
ὁμοίως δὲ καὶ εἰ τῷ ἀνθρώπῳ ἐστὶν ὕλη σάρκες καὶ ὀστᾶ, εἰ ἐκ πάσης τῆς σαρκὸς καὶ πάντων τῶν ὀστῶν ἄνθρωπος γένοιτο ἀδυνάτων ὄντων διαλυθῆναι, οὐκ ἂν ἐνδέχοιτο εἶναι ἄλλον ἄνθρωπον.
同样,如果对人来说质料是肉和骨头,如果在肉和骨头无法分解的前提下,由全部的肉和全部的骨头生成了一个人,那么就不可能存在另一个人。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ὅλως γὰρ ὅσων ἐστὶν ἡ οὐσία ἐν ὑποκειμένῃ τινὶ ὕλῃ, τούτων οὐδὲν ἐνδέχεται γίγνεσθαι μὴ ὑπαρχούσης ὕλης.
同样地,对于其他事物也是如此;因为总的来说,凡是其实质存在于某种底层质料中的事物,如果没有质料存在,它们中的任何一个都不可能生成。
ὁ δʼ οὐρανὸς ἔστι μὲν τῶν καθʼ ἕκαστα καὶ τῶν ἐκ τῆς ὕλης· ἀλλʼ εἰ μὴ ἐκ μορίου αὐτῆς συνέστηκεν ἀλλʼ ἐξ ἀπάσης, τὸ μὲν εἶναι αὐτῷ οὐρανῷ καὶ τῷδε τῷ οὐρανῷ ἕτερόν ἐστιν, οὐ μέντοι οὕτʼ ἂν εἴη ἄλλος οὔτ᾿ ἂν ἐνδέχοιτο γενέσθαι πλείους διὰ τὸ πᾶσαν τὴν ὕλην περιειληφέναι τοῦτον.
而天宇的确是具体个别事物之一,且是由质料构成的;但如果它不是由质料的一部分而是由其全部构成的,那么虽然“作为天宇”与“作为这特定的天宇”是不同的,但由于这一天宇已经包容了全部的质料,既不会有另一个天宇,也不可能生成多个天宇。
λείπεται ἄρα τοῦτο δεῖξαι, ὅτι ἐξ ἅπαντος τοῦ φυσικοῦ καὶ αἰσθητοῦ συνέστηκε σώματος.
因此,剩下的任务就是证明这一点,即它是由于全部的自然且可感觉的身体构成的。
εἴπωμεν δὲ πρῶτον τί λέγομεν εἶναι τὸν οὐρανὸν καὶ ποσαχῶς, ἵνα μᾶλλον ἡμῖν δῆλον γένηται τὸ ζητούμενον.
但为了让我们所探究的问题变得更清楚,我们首先应当说明我们所说的天宇是什么,以及它在几种意义上被使用。