Humanitext Reader

亚里士多德 · 论听闻物 §65-74

清脆声与破裂声的特征及口吃的原因

第 7 段,共 7 段 · 希腊语

内容简介

作者通过物理器皿的类比解释了清脆、沙哑和带气声音的特征,并将口吃归因于气流过猛导致舌头运动难以转换。

§65Λιγυραὶ δʼ εἰσὶ τῶν φωνῶν αἰ λεπταὶ καὶ πυκναί, καθάπερ καὶ ἐπὶ τῶν τεττίγων καὶ τῶν ἀκρίδων καὶ αἱ τῶν ἀηδόνων, καὶ ὅλως. ὅσαις λεπταῖς οὔσαις μηθεὶς ἀλλότριος ἧχος παρακολουθεῖ.
清脆的声音是指那些细小而密集的声音,正如蝉和蝗虫的情况一样,以及夜莺的声音也是如此,并且一般而言,指所有本身虽细小,却没有任何异样杂音伴随的声音。
Ὄλως γὰρ οὐκ ἔστιν οὔτʼ ἐν ὄγκῳ φωνῆς τὸ λιγυρόν, οὔτʼ ἐν τόνοις ἀνιεμένοις καὶ βαρέσιν, οὔτʼ ἐν ταῖς τῶν φθόγγων ἁφαῖς, ἀλλὰ μάλλον ὀξύτητι καὶ λεπτότητι καὶ ἀκριβείᾳ.
因为一般来说,声音的清脆既不在于声音的容量,也不在于松弛而低沉的音调,亦不在于音与音的接触,而是在于尖锐、细小和精确。
§66Διὸ καὶ τῶν ὀργάνων τὰ λεπτὰ καὶ σύντονα καὶ μὴ ἔχοντα κέρας τὰς φωνὰς ἔχει λιγυρωτέρας· ὁ γὰρ ἀπὸ τῶν ὑδάτων ἧχος, καὶ ὅλως ὅταν ἀπό τινος γιγνόμενος παρακολουθῇ, συνέχει τὴν ἀκρίβειαν τῶν φθόγγων.
因此,在乐器中,那些细小、紧绷且没有号角(扬声口)的乐器发出的声音更为清脆;因为来自水流的噪音,以及一般来说来自某种声源并伴随而来的噪音,会妨碍声音的精确性。
Σαθραὶ δʼ εἰσὶ καὶ παρερρυηκυῖαι τῶν φωνῶν ὅσαι μέχρι τινὸς φερόμεναι συνεχεῖς διασπώνται.
另一方面,所谓沙哑和漏气的声音,是指那些一直连续传播到某一处,随后便发生分裂的声音。
§67Φανερώτατον δὲ τοῦτʼ ἐστὶν ἐπὶ τοῦ κεράμου· πᾶς γάρ ὁ ἐκ πληγῆς ῥαγεὶς ποιεῖ τὸν ἧχον σαθρόν, διασπωμένης τῆς κινήσεως κατὰ τὴν πληγήν, ὥστε μηκέτι γίγνεσθαι τοὺς ἐκπίπτοντας ἤχους συνεχεῖς.
这在陶器上是最为明显的;因为所有因撞击而破裂的陶器都会使声音变得沙哑,这是由于运动在撞击时发生分裂,从而使排出的声音不再连续。
Ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐρρωγότων κεράτων καὶ ἐπὶ τῶν χορδῶν τῶν παρανενευρισμένων.
这同样发生在破裂角笛以及受损而参差不齐的琴弦上。
§68Ἐπὶ πάντων γὰρ τῶν τοιούτων μέχρι μέν τινος ὁ ἦχος φέρεται συνεχής, ἔπειτα διασπᾶται, καθʼ ὅ τι ὅν ᾖ μὴ συνεχὲς τὸ ὑποκείμενον, ὥστε μὴ μίαν γίγνεσθαι πληγὴν ἀλλὰ διεσπασμένην, καὶ φαίνεσθαι τὸν ἦχον σαθρόν.
