§1.12#3ὁ δʼ αὐτὸς λόγος καὶ ὅτι τὸ Η τῷ Ε. ἀλλὰ μὴν οὕτως ἔχει τὸ ἀγένητον, ἐφʼ ᾧ Ε, πρὸς τὸ γενητόν, ἐφʼ ᾧ Ζ, καὶ τὸ ἄφθαρτον, ἐφ᾿ ᾧ Η, πρὸς τὸ φθαρτόν, ἐφʼ ᾧ Θ. τὸ δὴ φάναι μηδὲν κωλύειν γινόμενόν τι ἄφθαρτον εἶναι καὶ ἀγένητον ὂν φθαρῆναι, ἅπαξ ὑπαρχούσης τῷ μὲν τῆς γενέσεως τῷ δὲ τῆς φθορὰς, ἀναιρεῖν ἐστὶ τῶν δεδομένων τι.
而同样的论证也证明了 H 伴随着 E。 然而,以 E 表示的无生者对于以 Z 表示的生成者,以及以 H 表示的不可毁灭者对于以 Theta 表示的可毁灭者,的确处于这样的关系。 因此,声称没有任何东西阻止一个生成的事物成为不可毁灭的,或者一个无生的事物被毁灭——其理由是前者仅有一次生成,而后者仅有一次毁灭——这就是在推翻我们既定的某个前提。
ἢ γὰρ ἄπειρον ἢ ποσόν τινα ὡρισμένον χρόνον δύναται ἅπαντα ἢ ποιεῖν ἢ πάσχειν, ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τὸν ἄπειρον διὰ τοῦτο, ὅτι ὥρισταί πως ὁ ἄπειρος χρόνος, οὗ οὐκ ἔστι πλείων.
因为一切事物,要么在无限的时间内,要么在某个限定的一定数量的时间内,具有作用或受作用、存在或不存在的能力;而说在无限的时间内,是因为无限的时间在某种意义上被定义为没有比它更多的时间。
τὸ δὲ πῇ ἄπειρον οὔτ᾿ ἄπειρον οὔθ᾿ ὡρισμένονἔτι τί μᾶλλον ἐπὶ τῷδε τῷ σημείῳ ἀεὶ ὂν πρότερον ἐφθάρη ἢ μὴ ὂν ἄπειρον ἐγένετο;
但是在某一方面无限的事物,既不是无限的,也不是限定的。 此外,以前一直存在的事物,为什么偏偏在这一特定时刻被毁灭,而不是在其他时刻? 或者,无限时间不存在的事物,为什么在这一时刻生成?
εἰ γὰρ μηθὲν μᾶλλον, ἄπειρα δὲ τὰ σημεῖα, δῆλον ὅτι ἄπειρον χρόνον ἦν τι γενητὸν καὶ φθαρτόν.
因为如果没有任何特殊的理由说明为什么在此时而非彼时,而时间的点又是无限的,那么很明显,在无限的时间内,某种事物既是生成的又是可毁灭的。
δύναται ἄρα μὴ εἶναι ἄπειρον χρόνον· ἅμα γὰρ ἕξει δύναμιν τοῦ μὴ εἶναι καὶ εἶναι, τὸ μὲν πρότερον, εἰ φθαρτόν, τὸ δʼ ὕστερον, εἰ γενητόν.
因此,它具有在无限的时间内不存在的能力;因为同时,它将拥有存在和不存在的能力——前者在先前的时期内(如果它是可毁灭的),后者在随后的时期内(如果它是生成的)。
ὥστʼ ἐὰν ὑπάρχειν θῶμεν ἃ δύνανται, τὰ ἀντικείμενα ἅμα ὑπάρξει.
因此,如果我们假设它们具有能力去成其所是的事物切实存在,那么相反的事物将同时存在。
ἔτι δὲ καὶ τοῦθʼ ὁμοίως ἐν ἅπαντι σημείῳ ὑπάρξει, ὥστʼ ἄπειρον χρόνον τοῦ μὴ εἶναι καὶ τοῦ εἶναι ἕξει δύναμιν· ἀλλὰ δέδεικται ὅτι, ἀδύνατον τοῦτο.
