Humanitext Reader

亚里士多德 · 论天 §1.8#2

宇宙的唯一性与自然运动的有限性

第 14 段,共 62 段 · 希腊语

内容简介

亚里士多德得出天体(宇宙)只能是唯一的结论,并通过论证元素的自然运动、物体接近目的地时的加速现象以及三种身体元素的空间限制来加以证明。

§1.8#2ὥστʼ ἀναγκαῖον ἢ κινεῖν ταύτας τὰς ὑποθέσεις, ἢ τὸ μέσον ἓν εἶναι καὶ τὸ ἔσχατον.
因此,我们必须要么改变这些假设,要么使中心为一个,边缘也为一个。
τούτου δʼ ὄντος ἀνάγκη καὶ τὸν οὐρανὸν ἕναμόνον εἶναι καὶ μὴ πλείους, τοῖς αὐτοῖς τεκμηρίοις τούτοις καὶ ταῖς αὐταῖς ἀνάγκαις.
而既然如此,由于这些相同的证明和相同的必然性,天体也必然只有一个而不能有多个。
ὅτι δʼ ἔστι τι οὖ πέφυκεν ἡ γῆ φέρεσθαι καὶ τὸ πῦρ, δῇλον καὶ ἐκ τῶν ἄλλων.
但是,存在着土和火自然倾向于移向的某个地方,这从其他方面也是显而易见的。
ὅλως γὰρ τὸ κινούμενον ἔκ τινος εἴς τι μεταβάλλει, καὶ ταῦτα ἐξ οὗ καὶ εἰς ὃ εἴδει διαφέρει.
因为总的来说,运动着的事物是从某物向某物变化的,而这些,即起点和终点,在种类上是不同的。
πᾶσα δὲ πεπερασμένη μεταβολή, οἷον τὸ ὑγιαζόμενον ἐκ νόσου εἰς ὑγίειαν καὶ τὸ αὐξανόμενον ἐκ μικρότητος εἰς μέγεθος.
而且每一种有限的变化都是如此,例如被医治者从疾病向健康变化,增长者从微小向巨大变化。
καὶ τὸ φερόμενον ἄρα· καὶ γὰρ τοῦτο γίνεταί ποθεν ποῖ.
因此,被移动者也是如此;因为这也是从某处到某处。
δεῖ ἄρα εἴδει διαφέρειν ἐξ οὗ καὶ εἰς ὁ πέφυκε φέρεσθαι, ὥσπερ τὸ ὑγιαζόμενον, οὐχ οὗ ἔτυχεν, οὐδʼ οὗ βούλεται ὁ κινῶν.
因此,它自然倾向于移向的起点和终点在种类上必须不同,就像被医治者一样,不是指向任何碰巧的地方,也不是指向推动者所希望的地方。
καὶ τὸ πῦρ ἄρα καὶ ἡ γῆ οὐκ εἰς ἄπειρον φέρονται, ἀλλʼ εἰς ἀντικείμενα.
所以火和土也不是无限地移动,而是向着相反者移动。
ἀντίκειται δὲ κατὰ τόπον τό ἄνω τῷ κάτω, ὥστε ταῦτα ἔσται πέρατα τῆς φορὰς, ἐπεὶ καὶ ἡ κύκλῳ ἔχει πως ἀντικείμενα τὰ κατὰ διάμετρον· τῇ δʼ ὅλη οὐκ ἔστιν ἐναντίον οὐδέν.
在空间上,上与下相反,因此这些将是位移的极限,因为即使是圆周运动在某种意义上也有其在直径上的相反者(尽管对于整体运动而言没有相反的东西)。
ὥστε καὶ τούτοις τρόπον τινὰ ἡ κίνησις εἰς τὰ ἀντικείμενα καὶ πεπερασμένα.
所以对于这些而言,它们的运动在某种意义上也是向着相反的且有限的地方。
ἀνάγκη ἄρα εἶναί τι τέλος καὶ μὴ εἰς ἄπειρον φέρεσθαι. τεκμήριον δὲ τοῦ μὴ εἰς ἄπειρον·
