§1.1111 Πρῶτον δὲ διαιρετέον πῶς ἀγένητα καὶ γενητά φαμεν καὶ φθαρτὰ καὶ ἄφθαρτα· πολλαχῶς γὰρ λεγομένων, κἂν μηδὲν διαφέρῃ πρὸς τὸν λόγον, ἀνάγκη τὴν διάνοιαν ἀορίστως ἔχειν, ἄν τις τῷ διαιρουμένῳ πολλαχῶς ὡς ἀδιαιρέτῳ χρῆται· ἄδηλον γὰρ κατὰ ποίαν φύσιν αὐτῷ συμβαίνει τὸ λεχθέν.
11 首先,我们必须区分我们在何种意义上说“无生的”和“生成的”,以及“可毁灭的”和“不灭的”;因为由于这些词有多重含义,即使对论证没有影响,如果有人把多重含义、可区分的概念当作不可区分的概念来使用,其思想也必然处于一种不确定的状态;因为这会使得所说的事情是根据何种本性而属于它是模糊不清的。
λέγεται δʼ ἀγένητον ἕνα μὲν τρόπον ἐὰν ᾖ τι νῦν πρότερον μὴ ὂν ἄνευ γενέσεως καὶ μεταβολῆς, καθάπερ ἔνιοι τὸ ἅπτεσθαι καὶ τὸ κινεῖσθαι λέγουσιν· οὐ γὰρ εἶναι γίνεσθαί φασιν ἁπτόμενον, οὐδὲ κινούμενον.
“无生的”在一种意义上是指:如果某个现在存在的事物在先前并不存在,但它并未经历生成 and 变化,正如有些人关于“接触”和“运动”所说的那样;因为他们说并没有“正在接触”或“正在运动”的生成过程。
ἕνα δʼ εἴ τι ἐνδεχόμενον γίνεσθαι ἢ γενέσθαι μή ἐστιν· ὁμοίως γὰρ καὶ τοῦτο ἀγένητον, ὅτι ἐνδέχεται γενέσθαι.
在另一种意义上,是指如果某个有可能生成或已经生成的事物现在并不存在;因为在这个意义上,它同样也是“无生的”,因为它有可能生成。
ἕνα δʼ εἴ τι ὅλως ἀδύνατον γενέσθαι, ὥσθʼ ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή.
在另一种意义上,是指如果某事物完全不可能生成,以至于它时而存在、时而弗存。
τὸ δʼ ἀδύνατον λέγεται διχῶς. ἢ γὰρ τῷ μὴ ἀληθὲς εἶναι εἰπεῖν ὅτι γένοιτʼ ἄν, ἢ τῷ μὴ ῥᾳδίως μηδὲ ταχὺ ἢ καλῶς.
而“不可能”有双重含义:要么是因为说它“可能生成”是不真实的,要么是因为它不能轻易、迅速或很好地生成。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ γενητὸν ἕνα μὲν εἰ μὴ ὂν πρότερον ὕστερον ἔστιν, εἴτε γενόμενον εἴτʼ ἄνευ τοῦ γίνεσθαι, ὁτὲ μὲν μὴ ὄν, πάλιν δʼ ὄν· ἕνα δʼ εἰ δυνατόν, εἴτε τῷ ἀληθεῖ διορισθέντος τοῦ δυνατοῦ εἴτε τῷ ῥᾳδίως· ἕνα δ᾿ ἐὰν ἡ γένεσις αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, εἴτʼ ἤδη ὄντος, διὰ τοῦ γίνεσθαι δʼ ὄντος, εἴτε καὶ μήπω ὄντος, ἀλλ᾿ ἐνδεχομένου.
同样, “生成的”在一种意义上是指,如果它先前不存在而后来存在,无论它是通过生成还是无需经过生成,时而不存在,随后又存在;在另一种意义上是指如果它是可能的,无论这种“可能”是根据真实性来界定,还是根据“容易”来界定;在另一种意义上,是指它的生成是从非存在过渡到存在,无论是通过生成过程而已经是存在的,还是尚未存在但有可能存在。
καὶ φθαρτὸν δὲ καὶ ἄφθαρτον ὡσαύτως· εἴτε γὰρ πρότερόν τι ὂν ὕστερον ἢ μή ἐστιν ἢ ἐνδέχεται με` εἶναι, φθαρτὸν εἶναί φαμεν, εἴτε φθειρόμενόν ποτε καὶ μεταβάλλον, εἴτε μή.
