Humanitext Reader

亚里士多德 · 论天 §2.1

天的永恒性与无劳苦的圆周运动

第 22 段,共 62 段 · 希腊语

内容简介

本章论证了整个天宇是无生无灭并包容着无限时间的,同时批判了以往的假说(阿特拉斯的支撑、旋涡运动、以及灵魂的强迫运动),表明天的圆周运动是一种不带强制性、无劳苦的永恒运动。

§2.11 Ὅτι μὲν οὖν οὔτε γέγονεν ὁ πᾶς οὐρανὸς οὔτ᾿ ἐνδέχεται φθαρῆναι, καθάπερ τινές φασιν αὐτόν, ἀλλʼ ἔστιν εἷς καὶ ἀΐδιος, ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ καὶ περιέχων ἐν αὑτῷ τὸν ἄπειρον χρόνον, ἔκ τε τῶν εἰρημένων ἔξεστι λαμβάνειν τὴν πίστιν, καὶ διὰ τῆς δόξης τῆς παρὰ τῶν ἄλλως λεγόντων καὶ γεννώντων αὐτόν·
1 因此,整个天宇既不是生成的,也不可能像某些人所说的那样被毁灭,而是唯一且永恒的,在整个存在期内既无开始也无终结,且在其自身中拥有并包容着无限的时间,这一点既可以从已有的论述中得到确证,也可以通过那些持相反意见并使其生成的人的观点来确证。
εἰ γὰρ οὕτως μὲν ἔχειν ἐνδέχεται, καθʼ ὃν δὲ τρόπον ἐκεῖνοι γενέσθαι λέγουσιν οὐκ ἐνδέχεται, μεγάλην ἂν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ ἀϊδιότητος.
因为如果天宇以这种方式存在是可能的,而以他们所说的那种生成方式存在是不可能的,那么这本身对于确信其不朽性和永恒性就具有极大的分量。
διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τούς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, ἀλλὰ μᾶλλον ταύτην τῶν ἄλλων πέρας·
因此,说服自己相信我们古老的、尤其是祖先传下来的言论是真实的,是非常妥当的,即在拥有运动的事物中,存在着某种不朽且神圣的事物,并且它们拥有这样的运动,以至于该运动没有任何界限,相反,这种运动构成了其他运动的界限。
τό τε γὰρ πέρας τῶν περιεχόντων ἐστί, καὶ αὕτη ἡ κυκλοφορία τέλειος οὖσα περιέχει τὰς ἀτελεῖς καὶ τὰς ἐχούσας πέρας καὶ παῦλαν, αὐτὴ μὲν οὐδεμίαν οὔτ᾿ ἀρχὴν ἔχουσα οὔτε τελευτήν, ἀλλʼ ἄπαυστος οὖσα τὸν ἄπειρον χρόνον, τῶν δʼ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν παῦλαν.
因为界限属于包容者,而这种圆周运动本身是完美的,因而包容了那些不完美的运动以及那些具有界限和终点的运动;它本身既无开始也无终结,在无限的时间内永不停息,而对于其他运动,它是一部分运动开始的原因,并接纳另一部分运动的终结。
τὸν δʼ οὐρανὸν καὶ τὸν ἄνω τόπον οἱ μὲν ἀρχαῖοι τοῖς θεοῖς ἀπένειμαν ὡς ὄντα μόνον ἀθάνατον· ὁ δὲ νῦν μαρτυρεῖ λόγος ὡς ἄφθαρτος καὶ ἀγένητος, ἔτι δʼ ἀπαθὴς πάσης θνητῆς δυσχερείας ἐστίν, πρὸς δὲ τούτοις ἄπονος διὰ τὸ μηδεμιᾶς προσδεῖσθαι βιαίας ἀνάγκης, ἣ κατέχει κωλύουσα φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως· πᾶν γὰρ τὸ τοιοῦτον ἐπίπονον, ὅσῳπερ ἂν ἀϊδιώτερον ᾖ, καὶ διαθέσεως τῆς ἀρίστης ἄμοιρον.
古人将天宇和上部空间分配给诸神,认为只有它是非凡不朽的;而现在的论证则证明它是不可毁灭且无生的,而且免于一切凡俗的困扰,此外,它是无劳苦的,因为它不需要任何强暴的必然性来束缚它并阻止它朝其本性所向的其他方向运动;因为所有此类强制都是劳苦的,而且越是永恒就越是劳苦,并且与最善的状态无缘。
διόπερ οὔτε κατὰ τὸν τῶν παλαιῶν μῦθον ὑποληπτέον ἔχειν, οἱ φασιν Ἄτλαντός τινος αὐτῷ προσδεῖσθαι τὴν σωτηρίαν· ἐοίκασι γὰρ καὶ τοῦτον οἱ συστήσαντες τὸν λόγον τὴν αὐτὴν ἔχειν ὑπόληψιν τοῖς ὕστερον· ὡς γὰρ περὶ βάρος ἐχόντων καὶ γεηρῶν ἀπάντων τῶν ἄνω σωμάτων ὑπέστησαν αὐτῷ μυθικῶς ἀνάγκην ἔμψυχον.
因此,我们不应像古人的神话那样去理解,他们说天宇的安全需要某个阿特拉斯来支撑;因为编造这个故事的人似乎与后世的人有着相同的想法:他们似乎认为所有上方的天体都具有重量且是土性的,因而通过神话在天宇之下设置了一个有生命的必然性。
οὔτε δὴ τοῦτον τὸν τρόπον ὑποληπτέον, οὔτε διὰ τὴν δίνησιν θάττονος τυγχάνοντα φορᾶς τῆς οἰκείας ῥοπῆς ἔτι σώζεσθαι τοσοῦτον χρόνον, καθάπερ Ἐμπεδοκλῆς φησίν.
我们既不能以这种方式去理解,也不能认为由于旋涡运动,它获得了比其自身固有倾向更快的运动,从而得以维持如此长的时间,正如恩培多克勒所说。
ἀλλά μὴν οὐδʼ ὑπὸ ψυχῆς εὔλογον ἀναγκαζούσης μένειν ἀΐδιον· οὐδὲ γὰρ τῆς ψυχῆς οἷόν τʼ εἶναι τὴν τοιαύτην ζωὴν ἄλυπον καὶ μακαρίαν·
再者,认为天宇在灵魂的强迫下保持永恒也是不合理的;因为对于灵魂来说,这样的生活也不可能是无痛苦且幸福的。
ἀνάγκη γὰρ καὶ τὴν κίνησιν μετὰ βίας οὖσαν, εἴπερ κινεῖσθαι κεφυκότος τοῦ πρώτου σώματος ἄλλως κινεῖ συνεχῶς, ἄσχολον εἶναι καὶ πάσης ἀπηλλαγμένην ῥαστώνης ἔμφρονος, εἴ γε μηδʼ ὥσπερ τῇ ψυχῇ τῇ τῶν θνητῶν ζῴων ἐστὶν ἀνάπαυσις ἡ περὶ τὸν ὕπνον γινομένη τοῦ σώματος ἄνεσις, ἀλλʼ ἀναγκαῖον Ἰξίονός τινος μοῖραν κατέχειν αὐτὴν ἀΐδιον καὶ ἄτρυτον.
因为如果第一天体本性上倾向于以其他方式运动,而灵魂却要使其持续不断地运动,那么这种运动必然带有强制性,因而灵魂必须是不得闲暇的,并且完全失去了理智的安逸,况且它也无法像凡俗动物的灵魂那样,拥有通过睡眠使肉体放松而得到的休息,而是必然被某种像伊克西翁那样的永恒而不知疲倦的命运所束缚。
εἰ δή, καθάπερ εἴπομεν, ἐνδέχεται τὸν εἰρημένον ἔχειν τρόπον περὶ τῆς πρώτης φορᾶς, οὐ μόνον αὐτοῦ περὶ τῆς ἀϊδιότητος οὕτως ὑπολαβεῖν ἐμμελέστερον, ἀλλὰ καὶ τῇ μαντείᾳ τῇ περὶ τὸν θεὸν μόνως ἂν ἔχοιμεν οὕτως ὁμολογουμένως ἀποφαίνεσθαι συμφώνους λόγους.
因此,如果我们如前所述,第一运动可能处于上述状态,那么不仅以这种方式理解它的永恒性更为合宜,而且我们也唯有如此,才能提出与关于神的直觉相一致且协调的论证。
ἀλλὰ τῶν μὲν τοιοῦτων λόγων ἅλις ἔστω τὰ νῦν.
不过,关于此类论点的讨论目前就到此为止吧。

