§1.12#2ἔστω γὰρ τὸ Α καὶ τὸ Β μηδενὶ τῷ αὐτῷ δυνάμενα ὑπάρχειν, ἅπαντι δὲ τὸ Α τὸ Γ καὶ τὸ Β ἢ τὸ Δ. ἀνάγκη δὴ μήτε τὸ Α ὑπάρχει μήτε τὸ Β, παντὶ ὑπάρχειν τὰ ΓΔ. ἔστω δὴ τὸ Ε τὸ μεταξὺ τῶν ΑΒ· ἐναντίων γὰρ τὸ μηθέτερον μέσον.
因为设 A 和 B 不能属于任何相同的事物,但对一切事物,要么属于 A 要么属于 C,且要么属于 B 要么属于 D。 因此,在既不属于 A 也不属于 B 的一切事物中,必然属于 C 和 D。 那么,设 E 为 A 和 B 之间的中间物;因为对立双方皆非的即是中间。
τούτῳ δὴ ἀνάγκη ἄμφω ὑπάρχειν τό τε Γ καὶ τὸ Δ. παντὶ γὰρ ἢ τὸ Α ἢ τὸ Γ, ὥστε καὶ τῷ Ε· ἐπεὶ οὖν τὸ Α ἀδύνατον, τὸ Γ ὑπάρξει.
对于 E,必然同时属于 C 和 D。 因为对一切事物,要么属于 A 要么属于 C,因而也属于 E;既然属于 A 是不可能的,那么 C 必然属于它。
ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ Δ. οὔτε δὴ τὸ ἀεὶ ὂν γενητὸν οὐδὲ φθαρτόν, οὔτε τὸ ἀεὶ μὴ ὄν.
同样的论证也适用于 D。 因此,永远存在的事物既不是生成的也不是可毁灭的,永远不存在的事物也是如此。
δῆλον δʼ ὅτι καὶ εἰ γενητὸν ἢ φθαρτόν, οὐκ ἀΐδιον.
同样显然的是,如果某物是生成的或可毁灭的,它就不是永恒的。
ἅμα γὰρ ἔσται δυνάμενον ἀεὶ εἶναι καὶ δυνάμενον μὴ ἀεί εἶναι· τοῦτο δʼ ὅτι ἀδύνατον, δέδεικται πρότερον.
因为在那种情况下,它将同时具有能够永远存在的能力和能够不永远存在的能力;而这被证明是不可能的。
ἆῤ οὖν εἰ καὶ ἀγένητον, ὂν δέ, τοῦτʼ ἀνάγκη ἀΐδιον εἶναι;
那么,如果某物既是无生的,又是存在的,它就必然是永恒的吗?
ὁμοίως δὲ καὶ εἰ ἄφθαρτον, ὂν δέ.
同样,如果它是不可毁灭的,且是存在的,也是如此吗?
λέγω δὲ τὸ ἀγένητον καὶ ἄφθαρτον τὰ κυρίως λεγόμενα, ἀγένητον μὲν ὃ ἔστι νῦν, καὶ πρότερον οὐκ ἀληθὲς ἦν εἰπεῖν τὸ μὴ εἶναι, ἄφθαρτον δὲ ὃ νῦν ὃν ὕστερον μὴ ἀληθὲς ἔσται εἰπεῖν μὴ εἶναι.
我所说的“无生”和“不可毁灭”,是指在严格意义上所说的:无生是指现在存在,且在以前说它“不存在”不是真实的;不可毁灭是指现在存在,且在以后说它 “不存在”将不是真实的。
ἢ εἰ μὲν ταῦτα ἀλλήλοις ἀκολουθεῖ καὶ τό τε ἀγένητον ἄφθαρτον καὶ τὸ ἄφθαρτον ἀγένητον, ἀνάγκη καὶ τὸ ἀΐδιον ἑκατέρῳ ἀκολουθεῖν, καὶ εἴτε ἀγένητον, ἀΐδιον, εἴτε ἄφθαρτον, ἀΐδιον.
或者,如果这两者互相伴随,即无生者即是不可毁灭的,不可毁灭者即是无生的,那么永恒也必然伴随它们中的每一个,无论是无生的便是永恒的,还是不可毁灭的便是永恒的。
δῆλον δὲ καὶ ἐκ τοῦ ὁρισμοῦ αὐτῶν· καὶ γὰρ ἀνάγκη, εἰ φθαρτόν, γενητόν.
这从它们的定义中也是显而易见的;因为如果某物是可毁灭的,它就必然是生成的。
ἢ γὰρ ἀγένητον ἢ γενητόν· εἰ δὲ ἀγένητον, ἄφθαρτον ὑπόκειται.
因为它要么是无生的,要么是生成的;但如果是无生的,已被假设为不可毁灭的。
καὶ εἰ γενητὸν δή, φθαρτὸν ἀνάγκη· ἢ γὰρ φθαρτὸν ἢ ἄφθαρτον· ἀλλʼ εἰ ἄφθαρτον, ἀγένητον ὑπέκειτο.
如果它确实是生成的,它就必然是可毁灭的;因为它要么是可毁灭的,要么是不毁灭的;但如果是不可毁灭的,已被假设为无生的。
εἰ δὲ μὴ ἀκολουθοῦσιν ἀλλήλοις τὸ ἄφθαρτον καὶ τὸ ἀγένητον, οὐκ ἀνάγκη οὔτε τὸ ἀγένητον οὔτε τὸ ἄφθαρτον ἀΐδιον εἶναι.