因此,必然有某种终点,而不是无限地移动。
φέρεσθαι καὶ τὸ τὴν γῆν μέν, ὅσῳ ἂν ἐγγυτέρω ᾖ τοῦ μέσου, θᾶττον φέρεσθαι, τὸ δὲ πῦρ, ὅσῳ ἂν τοῦ ἄνω.
而它们不向无限移动的证明还在于,土越接近中心,移动得越快,而火越接近上方,也移动得越快。
εἰ δʼ ἄπειρον ἦν, ἄπειρος ἂν ἦν καὶ ἡ ταχυτὴς, εἰ δʼ ἡ ταχυτής, καὶ τὸ βάρος καὶ ἡ κουφότης· ὡς γὰρ τὸ κατωτέρω ταχυτῆτι ἑτέρου τῷ βαρεῖ ἂν ἦν ταχύ, οὕτως εἰ ἄπειρος ἦν ἡ τούτου ἐπίδοσις, καὶ ἡ τῆς ταχυτῆτος ἐπίδοσις ἄπειρος ἂν ἦν.
如果空间是无限的,速度也将是无限的,而如果是速度,那么重量和轻量也将是无限的;因为正如更下方的物体由于另一个的重量在速度上会很快,同样地,如果这一重量的增加是无限的,那么速度的增加也将是无限的。
ἀλλὰ μὴν οὐδʼ ὑπ᾿ ἄλλου φέρεται αὐτῶν τὸ μὲν ἄνω τὸ δὲ κάτω· οὐδὲ βίᾳ, 277 b ὥσπερ τινές φασι τῇ ἐκθλίψει.
然而,它们中一个向上,另一个向下,也不是被他者推动的;也不是被迫的,正如一些人所说的是由于“挤压”。
βραδύτερον γὰρ ἂν ἐκινεῖτο τὸ πλεῖον πῦρ ἄνω καὶ ἡ πλείων γῆ κάτω· νῦν δὲ τοὐναντίον ἀεὶ τὸ πλεῖον πῦρ θᾶττον φέρεται καὶ πλείων γῆ εἰς τὸν αὑτῆς τόπον.
因为那样的话,较多的火向上移动就会较慢,较多的土向下移动就会较慢;但现在相反,较多的火总是移动得更快,较多的土也更快地移向它自己的地方。
οὐδὲ θᾶττον ἂν πρὸς τῷ τέλει ἐφέρετο, εἰ τῇ βίᾳ καὶ τῇ ἐκθλίψει· πάντα γὰρ τοῦ βιαζομένου πορρωτέρω γιγνόμενα βραδύτερον φέρεται, καὶ ὅθεν βίᾳ, ἐκεῖ φέρεται οὐ βίᾳ.
如果是因为外力和挤压,它们在接近终点时也不会移动得更快;因为所有远离施加外力者(强迫者)的事物都会移动得更慢,而且它们在因外力而移动的起点,到那里移动时就不是因外力了。
ὥστʼ ἐκ τούτωνθεωροῦσιν ἔστι λαβεῖν τὴν πίστιν περὶ τῶν λεγομένων ἱκανῶς.
因此,从这些情况来看,对于观察者而言,完全可以对所说的内容获得足够的信服。
ἔτι δὲ καὶ διὰ τῶν ἐκ τῆς πρώτης φιλοσοφίας λόγων δειχθείη ἄν, καὶ ἐκ τῆς κύκλῳ κινήσεως ἣν ἀναγκαῖον ἀΐδιον ὁμοίως ἐνταῦθά τʼ εἶναι· καὶ ἐν τοῖς ἄλλοις κόσμοις.
此外,通过第一哲学的论证,以及从圆周运动中,也同样可以证明这一点,圆周运动在这里和其他世界中都必然同样是永恒的。
δῆλον δὲ κἂν ὧδε γένοιτο σκοπουμένοις ὅτι ἀνάγκη ἕνα εἶναι τὸν οὐρανόν.
而且对于这样考察的人来说,天体必然是唯一的也将变得显而易见。