而且,这在任何一个时间点上也同样适用,因此它将在无限的时间内同时具有存在和不存在的能力;但已被证明这是不可能的。
ἔτι εἰ πρότερον ἡ δύναμις ὑπάρχει τῆς ἐνεργείας, ἅπανθ᾿ ὑπάρξει τὸν χρόνον, καὶ ὃν ἀγένητον ἦν καὶ μὴ ὂν, τὸν ἄπειρον χρόνον γίγνεσθαι δυνάμενον.
此外,如果潜能先于现实存在,那么在它尚未生成且不存在的所有时间里,即在无限的时间里,它都将拥有能够被生成的潜能。
ἅμα δὴ οὐκ ἦν καὶ τοῦ εἶναι δύναμιν εἶχε, καὶ τοῦ τότε εἶναι καὶ ὕστερον ἄπειρον ἄρα χρόνον.
那么,在它不存在的同时,它拥有存在的能力,并且拥有在当时和以后存在的能力;因此,这持续了无限的时间。
φανερὸν δὲ καὶ ἄλλως ὅτι ἀδύνατον φθαρτὸν ὂν μὴ φθαρῆναί ποτε.
而且从另一种途径也可以明显看出,可毁灭的事物永远不被毁灭是不可能的。
ἀεὶ γὰρ ἔσται ἅμα καὶ φθαρτὸν καὶ ἄφθαρτον ἐντελεχείᾳ, ὥστε ἅμα ἔσται δυνατὸν ἀεἱ τε εἶναι καὶ μὴ ἀεί.
因为在现实中,它将始终同时是可毁灭的和不可毁灭的,从而导致它同时具有始终存在和不始终存在的能力。
φθείρεται ἄρα ποτὲ τὸ φθαρτόν, καὶ εἰ γενητόν, γέγονεν· δυνατὸν γὰρ γεγονέναι, καὶ μὴ ἀεὶ ἄρα εἶναι.
因此,可毁灭的事物终究会在某个时刻被毁灭,而如果是生成的,它便已经生成了;因为它曾有能力处于已生成的状态,因而不能始终存在。
ἔστι δὲ καὶ ὧδε θεωρῆσαι ὅτι ἀδύνατον ἢ γενόμενόν ποτε ἄφθαρτόν τι διατελεῖν, ἢ ἀγένητον ὂν καὶ ἀεὶ πρότερον ὂν φθαρῆναι.
此外,也可以通过以下方式来考察:任何曾生成的不可毁灭的事物都不可能一直持续存在,任何无生的且以前一直存在的事物也不可能被毁灭。
οὐδὲν γὰρ ἀπὸ τοῦ αὐτομάτου οὔτ᾿ ἄφθαρτον οὔτʼ ἀγένητον οἷόν τʼ εἶναι.
因为任何事物都不可能凭借偶然而成为不可毁灭的或无生的。
τὸ μὲν γὰρ αὐτόματόν ἐστι καὶ τὸ ἀπὸ τύχης παρὰ τὸ ἀεὶ καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ ὂν ἢ γινόμενον·
因为偶然或运气产生的事物,是与那些在绝大多数情况下或始终存在或生成的事物相对立的。
τὸ δʼ ἄπειρον χρόνον ἢ ἀπλῶς ἢ ἀπό τινος χρόνου ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολύ ὑπάρχει ὄν.
而那些在无限时间内存在的事物,无论是绝对地还是从某一时间点起,都是始终存在或在绝大多数情况下存在。
ἀνάγκη τοίνυν φύσει τὰ τοιαῦτα τὲ μὲν εἶναι ὁτὲ δὲ μή.
因此,此类事物在自然上必然在此时存在而在彼时不存在。
τῶν δὲ τοιούτων ἡ αὐτὴ δύναμις τῆς ἀντιφάσεως, καὶ ἡ ὕλη αἰτία τοῦ εἶναι καὶ μή.