因为在所有此类事物中,声音在某一程度上是连续传播的,但随后在其基底材料不连续的地方发生分裂,使得撞击不再是一次而是分裂的,从而使声音显得沙哑。
§69Σχεδὸν γὰρ παραπλήσιαι τυγχάνουσιν οὗσαι ταῖς τραχείαις· πλὴν ἐκεῖναι μέν εἰσιν ἀπʼ ἀλλήλων κατὰ μικρὰ μέρη διεσπασμέναι, τῶν δὲ σαθρῶν αἱ πλεῖσται τὰς μὲν ἀρχὰς ἔχουσι συνεχεῖς, ἔπειτʼ εἰς πλείω μέρη τὴν διαίρεσιν λαμβάνουσιν.
因为它们实际上与粗糙的声音几乎相似;不同之处在于,粗糙的声音是以微小的部分相互分裂的,而大多数沙哑的声音开始部分是连续的,随后才分裂成若干部分。
§70Δασεῖαι δʼ εἰσὶ τῶν φωνῶν ὅσαις ἔσωθεν τὸ πνεῦμα εὐθέως συνεκβάλλομεν μετὰ τῶν φθόγγων, ψιλαὶ δʼ εἰσὶ τοὐναντίον ὅσαι γίγνονται χωρὶς τῆς τοῦ πνεύματος ἐκβολῆς.
此外,有气的声音是指我们立即将气流从内部与声音一起喷出的声音,相反,无气的声音是指在没有喷出气流的情况下产生的声音。
Ἀπορρήγνυσθαι δὲ συμβαίνει τὰς φωνάς, ὅταν μηκέτι δύνωνται τὸν ἀέρα μετὰ πληγῆς ἐκπέμπειν, ἀλλʼ ὁ περὶ τὸν πνεύμονα τόπος αὐτῶν ὑπὸ τῆς διαστάσεως ἐκλυθῇ.
而声音之所以会中断,是因为它们无法再通过撞击排出空气,而是肺部周围的部位因过度拉伸而松弛。
§71Ὤσπερ γὰρ καὶ τὰ σκεύη καὶ τοὺς ὤμους ἐκλύεσθαι συμβαίνει τὸ τελευταῖον συντόνως, οὕτως καὶ τὸν περὶ τὸν πνεύμονα τόπον.
因为正如车辆和肩膀在紧绷之后最终也会松弛一样,肺部周围的部位也是如此。
Κοῦφον γὰρ ἔξω φέρεσθαι τὸ πνεῦμα διὰ τὸ μὴ γίνεσθαι βίαιον αὐτοῦ τὴν πληγήν.
因为由于气流的撞击不再猛烈,气流便轻微地向外输送。
Ἄμα δὲ καὶ διὰ τὸ τετραχύνθαι τὴν ἀρτηρίαν αὐτῶν ἰσχυρῶς, οὐ δύναται τὸ πνεῦμα ἔξω φέρεσθαι συνεχές, ἀλλὰ διεσπασμένον, ὡς ἀπερρωγυίας γίγνεσθαι τὰς φωνὰς αὐτῶν.
同时,也因为他们的气管已严重变粗糙,气流无法连续向外输送,而是分裂开来,以致他们的声音变得中断。
§72Καί τινες οἴονται διὰ τὴν τοῦ πνεύμονος γλισχρότητα τὸ πνεῦμα οὐ δύνασθαι περαιοῦσθαι περὶ τὸν ἔξω τόπον, διαμαρτάνοντες· φθέγγονται μὲν γὰρ ἀλλʼ οὐ δύνανται γεγωνεῖν διὰ τὸ μὴ γίνεσθαι μετὰ συντονίας τὴν τοῦ ἀέρος πληγήν, ἀλλὰ μόνον φωνοῦσιν, ὡς ἂν ἀπʼ αὐτοῦ τοῦ φάρυγγος τὸ πνεῦμα βιαζόμενον.
有些人认为,由于肺部的粘稠,气流无法穿透到外部区域,但他们误解了;因为他们确实发声,但由于对空气的撞击未能带着紧绷发生,因而无法大声说话,而只是发出声音,仿佛气流是从喉头本身被强行推挤出来的一样。
