§1.1010 Τούτων δὲ διωρισμένων λέγωμεν μετὰ ταῦτα πότερον ἀγένητος ἢ γενητὸς καὶ ἄφθαρτος ἢ φθαρτός, διεξελθόντες πρότερον τὰς τῶν ἄλλων ὑπολήψεις· αἱ γὰρ τῦν ἐναντίων ἀποδείξεις ἀπορίαι περὶ τῶν ἐναντίων εἰσίν.
10 在界定这些之后,我们接下来讨论它是无生的还是生成的,以及是不灭的还是可毁灭的,在此之前,先详细考察其他人的见解;因为对立观点的证明,正是关于这些对立观点的疑难所在。
ἅμα δὲ καὶ μᾶλλον ἂν εἴη πιστὰ τὰ μέλλοντα λεχθήσεσθαι προακηκοόσι τὰ τῶν ἀμφισβητούντων λόγων δικαιώματα.
同时,对于那些已经听过争论双方论证合理性的人来说,接下来要说的话会更有说服力。
τὸ γὰρ ἐρήμην καταδικάζεσθαι δοκεῖν ἧττον ἂν?? μῖν ὑπάρχοι· καὶ γὰρ δεῖ διαιτητὰς ἀλλʼ οὐκ ἀντιδίκους εἶναι τοὺς μέλλοντας τἀληθὲς κρίνειν ἱκανῶς.
因为缺席审判的嫌疑在我们身上就会减少;因为那些打算充分裁决真理的人应当是仲裁人,而不是诉讼当事者。
γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν, ἀλλά γενόμενον οἱ μὲν ἀΐδιον, οἱ δὲ φθαρτὸν ὥσπερ ὁτιοῦν ἄλλο τῶν συνισταμένων, οἱ δʼ ἐναλλάξ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχειν φθειρόμενον, καὶ τοῦτο ἀεὶ διατελεῖν οὕτως, ὥσπερ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.
因此,所有人确实都说它是生成的,但虽然是生成的,有些人说它是永恒的,另一些人则说它是可毁灭的,就像其他任何结合而成的事物一样;还有一些人说它交替存在,时而如此,时而如彼,经历着毁灭,并且这种状态始终如此持续,正如阿克拉加斯的恩培多克勒和爱非斯的赫拉克利特所说。
τὸ μὲν οὖν γενέσθαι μὲν ἀΐδιον δʼ ὅμως εἶναι φάναι τῶν ἀδυνάτων.
因此,主张它既是生成的却又是永恒的,是属于不可能的事情。
μόνα γὰρ ταῦτα θετέον εὐλόγως ὅσα ἐπὶ πολλῶν ἢ πάντων ὁρῶμεν ὑπάρχοντα, περὶ δὲ τούτου συμβαίνει τοὐναντίον· ἅπαντα γὰρ τὰ γινόμενα καὶ φθειρόμενα φαίνεται.
因为我们只能合理地假定那些我们在许多或所有情况下都看到存在的事物,但在这一问题上发生的情况相反;因为所有生成的事物显然也都会消灭。
ἔτι δὲ τὸ μὴ ἔχον ἀρχὴν τοῦ ὡδὶ ἔχειν, ἀλλ᾿ ἀδύνατον ἄλλως ἔχειν πρότερον τὸν ἅπαντα αἰῶνα ἀδύνατον καὶ μεταβάλλειν· ἔσται γάρ τι αἴτιον, ὃ εἰ ὑπῆρχε πρότερον, δυνατὸν ἂν ἦν ἄλλως ἔχειν τὸ ἀδύνατον ἄλλως ἔχειν.
此外,如果一个事物在以往的所有永恒中都没有“处于这种状态”的起点,而是不可能处于其他状态,那么它也是不可能发生变化的;因为必定存在某种原因,如果该原因先前就存在,那么原本不可能处于其他状态的事物,就有可能处于其他状态了。
εἰ δὲ πρότερον ἐξ ἄλλως ἐχόντων συνέστη ὁ κόσμος, εἰ μὲν ἀεὶ οὕτως ἐχόντων καὶ ἀδυνάτων ἄλλως ἔχειν, οὐκ ἂν ἐγένετο.