在这类事物中,对于矛盾的双方存在着相同的能力,而质料则是它们存在与不存在的原因。
ὥστʼ ἀνάγκη καὶ ἅμα ὑπάρχειν ἐνεργείᾳ ἀντικείμενα.
因此,相反的状态在现实中必然同时存在。
ἀλλὰ μὴν οὐδέν γʼ ἀληθὲς εἰπεῖν νῦν ὅτι ἐστὶ πέρυσιν, οὐδὲ πέρυσιν ὅτι νῦν ἐστίν.
但是,现在说某物“在去年存在”是不真实的,去年说它“现在存在”也同样不真实。
ἀδύνατον ἄρα μὴ ὄν ποτε ὕστερον ἀΐδιον εἶναι· ἕξει γὰρ ὕστερον καὶ τὴν τοῦ μὴ εἶναι δύναμιν.
因此,曾经不存在的事物在以后成为永恒是不可能的;因为它在以后也将具有不存在的能力。
πλὴν οὐ τοῦ τότε μὴ εἶναι ὅτε ἔστιν (ὑπάρχει γὰρ ἐνεργείᾳ ὄν, ἀλλὰ τοῦ πέρυσιν καὶ ἐν τῷ παρελθόντι χρόνῳ.
然而,这种能力并不是指在它存在的时候不存在(因为那时它在现实中存在),而是指在去年和在过去的时间里不存在。
ἔστα δὴ οὗ ἔχει τὴν δύναμιν ὑπάρχον ἐνεργείᾳ· ἔσται ἄρα ἀληθὲς.
然而,它所具有能力的事物将在现实中存在;因此,现在说它“在去年不存在”将是真实的。
εἰπεῖν νῦν ὅτι οὐκ ἔστι πέρυσιν. ἀλλʼ ἀδύνατον· οὐδεμία γὰρ δύναμις τοῦ γεγονέναι ἐστίν, ἀλλά τοῦ εἶναι ἢ ἔσεσθαι.
但这绝对是不可能的;因为没有任何能力是关于过去已发生的事,而只关于现在存在或将来要存在的事。
ὁμοίως δὲ καὶ εἰ πρότερον ὂν ἀΐδιον ὕστερον μή ἐστιν· ἕξει γὰρ δύναμιν οὗ ἐνεργείᾳ οὐκ ἔστιν.
同样地,如果以前永恒存在的事物在以后不再存在,情况也是如此;因为它将拥有对现实中不存在之状态的能力。
ὥστʼ ἂν θῶμεν τὸ δυνατόν, ἀληθὲς ἔσται εἰπεῖν νῦν ὅτι τοῦτʼ ἔστι πέρυσιν καὶ ὅλως ἐν τῷ παρελθόντι χρόνῳ.
因此,如果我们假设这一可能的能力得以实现,那么现在说“这在去年存在”,或者普遍地说“在过去的时间里存在”将是真实的。
καὶ φυσικῶς δὲ καὶ μὴ καθόλου σκοποῦσιν ἀδύνατον ἢ ἀΐδιον ὂν πρότερον φθαρῆναι ὕστερον, ἢ πρότερον μὴ ὂν ὕστερον ἀΐδιον εἶναι.
此外,对于从物理学而非普遍角度来考察的人来说,以前永恒存在的事物在以后被毁灭,或者以前不存在的事物在以后成为永恒,同样是不可能的。
τὰ γὰρ φθαρτὰ καὶ γενητὰ καὶ ἀλλοιωτὰ πάντα· ἀλλοιοῦται δὲ τοῖς ἐναντίοις καὶ ἐξ ὧν σννίσταται τὰ φύσει ὄντα, καὶ ὑπὸ τῶν αὐτῶν τούτων φθείρεται.
因为所有可毁灭和生成的事物都是可发生性质变化的;而自然存在的事物是被相反者以及构成它们自身的那些要素所改变的,并且也是被这些同样的东西所毁灭的。