§73Τῶν δʼ σχνοφώνων οὔτε περὶ τὰς φλέβας οὔτε περὶ τὰς ἀρτηρίας ἐστὶ τὸ πάθος, ἀλλὰ περὶ τὴν κίνησιν τῆς γλώττης.
然而,口吃者的障碍既不在于血管,也不在于气管,而是在于舌头的运动。
Χαλεπῶς γὰρ αὐτὴν μεταφέρουσιν, ὅταν ἕτερον δέῃ φθόγγον εἰπεῖν.
因为当需要发出另一个声音时,他们很难移动舌头。
Διὸ καὶ πολὺν χρόνον τὸ αὐτὸ ῥῆμα λέγουσιν, οὐ δυνάμενοι τὸ ἑξῆς εἰπεῖν, ἀλλὰ συνεχῶς τῆς κινήσεως καὶ τοῦ πνεύμονος αὐτῶν ἐπὶ τὴν αὐτὴν ὁρμὴν φερομένου διὰ τὸ πλῆθος καὶ τὴν βίαν τοῦ πνεύματος.
因此,他们会在很长一段时间内重复同一个词,无法说出接下来的词,因为由于气流的丰富和猛烈,他们的运动和气流被持续地带向同一个冲动。
§74Ὤσπερ γὰρ καὶ τὸ σῶμα ὅλον τῶν τρεχόντων βιαίως χαλεπόν ἐστιν ἐκ τῆς ὁρμῆς εἰς ἄλλην κίνησιν μεταστῆσαι, τὸν αὐτὸν τρόπον καὶ κατά μέρος.
因为正如很难将猛烈奔跑者的整个身体从其冲动转向另一种运动一样,局部器官也是如此。
Διὸ καὶ πολλάκις τὸ μὲν ἑξῆς εἰπεῖν οὐ δύνανται, τὸ δὲ μετά τοῦτο λέγουσι ῥᾳδίως, ὅταν ἄλλην ποιήσωνται τῆς κινήσεως ἀρχήν.
因此,他们也常常无法说出接下来的那个词,但当他们为运动做出另一个起点时,却能轻易说出再后来的词。
Δῆλον δʼ ἐστίν· καὶ γὰρ τοῖς ὀργιζομένοις τοῦτο συμβαίνει πολλάκις διὰ τὸ βίαιον αὐτῶν γίγνεσθαι τὴν τοῦ πνεύματος φοράν.
这是显而易见的;因为这也经常发生在发怒的人身上,因为他们的气流运行变得猛烈。

词汇与语法注释

  1. §65ὅσαις λεπταῖς οὔσαις — 与格关系代名词 `ὅσαις` 表现出向省略的与格先行词(可能为 `ταῖς φωναῖς`)的“同化”(attraction),同时也受后文支配与格的动词 `παρακολουθεῖ` 的支配。
  2. §66συνέχει τὴν ἀκρίβειαν — 动词 `συνέχω` 通常表示“维持”,但在此处伴随外部杂音(`ἧχος`)的语境中,它起否定作用,意为“压制”、“妨碍”或“损害”声音的纯净度。
  3. §68καθʼ ὅ τι ἂν ᾖ — 带有 `ἄν` 和虚拟语气的泛指关系从句,意为“在任何……的地方”。表示在物理材料(`τὸ ὑποκείμενον`)不连续的任何地方,声音都会分裂。
  4. §73τῆς κινήσεως καὶ τοῦ πνεύματος ... φερομένου — 在此属格独立结构中,虽然列出了两个主语(`κίνησις` 和 `πνεῦμα`),但分词 `φερομένου` 仅与距离较近的单数名词 `πνεύματος` 在数上保持一致。

引用这一段

亚里士多德, 论听闻物 §65-74. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg004.humanitext-grc1:65-74

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。