Humanitext Reader

亚里士多德 · 论天 §1.9#2

天的三重含义与天外无真空和时间

第 16 段,共 62 段 · 希腊语

内容简介

亚里士多德阐明了“天宇”的三种定义,并论证由于天宇之外不存在任何自然或可感觉的身体,宇宙是由全部质料构成的唯一且完美的整体;同时外部既无位置、真空也无时间,最上层的神圣存在处于不可改变且完全自足的永恒状态。

§1.9#2ἕνα μὲν οὖν τρόπον οὐρανὸν λέγομεν τὴν οὐσίαν τὴν τῆς ἐσχάτης τοῦ παντὸς περιφορᾶς, ἢ σῶμα φυσικὸν τὸ ἐν τῇ ἐσχάτῃ περιφορᾷ τοῦ παντός· εἰώθαμεν γὰρ τὸ ἔσχατον καὶ τὸ ἄνω μάλιστα καλεῖν οὐρανόν, ἐν ᾧ καὶ τὸ θεῖον πᾶν ἱδρῦσθαί φαμεν, ἄλλον δʼ αὖ τρόπον τὸ συνέχες σῶμα τῇ ἐσχάτῃ περιφορᾷ τοῦ παντός, ἐν ᾧ σελήνη καὶ ἥλιος καὶ ἔνια τῶν ἄστρων· καὶ γὰρ ταῦτα ἐν τῷ οὐρανῷ εἶναί φαμεν.
因此,在第一种意义上,我们所说的“天宇”是指宇宙最外层旋转运动的本体,或者是处于宇宙最外层旋转运动中的自然身体;因为我们习惯于特别将最外层且最上方的部分称为“天宇”,我们也说一切神圣之物都安置于其中;在第二种意义上,则是指与宇宙最外层旋转运动相连续的身体,月亮、太阳以及部分星体就在其中,因为我们说这些也都在“天宇”之中。
ἔτι δʼ ἄλλως λέγομεν οὐρανὸν τὸ περιεχόμενον σῶμα ὑπὸ τῆς ἐσχάτης περιφορὰς· τὸ γὰρ ὅλον καὶ τὸ πᾶν εἰώθαμεν λέγειν οὐρανόν.
此外,在另一种意义上,我们称“天宇”为被最外层旋转运动所包围的身体;因为我们习惯于将整体和全部称为“天宇”。
τριχῶς δὴ λέγομένου τοῦ οὐρανοῦ, τὸ ὅλον τὸ ὑπὸ τῆς ἐσχάτης περιεχόμενον περιφορὰς ἐξ ἅπαντος ἀνάγκη συνεστάναι τοῦ φυσικοῦ καὶ αἰσθητοῦ σώματος διὰ τὸ μήτʼ εἶναι μηδὲν ἔξω σῶμα τοῦ οὐρανοῦ μήτʼ ἐνδέχεσθαι γενέσθαι.
既然“天宇”在三种意义上被使用,那么被最外层旋转运动所包围的整体,由于天宇之外既没有任何身体,也不可能产生任何身体,因而必然是由全部的自然且可感觉的身体构成的。
εἰ γὰρ ἔστιν ἔξω τῆς ἐσχάτης περιφορὰς σῶμα φυσικόν, ἀνάγκη αὐτὸ ἤτοι τῶν ἁπλῶν εἶναι σωμάτων ἢ τῶν συνθέτων, καὶ ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν.
因为如果在最外层旋转运动之外存在着自然的身体,它必然要么是简单身体之一,要么是复合身体之一,且要么处于自然的状态,要么处于违背自然的状态。
τῶν μὲν οὖν ἁπλῶν οὐθὲν ἂν εἴη.
在简单身体中,不会有任何一个存在于那里。
τὸ γὰρ κύκλῳ φερόμενον δέδεικται ὅτι οὐκ ἐνδέχεται μεταλλάξαι τὸν αὑτοῦ τόπον.
因为已经证明,做圆周运动的物体是不可能改变其自身位置的。
ἀλλὰ μὴν οὐδὲ τὸ ἀπὸ τοῦ μέσου δυνατόν, οὐδὲ τὸ ὑφιστάμενον.
但是,那些远离中心的物体和处于下方的物体,也都不可能存在于那里。
κατὰ φύσιν μὲν γὰρ οὐκ ἂν εἴησαν (ἄλλοι γὰρ αὐτῶν οἰκεῖοι τόποι), παρὰ φύσιν δʼ εἴπερ εἰσίν, ἄλλῳ τινὶ ἔσται κατὰ φύσιν ὁ ἔξω τόπος· τὸν γὰρ τούτῳ παρὰ φύσιν ἀναγκαῖον ἄλλῳ εἶναι κατὰ φύσιν.
因为它们不可能以自然的方式存在于那里(因为它们的固有位置在别处),而如果它们是以违背自然的方式存在于那里,那么对于其他某种身体来说,外部的那个位置就将是自然的;因为对于这个物体是违背自然的位置,对另一个物体而言必然是自然的。
ἀλλʼ οὐκ ἦν ἄλλο σῶμα παρὰ ταῦτα.
然而,除了这些之外并没有其他的身体。
οὐκ ἄῤ ἔσται δυνατὸν οὐθὲν τῶν ἁπλῶν ἔξω εἶναι τοῦ οὐρανοῦ σῶμα.
因此,简单身体中的任何一个都不可能存在于天宇之外。
εἰ δὲ μὴ τῶν ἁπλῶν, οὐδὲ τῶν μικτῶν· ἀνάγκη γὰρ εἶναι καὶ τά ἀπλᾶ τοῦ μικτοῦ ὄντος.
如果简单身体不存在,那么混合身体也不存在;因为如果有混合身体存在,简单身体也必然存在。
ἀλλά μὴν οὐδὲ γενέσθαι δυνατόν· ἤτοι γὰρ κατὰ φύσιν ἔσται ἢ παρὰ φύσιν, καὶ ἢ ἀπλοῦν ἢ μικτόν, ὥστε πάλιν ὁ αὐτὸς ἥξει λόγος· οὐδὲν γὰρ διαφέρει σκοπεῖν εἰ ἔστιν ἢ εἰ γενέσθαι δυνατόν.
但是,它们也不可能生成;因为它们要么是自然的,要么是违背自然的,并且要么是简单的,要么是混合的,从而同样的论证将再次适用;因为考察其存在还是考察其生成的可能性,并没有任何区别。
φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων ὅτι οὔτ᾿ ἔστιν ἔξω οὔτʼ ἐγχωρεῖ γενέσθαι σώματος ὄγκον οὐθενός· ἐξ ἀπάσης ἄῤ ἐστι τῆς οἰκείας ὕλης ὁ πᾶς κόσμος· ὕλη γὰρ ἦν αὐτῷ τὸ φυσικὸν σῶμα καὶ αἰσθητόν.
因此,从所说的这些中可以明显看出,外部既不存在、也不可能生成任何身体的质量;因此,整个世界是由其全部固有的质料构成的;因为对它来说,质料就是自然且可感觉的身体。
ὥστʼ οὔτε νῦν εἰσὶ πλείους οὐρανοὶ οὔτʼ ἐγένοντο, οὔτʼ ἐνδέχεται γενέσθαι πλείους· ἀλλʼ εἷς καὶ μόνος καὶ τέλειος οὗτος οὐρανός ἐστιν.
所以,既没有多个天宇在现在存在,也没有在过去生成,更不可能在将来生成多个;相反,这天宇是单一、唯一且完全的。
ἅμα δὲ δῆλον ὅτι οὐδὲ τόπος οὐδὲ κενὸν οὐδὲ χρόνος ἐστὶν ἔξω τοῦ οὐρανοῦ· ἐν ἅπαντι γὰρ τόπῳ δυνατὸν ὑπάρξαι σῶμα· κενὸν δʼ εἶναί φασιν ἐν ᾧ μὴ ἐνυπάρχει σῶμα, δυνατὸν δʼ ἐστὶ γενέσθαι· χρόνος δὲ ἀριθμὸς κινήσεως· κίνησις δʼ ἄνευ φυσικοῦ σώματος οὐκ ἔστιν.
同时显而易见的是,在天宇之外既没有位置,也没有真空,也没有时间;因为在每一个位置中,身体的存在都是可能的;而人们说真空是其中没有身体存在但可能生成的场所;时间则是运动的数目,而没有自然身体,运动是不可能存在的。
ἔξω δὲ τοῦ οὐρανοῦ δέδεικται ὅτι οὔτ᾿ ἔστιν οὔτ᾿ ἐνδέχεται γενέσθαι σῶμα.
但在天宇之外,已经证明既不存在、也不可能生成任何身体。
φανερὸν ἄρα ὅτι οὔτε τόπος οὔτε κενὸν οὔτε χρόνος ἐστὶν ἔξωθεν· διόπερ οὔτʼ ἐν τόπῳ τἀκεῖ πέφυκεν, οὔτε χρόνος αὐτὰ ποιεῖ γηράσκειν, οὐδʼ ἐστίν οὐδενὸς οὐδεμία μεταβολὴ τῶν ὑπὲρ τὴν ἐξωτάτω τεταγμένων φοράν, ἀλλʼ ἀναλλοίωτα καὶ ἀπαθῆ τὴν ἀρίστην ἔχοντα ζωὴν καὶ αὐταρκεστάτην διατελεῖ τὸν ἅπαντα αἰῶκα.
因此显而易见,外部既没有位置,也没有真空,也没有时间;因此,那里的事物在自然本性上并不处于位置之中,时间也不会使它们衰老,而且对于那些安置在最外层运行之上的任何事物,都不存在任何变化,而是不改变且不受影响,过着最美好且最自足的生活,度过其全部的永恒(aion)。
καὶ γὰρ τοῦτο τοὔνομα θείως ἔφθεγκται παρὰ τῶν ἀρχαίων.
因为事实上,“aion”这个名字是由古人神圣地表达出来的。
τὸ γὰρ τέλος τὸ περιέχον τὸν τῆς ἑκάστου ζωῆς χρόνον, οὗ μηθὲν ἔξω κατὰ φύσιν, αἰὼν ἑκάστου κέκληται.
因为包容每个人生命时间的极限,其外部在自然本性上没有任何东西,就被称为每个人的“aion”(一生、永恒)。
κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ τὸ τοῦ παντὸς οὐρανοῦ τέλος καὶ τὸ τὸν πάντα χρόνον καὶ τὴν ἀπειρίαν περιέχον τέλος αἰών ἐστιν, ἀπὸ τοῦ ἀεὶ εἶναι εἰληφὼς τὴν ἐπωνυμίαν, ἀθάνατος καὶ θεῖος.
基于同样的道理,整个天宇的极限,以及包容全部时间和无限性的极限,也是“aion”(永恒),它得名于“总是存在”(aei einai),是免于死亡且神圣的。
ὅθεν καὶ τοῖς ἄλλοις ἐξήρτηται, τοῖς μὲν ἀκριβέστερον τοῖς δʼ ἀμαυρῶς, τὸ εἶναί τε καὶ ζῆν.
其他事物也由此而悬系(依赖)于它,有的更精确,有的则较模糊,以获得其存在和生命。
καὶ γὰρ καθάπερ ἐν τοῖς ἐγκυκλίοις φιλοσοφήμασι περὶ τὰ θεῖα πολλάκις προφαίνεται τοῖς λόγοις ὅτι τὸ θεῖον ἀμετάβλητον ἀναγκαῖον εἶναι πᾶν τὸ πρῶτον καὶ ἀκρότατον· ὃ οὕτως ἔχον μαρτυρεῖ τοῖς εἰρημένοις.
因为正如在关于神圣事物的通俗哲学著作中,通过论证经常显明的那样:一切最初且最高的神圣事物必然是不可改变的;这一状态见证了我们所说的话。
οὔτε γὰρ ἄλλο κρεῖττόν ἐστιν ὅ τι κινήσει (ἐκεῖνο γὰρ ἂν εἴη θειότερον) οὔτʼ ἔχει φαῦλον οὐδέν, οὔτʼ ἐνδεὲς τῶν αὑτοῦ καλῶν οὐδενός ἐστιν.
因为既没有其他更强大的力量来移动它(因为那将会是更神圣的),它也没有任何低劣之处,也丝毫不缺少它自身的任何美好。
καὶ ἄπαυστον δὴ κίνησιν κινεῖται εὐλόγως· πάντα γὰρ παύεται κινούμενα ὅταν ἔλθῃ εἰς τὸν οἰκεῖον τόπον.
而且,它进行无休止的运动也是合乎理性的;因为所有运动的事物在到达其固有位置时都会停止。
τοῦ δὲ κύκλῳ σώματος ὁ αὐτὸς τόπος ὅθεν ἤρξατο καὶ εἰς ὸν τελευτᾷ.
但对于做圆周运动的身体来说,它开始运动的地方和结束运动的地方是相同的。