但是,如果不可毁灭和无生不互相伴随,那么无生者和不可毁灭者也都不必然是永恒的。
ὅτι δʼ ἀνάγκη ἀκολουθεῖν, ἐκ τῶνδε φανερόν.
然而,它们必然互相伴随,这从以下方面是显而易见的。
τὸ γὰρ γενητὸν καὶ τὸ φθαρτὸν ἀκολουθοῦσιν ἀλλήλοις.
因为生成的和可毁灭的互相伴随。
δῆλον δὲ καὶ τοῦτο ἐκ τῶν πρότερον· τοῦ γὰρ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἐστὶ μεταξὺ ᾧ μηδέτερον ἀκολουθεῖ, τοῦτο δʼ ἐστὶ τὸ γενητὸν καὶ φθαρτόν.
这也同样从先前的讨论中显而易见;因为在永远存在者和永远不存在者之间存在一个中间,两者都不伴随它,而这就是生成的和可毁灭的。
δυνατὸν γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ὡρισμένον χρόνον ἑκάτερον· λέγω δʼ ἑκάτερον καὶ εἶναι ποσόν τινα χρόνον καὶ μὴ εἶναι.
因为对于这两者中的每一个,都可能在限定的时间内存在和不存在;而我所说的“每一个”,是指在一定数量的时间内存在和不存在。
εἰ τοίνυν ἐστί τι γενητὸν ἢ φθαρτόν, ἀνάγκη τοῦτο μεταξύ εἶναι.
因此,如果有某物是生成的或可毁灭的,它就必然是这个中间物。
ἔστω γὰρ τὸ Α τὸ ἀεὶ ὄν, τὸ δὲ Β τὸ ἀεὶ μὴ ὄν, τὸ δὲ Γ γενητόν, τὸ δὲ Δ φθαρτόν.
因为设 A 为永远存在者,B 为永远不存在者,C 为生成者,D 为可毁灭者。
ἀνάγκη δὴ τὸ Γ μεταξύ εἶναι τοῦ Α καὶ τοῦ Β. τῶν μὲν γὰρ οὐκ ἔστι χρόνος ἐπʼ οὐδέτερον τὸ πέρας ἐν ᾧ ἢ τὸ Α οὐκ ἦν ἢ τὸ Β ἦν· τῷ δὲ γενητῷ ἀνάγκη ἢ ἐνεργείᾳ εἶναι δυνάμει, τοῖς δὲ ΑΒ οὐδετέρως.
那么 C 必然处于 A 和 B 之间。 因为对于前两者,任何一方都不存在一个时间的极限,使得 A 过去不存在,或者 B 过去存在;但对于生成者,它必然要么在现实中存在,要么在潜能(能力)中存在,而对于 A 和 B 而言,两者皆非。
ποσὸν ἄρα τινὰ καὶ ὡρισμένον χρόνον καὶ ἔσται καὶ πάλιν οὐκ ἔσται τὸ Γ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Δ φθαρτοῦ.
因此,C 将在某种确定的和限定的一定数量的时间内存在,并且再次不存在。 对于可毁灭的 D 也是如此。
γενητὸν ἄρα καὶ φθαρτὸν ἑκάτερον.
因此,每一个既是生成的又是可毁灭的。
ἀκολουθοῦσιν ἄρα ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτόν.
所以生成的和可毁灭的互相伴随。
ἔστω δὴ τὸ ἐφʼ ᾧ Ε ἀγένητον, τὸ δʼ ἐφʼ ᾧ Ζ γενητόν, τὸ δʼ ἐφʼ ᾧ Η ἄφθαρτον, τὸ δʼ ἐφʼ ᾧ Θ φθαρτόν.
现在,设 E 为“无生”,Z 为“生成的”,H 为“不可毁灭的”,Theta 为“可毁灭的”。
τὰ δὴ ΖΘ δέδεικται ὅτι ἀκολουθεῖ ἀλλήλοις.
已证明 Z 和 Theta 互相伴随。
ὅταν δʼ ᾖ οὕτω κείμενα ὡς ταῦτα, οἷον τὸ μὲν Ζ καὶ τὸ Θ ἀκολουθοῦντα, τὸ δὲ Ε καὶ τὸ Ζ μηθενὶ τῷ αὐτῷ, ἅπαντι δὲ θάτερον, ὁμοίως δὲ καὶ τὰ ΗΘ, ἀνάγκη καὶ τὰ ΕΗ ἀκολουθεῖν ἀλλήλοις.
当它们处于这样的关系时,即一方面 Z 和 Theta 互相伴随,另一方面 E 和 Z 不属于任何相同的事物,而对一切事物要么属于此者要么属于彼者,并且 H 和 Theta 也是如此,那么 E 和 H 也必然互相伴随。
ἔστω γὰρ τῷ Η τὸ Ε μὴ ἀκολουθοῦν.
因为设 E 不伴随 H。
τὸ ἄρα Ζ ἀκολουθήσει· παντὶ γὰρ τὸ Ε ἢ τὸ Ζ. ἀλλὰ μὴν ᾧ τὸ Ζ, καὶ τὸ Θ. τῷ ἄρα Η τὸ Θ ἀκολουθήσει.
那么 Z 必然伴随;因为对一切事物,要么属于 E 要么属于 Z。 然而,凡是 Z 所属于的,Theta 也属于。 因此,Theta 将伴随 H。
ἀλλʼ ὑπέκειτο ἀδύνατον εἶναι.
但这已被假设为是不可能的。