如果在先前,世界是由处于其他状态的事物结合而成的,如果这些事物始终处于那种状态且不可能处于其他状态,那么世界就不会生成。
εἰ δὲ γέγονεν, ἀνάγκη δηλονότι κἀκεῖνα δυνατὰ εἶναι ἄλλως ἔχειν καὶ μή ἀεὶ οὕτως ἔχειν, ὥστε καὶ συνεστῶτα διαλυθήσεται καὶ διαλελυμένα συνέστη ἔμπροσθεν, καὶ τοῦτʼ ἀπειράκις ἢ οὕτως εἶχεν ἢ δυνατὸν ἦν.
但如果它生成了,显然那些成分也必然能够处于其他状态,而不是始终处于那种状态,从而结合起来的也将会被瓦解,而在先前被瓦解的也曾结合过,且这种情况在无限中要么已经发生,要么曾经是可能的。
εἰ δὲ τοῦτʼ, οὐκ ἂν εἴη ἄφθαρτος, οὔτʼ εἰ ἄλλως εἶχέ ποτε οὔτʼ εἰ δυνατὸν ἄλλως ἔχειν.
如果真是这样,那么无论它过去是否曾处于其他状态,还是可能处于其他状态,它都不可能是不灭的。
ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσι φέρειν ἑαυτοῖς τῶν λεγόντων ἄφθαρτον μὲν εἶναι γενόμενον δέ, οὐκ ἔστιν ἀληθής· ὁμοίως γάρ φασι τοῖς τὰ διαγράμματα γράφουσι καὶ σφᾶς εἰρηκέναι περὶ τῆς γενέσεως, οὐχ ὡς γενομένου ποτέ, ἀλλὰ διδασκαλίας χάριν ὡς μᾶλλον γνωριζόντων, ὥσπερ τὸ διάγραμμα γιγνόμενον θεασαμένους.
至于那些主张世界是不灭的却是生成的人,其中一些人试图用来为自己辩护的理由,并不是真实的;因为他们说,就像那些绘制几何图形的人一样,他们谈论世界的生成,并不是说它曾经真正生成,而是为了教学的缘故,以便让人更容易理解,就像看到图形正在被绘制出来一样。
τοῦτο δʼ ἐστίν, ὥσπερ λέγομεν, οὐ τὸ αὐτό· · ἐν μὲν γὰρ τῇ ποιήσει τῶν διαγραμμάτων πάντων τεθέντων εἶναι ἅμα τὸ αὐτὸ συμβαίνει, ἐν δὲ ταῖς τούτων ἀποδείξεσιν οὐ ταὐτόν.
但这正像我们所说,并不是同一回事;因为在图形的绘制中,当假定所有元素同时存在时,其结果在同一时刻也保持一致,但在这些人的证明中情况并非如此。
ἀλλʼ ἀδύνατον· τὰ γὰρ λαμβανόμενα πρότερον καὶ ὕστερον ὑπεναντία ἐστίν· ἐξ ἀτάκτων γὰρ τεταγμένα γενέσθαι φασίν, ἅμα δὲ τὸ αὐτὸ ἄτακτον εἶναι καὶ τεταγμένον ἀδύνατον, ἀλλʼ ἀνάγκη γένεσιν εἶναι τὴν χωρίζουσαν καὶ χρόνον· ἐν δὲ τοῖς διαγράμμασιν οὐδὲν τῷ χρόνῳ κεχώρισται.
相反,这是不可能的;因为先后所假设的要素是相互矛盾的;因为他们说,有序的事物是从无序的事物中生成的,而同一个事物同时既是无序的又是有序的是不可能的;相反,必然存在一个将两者分开的生成和时间;但在几何图形中,没有任何东西是被时间所分隔的。
ὅτι μὲν οὖν ἀδύνατον αὐτὸν ἅμʼ ἀΐδιον εἶναι καὶ γενέσθαι, φανερόν.