而“可毁灭的”和“不灭的”也是如此:因为如果某个先前存在的事物在后来要么不存在,要么有可能不存在,我们就说它是可毁灭的,无论它是否在某个时候正在消灭和改变。
ἔστι δʼ ὅτε καὶ τὸ διὰ τοῦ φθείρεσθαι ἐνδεχόμενον μὴ εἶναι φθαρτὸν εἶναί φαμεν, καὶ ἔτι ἄλλως τὸ ῥᾳδίως φθειρόμενον, ὃ εἴποι ἄν τις εὔφθαρτον.
有时我们也说,凡是通过消灭过程而有可能不存在的事物是可毁灭的;此外在另一种意义上,容易被毁灭的事物也是可毁灭的,人们可以称之为“易毁的”。
καὶ περὶ τοῦ ἀφθάρτου ὁ αὐτὸς λόγος· ἢ γὰρ τὸ ἄνευ φθορᾶς ὁτὲ μὲν ὂν ὁτὲ δὲ μὴ ὄν, οἷον τὰς ἁφάς, ὅτι ἄνευ τοῦ φθείρεσθαι πρότερον οὖσαι ὕστερον οὐκ εἰσίν, ἢ τὸ ὂν μὲν δυνατὸν δὲ μὴ εἶναι, ἢ οὐκ ἐσόμενόν ποτε, νῦν δʼ ὄν· σὺ γὰρ εἶ, καὶ ἡ ἁφὴ νῦν· ἀλλʼ ὅμως φθαρτόν, ὅτι ἔσται ποτὲ ὅτε οὐκ ἀληθές σε εἰπεῖν ὅτι εἶ, οὐδὲ ταῦτα ἅπτεσθαι.
关于“不灭的”,道理也是一样的:要么是指那些在没有经历毁灭的情况下、时而存在、时而弗存的事物,例如接触,因为它们在先前存在而后来不存在,却并未经历消灭;要么是指存在着但有可能不存在的事物;要么是指那些永远不会不存在、但现在存在着的事物;因为你现在存在,接触现在也存在;但它们仍然是可毁灭的,因为总会有一个时刻,说你存在、或者说这些东西在接触是不真实的。
τὸ δὲ μάλιστα κυρίως, τὸ ὂν μέν, ἀδύνατον δὲ φθαρῆναι οὕτως ὥστε νῦν ὂν ὕστερον μὴ εἶναι ἢ ἐνδέχεσθαι μὴ εἶναι, ἢ καὶ τὸ μήπω ἐφθαρμένον, οὐκ ἐνδεχόμενον δʼ ὕστερον μὴ εἶναι.
但在最严格、最本真意义上,是指虽然存在着,但不可能被毁灭,以至于现在存在而后来不存在、或者有可能不存在;或者指尚未被毁灭、且后来不可能不存在的事物。
λέγεται δʼ ἄφθαρτον καὶ τὸ μὴ ῥᾳδίως φθειρόμενον.
容易不被毁灭的事物也被称为不灭的。
εἰ δὴ ταῦθʼ οὕτως ἔχει, σκεπτέον πῶς λέγομεν τὸ δυνατὸν καὶ ἀδύνατον· τό τε γὰρ κυριώτατα λεγόμενον ἄφθαρτον τῷ μὴ δύνασθαι φθαρῆναι ἄν, μηδʼ ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή· λέγεται δὲ καὶ τὸ ἀγένητον τὸ ἀδύνατον, καὶ τὸ μὴ δυνάμενον γενέσθαι οὕτως ὥστε πρότερον μὲν μὴ εἶναι ὕστερον δὲ εἶναι, οἷον τὴν διάμετρον σύμμετρον.