τριῶν γὰρ ὄντων τῶν σωματικῶν στοιχείων, τρεῖς ἔσονται καὶ οἱ τόποι εἰ δʼ ἡ ταχυτής om. Bekker errore typogr. 276 b 6. βιαζομένου] βιασαμένου al. 9. τῶν λεγομένων] ὧν λέγομεν al. τῶν στοιχείων, εἷς μὲν ὁ τοῦ ὑφισταμένου σώματος ὁ περὶ τὸ μέσον, ἄλλος δὲ ὁ τοῦ κύκλῳ φερομένου, ὅσπερ ἐστὶν ἔσχατος, τρίτος δʼ ὁ μεταξὺ τούτων ὁ τοῦ μέσου σώματος.
因为既然身体元素有三种,那么元素的地方也将有三种:一种是沉降物体的场所,即在中心周围;另一种是圆周移动物体的场所,即边缘;第三种是它们之间的场所,即中间物体的场所。
ἀνάγκη γὰρ ἐν τούτῳ εἶναι τὸ ἐπιπολάζον· εἰ γὰρ μὴ ἐν τούτῳ, ἔξω ἔσται.
因为浮在表面的物体必然在这个中间场所;因为如果不在其中,它就将在外面。
ἀλλʼ ἀδύνατον ἔξω· τὸ μὲν γὰρ ἀβαρὲς τὸ δʼ ἔχον βάρος, κατωτέρω δὲ ὁ τοῦ βάρος ἔχοντος σώματος τόπος, εἴπερ ὁ πρὸς τῷ μέσῳ τοῦ βαρέος.
但在外面是不可能的;因为一种无重量,另一种有重量,而有重量物体的场所在更下方,如果接近中心的场所是重物体的场所的话。
ἀλλὰ μὴν οὐδὲ παρὰ φύσιν· ἄλλῳ γὰρ ἔσται κατὰ φύσιν, ἄλλο δʼ οὐκ ἦν.
然而,这也并非不合乎自然;因为如果那样,这就将合乎另一个物体的自然,而并没有另一个物体存在。
ἀνάγκη ἄρα ἐν τῷ μεταξὺ εἶναι.
因此,它必然在中间。
τούτου δʼ αὐτοῦ τίνες εἰσὶ διαφοραί, ὕστερον ἐροῦμεν.
至于这中间物体本身有哪些区别,我们以后再说。
περὶ μὲν οὖν τῶν σωματικῶν στοιχείων, ποῖά τʼ ἐστὶ καὶ πόσα, καὶ τίς ἑκάστου τόπος, ἔτι δʼ ὅλως πόσοι τὸ πλῆθος οἱ τόποι, δῆλον ἡμῖν ἐκ τῶν εἰρημένων.
关于身体元素,它们是什么样的,有多少种,每个的地方是什么,以及总共在数量上地方有多少个,从我们所说的中已经很清楚了。

词汇与语法注释

  1. 277a12κινεῖν ταύτας τὰς ὑποθέσεις — 这里的动词 κινεῖν 意为“变动、动摇、放弃(假设)”。它与后面的 ἢ τὸ μέσον ἓν εἶναι... 相呼应。
  2. 277a30εἰ δʼ ἡ ταχυτής, καὶ τὸ βάρος — 这是一个省略句,需要补出前句的 ἄπειρος ἂν ἦν:即“如果速度是[无限的],那么重与轻也将是[无限的]”。
  3. 277b5πάντα γὰρ τοῦ βιαζομένου πορρωτέρω γιγνόμενα βραδύτερον φέρεται — 分词 γιγνόμενα 作状语(条件或时间,“当它们变得……”),属格 τοῦ βιαζομένου 依附于比较级副词 πορρωτέρω,意为“离施加外力者(强迫者)更远”。

引用这一段

亚里士多德, 论天 §1.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:1.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。