因此,宇宙不可能同时既是永恒的又是生成的,这是显而易见的。
τὸ δʼ ἐναλλὰξ συνιστάναι καὶ διαλύειν οὐδὲν ἀλλοιότερον ποιεῖν ἐστὶν ἢ τὸ κατασκευάζειν αὐτὸν ἀΐδιον μὲν ἀλλὰ μεταβάλλοντα τὴν μορφήν, ὥσπερ εἴ τις ἐκ παιδὸς ἄνδρα γινόμενον καὶ ἐξ ἀνδρὸς παῖδα ὁτὲ μὲν φθείρεσθαι τὲ δʼ εἶναι οἴοιτο· δῆλον γὰρ ὅτι καὶ εἰς ἄλληλα τῶν στοιχείων συνιόντων οὐχ ἡ τυχοῦσα τάξις γίγνεται καὶ σύστασις, ἀλλʼ ἡ αὐτή, ἄλλως τε καὶ κατὰ τοὺς τοῦτον τὸν λόγον εἰρηκότας, οἱ τῆς διαθέσεως ἑκατέρας αἰτιῶνται τὸ ἐναντίον.
而主张它交替结合和瓦解,与主张它虽然是永恒的但改变其形式并没有什么不同,就像有人如果认为一个从男孩变成男人、又从男人变成男孩的人,是在某些时候被毁灭,在另一些时候存在着一样;因为显然,当元素相互结合时,所产生的并非随意的秩序和组合,而是相同的秩序和组合,尤其是根据那些提出这一论点的人,他们将相反的力量归结为这两种状态中每一种的原因。
ὥστʼ εἰ τὸ ὅλον σῶμα συνεχὲς ὂν ὁτὲ μὲν οὕτως ὁτὲ δʼ ἐκείνως διατίθεται καὶ διακεκόσμηται, ἡ δὲ τοῦ ὅλου σύστασίς ἐστι κόσμος καὶ οὐρανός, οὐκ ἂν ὁ κόσμος γίγνοιτο καὶ φθείροιτο, ἀλλʼ αἱ διαθέσεις αὐτοῦ.
因此,如果作为连续体的整体身体,时而处于这种状态,时而处于那种状态并被加以整饰,而整体的组合就是世界和天宇,那么生成的和毁灭的就不会是世界,而只是它的状态。
τὸ δʼ ὅλως γενόμενον φθαρῆναι καὶ μὴ ἀνακάμπτειν ὄντος μὲν ἑνὸς ἀδύνατόν ἐστιν· πρὶν γὰρ γενέσθαὶ ἀεὶ ὑπῆρχεν ἡ πρὸ αὐτοῦ σύστασις, ἣν μὴ γενομένην οὗχ οἷόν τʼ εἶναί φαμεν μεταβάλλειν· ἀπείρων δʼ ὄντων ἐνδέχεται μᾶλλον.
而一旦生成的物体毁灭且不再循环复归,如果这物体是单一的,那是不可能的;因为在它生成之前,它先前的组合就已经始终存在,我们说如果该组合不生成,它就是不可能改变的;但如果世界是无限的,这倒更有可能。
ἀλλὰ μὴν καὶ τοῦτο πότερον ἀδύνατον ἢ δυνατόν, ἔσται δῆλον ἐκ τῶν ὕστερον· εἰσὶ γάρ τινες οἷς ἐνδέχεσθαι δοκεῖ καὶ ἀγένητόν τι ὂν φθαρῆναι κμὶ γενόμενον ἄφθαρτον διατελεῖν, ὥσπερ ἐν τῷ Τιμαίῳ.
然而,这也究竟是不可能的还是可能的,从后面的讨论中将会变得清晰;因为对某些人来说,无生的事物被毁灭、以及生成的事物持续不灭似乎都是可能的,正如在《蒂迈欧篇》中所说的那样。
ἐκεῖ γάρ φησι τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλʼ ἔσεσθαί γε τὸν ἀεὶ χρόνον.
因为在其中,他说天宇虽然是生成的,但却将在未来的所有时间中存在。
πρὸς οὓς φυσικῶς μὲν περὶ τοῦ οὐρανοῦ μόνον εἴρηται, καθόλου δὲ περὶ ἅπαντος σκεψαμένοις ἔσται καὶ περὶ τούτου δῆλον.
针对这些人,虽然从自然学的角度来看只讨论了关于天宇的问题,但如果我们对一切事物进行普遍的考察,关于这点也将变得清晰。