如果这些情况确实如此,我们就必须考察我们是如何说“可能的”和“不可能的”;因为最本真意义上的“不灭”,是指它不可能被毁灭,也不可能时而存在、时而弗存;而且“无生的”也指那种“不可能的”、即不能以先前不存在而后来存在的方式生成的事物,例如对角线是可通约的。
εἰ δὴ τι δύναται κινηθῆναι στάδια ἑκατὸν ἢ ἆραι βάρος, ἀεὶ πρὸς τὸ πλεῖστον λέγομεν, οἷον τάλαντα ἆραι ἑκατὸν ἂ στάδια βαδίσαι ἑκατόν (καίτοι καὶ τὰ μόρια δύναται τὰ ἐντός, εἴπερ καὶ τὴν ὑπεροχήν), ὡς δέον ὁρίζεσθαι πρὸς τὸ τέλος καὶ τὴν ὑπεροχὴν τὴν δύναμιν.
如果某个事物能够移动一百斯塔德或者举起重物,我们总是针对其最大能力而言,例如能举起一百塔兰同或者步行一百斯塔德(虽然它也能完成其内部的各个部分,既然它能完成那超过的部分),因为力量必须根据其终点和最大值来界定。
ἀνάγκη μὲν οὖν τὸ δυνατὸν καθʼ ὑπεροχὴν τοσαδὶ καὶ τὰ ἐντὸς δύνασθαι, οἷον εἰ τάλαντα ἑκατὸν ἆραι, καὶ δύο, κἀν εἰ στάδια ἑκατόν, καὶ δύο δύνασθαι βαδίσαι. ἡ δὲ δύναμις τῆς ὑπεροχῆς ἐστίν·
因此,在最大值上能做到这么多的人,必然也能够做到其范围内的各部分,例如如果能举起一百塔兰同,也就能举起两塔兰同;如果能走一百斯塔德,也就能走两斯塔德。
κἂν εἴ τι ἀδύνατον τοσονδὶ καθʼ ὑπερβαλὴν εἰπόντων, καὶ τὰ πλείω ἀδύνατον, οἷον ὁ χίλια βαδίσαι στάδια μὴ δυνάμενος δῆλον ὅτι καὶ χίλια καὶ ἕν.
因为力量是针对最大值而言的;而如果我们在最大值上说某事做不到这么多,那么对于更大的数量它也同样做不到,例如一个不能步行一千斯塔德的人,显然也不能步行一千零一斯塔德。
μηδὲν δʼ ἡμᾶς παρενοχλείτω· διωρίσθω γὰρ κατὰ τῆς ὑπεροχῆς τὸ τέλος λεγόμενον τὸ κυρίως δυνατόν.
但任何事情都不要困扰我们;因为让根据最大值所说的终点,被界定为最本真意义上的“可能”。
τάχα γὰρ ἐνσταίη τις ἂν ὡς οὐκ ἀνάγκη τὸ λεχθέν· ὁ γὰρ ὁρῶν στάδιον οὐ καὶ τὰ ἐντὸς ὄψεται μεγέθη, ἀλλά τοὐναντίον μᾶλλον ὁ δυνάμενος ἰδεῖν στιγμὴν ἢ ἀκοῦσαι μικροῦ ψόφου καὶ τῶν μειζόνων ἕξει αἴσθησιν.
因为也许有人会反对说,所说的话并不是必然的:因为一个能看见一斯塔德外事物的人,不见得能看见其内部的尺度,相反,一个能看见一个点或听到微弱声音的人,必然对更大的事物也有感觉。
ἀλλʼ οὐδὲν διαφέρεὶ πρὸς τὸν λόγον· διωρίσθω γὰρ ἤτοι ἐπὶ τῆς δυνάμεως ἢ ἐπὶ τοῦ πράγματος ἡ ὑπερβολή.
但这对于我们的论证并无影响;因为不管这最大值是在能力方面还是在事物方面被界定。
τὸ γὰρ λεγόμενον δῆλον· ἡ μὲν γὰρ ὄψις ἡ τοῦ ἐλάττονος ὑπερέχει, ἡ δὲ ταχυτὴς ἡ τοῦ πλείονος.
因为所说的是很明显的:视力的卓越是在于能看到更小的东西,而速度的卓越则是在于能跨越更大的距离。