词汇与语法注释

  1. 284a1διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τούς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους — 反身代词 ἑαυτόν 作不定式 συμπείθειν 的直接宾语,而 τούς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ... λόγους 与 ἀληθεῖς εἶναι 构成“对格加不定式”结构(宾语从句),整句意为“使自己相信古老的、尤其是祖先传下来的言论是真实的”。
  2. 284a15ἣ κατέχει κωλύουσα φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως — 分词 κωλύουσα 修饰关系代词 ἣ(指代 βιαίας ἀνάγκης)。完成时分词 πεφυκότα 修饰 αὐτόν(指代天宇),并与不定式 φέρεσθαι 及副词 ἄλλως 连用,意为“本性倾向于向其他方向运动的天宇”。整句结构为“阻碍并限制本性向其他方向运动的天宇的强暴必然性”。
  3. 284a32εἴ γε μηδʼ ὥσπερ τῇ ψυχῇ τῇ τῶν θνητῶν ζῴων ἐστὶν ἀνάπαυσις — 由 εἴ γε μηδέ(“如果确实没有……”)引导的条件句中,插入了由 ὥσπερ 引导的比较从句(“正如凡俗动物的灵魂有通过睡眠得到的休息一样”),用以强调推动天宇的灵魂连这样的休息也被剥夺了。

引用这一段

亚里士多德, 论天 §2.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。