§43Δῆλον δέ· τὰ γὰρ ὑπέρογκα τῶν βελῶν βιαιοτάτην φέρεται τὴν φοράν, καὶ τὰ ῥεύματα φερόμενα διὰ τῶν εὐρίπων· καὶ γὰρ ταῦτα γίγνεται σφοδρότατα περὶ αὐτὰς τὰς στενοχωρίας οὐ δυνάμενα ταχέως ὑπείκειν, ἀλλὰ ὑπὸ πολλῆς ὠθούμενα βίας.
这是显而易见的;因为过分巨大的投射物会以最猛烈的势头运行,通过海峡运行的水流也是如此;因为这些水流在狭窄的地方附近也会变得最剧烈,由于它们无法迅速让路,而是被巨大的力量推动着。
Ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ περὶ τὰς φωνὰς καὶ τοὺς ψόφους.
在声音和噪音中也同样发生这种情况。
§44Φανερὸν δʼ ἐστίν· πάντες γὰρ οἱ βίαιοι γίγνονται σκληροί, καθάπερ καὶ τῶν κιβωτίων καὶ τῶν στροφέων, ὅταν ἀνοίγωνται βιαίως, καὶ τοῦ χαλκοῦ καὶ τοῦ σιδήρου.
这也是明显的;因为所有猛烈的声音都会变得坚硬,正如箱子和铰链在被猛烈打开时的声音,以及青铜和铁的声音一样。
Καὶ γὰρ ἀπὸ τῶν ἀκμόνων γίγνεται σκληρὸς καὶ μαλακός, ὅταν ἐλαύνωσι κατεψυγμένον καὶ σκληρὸν ἤδη τὸν σίδηρον.
实际上,从铁砧上发出的声音,当人们锻打已经冷却变硬的铁时,也会变得坚硬而不柔和。
§45Ἔτι δὲ ἀπὸ τῆς ῥίνης, ὅταν ῥινῶσι καὶ χαράττωσι τὰ σιδήρια καὶ τοὺς πρίονας, ἐπεὶ καὶ τῶν βροντῶν αἱ βιαιόταται γίγνονται σκληρόταται καὶ τῶν ὑδάτων τὰ καλούμενα ῥαγδαῖα τὴν βίαν.
此外,当人们用锉刀锉削并磨尖铁器和锯子时发出的声音也是如此;因为最猛烈的雷声会变得最坚硬,而被称为暴雨的水流也因其猛烈而发出最坚硬的声音。
Ἡ μὲν γὰρ ταχυτὴς τοῦ πνεύματος ποιεῖ τὴν φωνὴν ὀξεῖαν, ἡ δὲ βία σκληράν.
因为气流的速度使声音变得尖锐,而其力量使声音变得坚硬。
§46Διόπερ οὐ μόνον συμβαίνει τοὺς αὐτοὺς ὁτὲ μὲν ὀξυτέραν ὁτὲ δὲ βαρυτέραν, ἀλλὰ καὶ σκληροτέραν καὶ μαλακωτέραν.
因此,相同的人不仅有时发出较尖锐的声音,有时发出较沉重的声音,而且还会发出较坚硬和较柔和的声音。
Καίτοι τινὲς ὑπολαμβάνουσι διὰ τὴν σκληρότητα τῶν ἀρτηριῶν τὰς φωνὰς γίγνεσθαι σκληράς, διαμαρτάνοντες· τοῦτο μὲν γὰρ βραχύ τι συμβάλλεται παντελῶς, ἀλλʼ ἡ τοῦ πνεύματος γιγνομένη πληγὴ βιαίως ὑπὸ τοῦ πνεύμονος.
然而,有些人认为声音变硬是因为气管的坚硬,他们弄错了;因为这完全只有极微小的贡献,而实际上是肺部猛烈产生气流的撞击所致。
§47Ὥσπερ γὰρ καὶ τὰ σώματα τῶν μέν ἐστιν ὑγρὰ καὶ μαλακὰ τῶν δὲ σκληρὰ καὶ σύντονα, τὸν αὐτὸν τρόπον καὶ ὁ πνεύμων.
因为正如有些人的身体是湿润且柔软的,有些人的身体是坚硬且紧绷的,肺部也是如此。
Διόπερ τῶν μὲν μαλακὸν ἐκπίπτει τὸ πνεῦμα, τῶν δὲ σκληρὸν καὶ βίαιον, ἐπεὶ διότι γε τὴν ἀρτηρίαν αὐτὴν μικράν τινα συμβαίνει παρέχεσθαι δύναμιν, ῥᾴδιον συνιδεῖν.