词汇与语法注释

  1. ¦10¦τὴν οὐσίαν τὴν τῆς ἐσχάτης τοῦ παντὸς περιφορᾶς — ἕνα μὲν οὖν τρόπον οὐρανὸν λέγομεν(我们以第一种方式将天宇称为……)的第一个宾语(定义)。这里指的是宇宙最外层旋转运动的本体或实质,与后文的 ἢ σῶμα φυσικόν... 呈同位语或选择性并列关系。
  2. ¦20¦τριχῶς δὴ λέγομένου τοῦ οὐρανοῦ — 属格独立(genitive absolute)结构。承接前文对“天宇”提出的三种定义(最外层天球、包含天体的天界、整个宇宙),为随后的主句(τὸ ὅλον... ἀνάγκη συνεστάναι)奠定前提。
  3. ¦25¦τὸν γὰρ τούτῳ παρὰ φύσιν ἀναγκαῖον ἄλλῳ εἶναι κατὰ φύσιν — 表明普遍物理定律的因果从句。τούτῳ(对此)与 ἄλλῳ(对彼)形成对比。它简要地阐述了亚里士多德物理学的一条原则,即对某一个物体而言“违备自然”(παρὰ φύσιν)的运动或位置,对另一个物体来说必然是“符合自然”(κατὰ φύσιν)的。
  4. ¦279a¦ἀπὸ τοῦ ἀεὶ εἶναι εἰληφὼς τὴν ἐπωνυμίαν — 亚里士多德特有的民间词源学假说,将名词 αἰών(永恒/一生)的词源归于 ἀεὶ εἶναι(总是存在)。分词 εἰληφώς 为阳性单数主格,与主句的主语(αἰών)相一致,而名词化的不定式短语 ἀπὸ τοῦ ἀεὶ εἶναι 则作为介词 ἀπό 的宾语。

引用这一段

亚里士多德, 论天 §1.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:1.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。