因此,从一些人那里排出的气流是柔和的,而从另一些人那里排出的气流是坚硬且猛烈的,因为我们很容易看出,气管本身所提供的力量是非常微小的。
§48Οὐδεμία γάρ ἐστιν ἀρτηρία σκληρὰ τοῖς αὐλοῖς ὁροίως· ἀλλʼ οὐθὲν ἧττον δι' αὐτοῦ καὶ διὰ τούτων φερομένου τοῦ πνεύματος οἱ μὲν μαλακῶς αὐλοῦσιν οἱ δὲ σκληρῶς.
因为没有任何气管像双簧管那样坚硬;但尽管如此,当气流穿过它和穿过这些管子时,有些人吹奏得柔和,有些人则吹奏得坚硬。
Δῆλον δὲ τοῦτʼ ἐστὶ καὶ ἐπ' αὐτῆς τῆς αἰσθήσεως· καὶ γὰρ ἄν ἐπιτείνῃ τις τὸ πνεῦμα βιαιότερον, εὐθέως ἡ φωνὴ γίγνεται σκληροτέρα διὰ τὴν βίαν, κἂν ᾖ μαλακωτέρα.
这从感官本身也是显而易见的;因为如果有人更猛烈地加强气流,由于这种力量,声音立刻会变得更坚硬,即使它原本是较柔和的。
§49Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς σάλπιγγος· διὸ καὶ πάντες, ὅταν κωμάζωσιν, ἀνιᾶσιν ἐν τῇ σάλπιγγι τὴν τοῦ πνεύματσς συντονίαν, ὅπως ἂν ποιῶσι τὸν ἦχον ὡς μαλακώτατον.
在小号上也是同样的情况;因此,所有人在狂欢巡游时,都会放松在小号中吹气的紧绷感,以便使声音尽可能柔和。
Φανερὸν δʼ ἐστὶ καὶ ἐπὶ τῶν ὀργάνων.
这在乐器上也是明显的。
Καὶ γὰρ αἱ κατεστραμμέναι χορδαί, καθάπερ εἴρηται, τὰς φωνὰς ποιοῦσι σκληροτέρας, καὶ τὰ κατωπτημένα τῶν κεράτων.
因为正如已经说过的那样,紧绷的琴弦会使声音变得更坚硬,充分烘烤的角也是如此。
§50Κἄν τις ἅπτηται τῶν χορδῶν ταῖς χερσὶ βιαίως καὶ μὴ μαλακῶς, ἀνάγκη καὶ τὴν ἀνταπόδοσιν αὐτὰς οὕτω πάλιν ποιεῖσθαι βιαιοτέραν.
如果有人用手猛烈地而不是柔和地拨动琴弦,它们的回响也必然同样变得更猛烈。
Αἱ δὲ ἧττον κατεστραμμέναι καὶ τὰ ὠμότερα τῶν κεράτων τὰς φωνὰς ποιεῖ μαλακωτέρας, καὶ τὰ μακρότερα τῶν ὀργάνων.
而那些不太紧绷的琴弦和较生的角则会使声音变得较柔和,较长的乐器也是如此。
§51Αἱ γὰρ τοῦ ἀέρος πληγαὶ καὶ βραδύτεραι καὶ μαλακώτεραι γίγνονται διὰ τὰ μήκη τῶν τόπων, αἱ δ' ἐπὶ τῶν βαρυτέρων σκληρόταται διὰ τὴν κατάτασιν τῶν χορδῶν.
因为由于空间的长度,对空气的撞击会变得更慢且更柔和,而在较沉重的琴弦上的撞击则由于琴弦的紧绷而最坚硬。
Δῆλον δʼ ἐστίν· καὶ γὰρ αὐτοῦ τοῦ ὀργάνου σκληροτέρας συμβαίνει γίγνεσθαι τὰς φωνάς, ὅταν μὴ κατὰ μέσον τις ἅπτηται τῶν χορδῶν, διὰ τὸ μᾶλλον αὐτῶν τὰ πρὸς αὐτῷ τῷ ζυγῷ καὶ τῷ χορδοτόνῳ κατατετάσθαι.
这是显而易见的;因为当有人不拨动琴弦的中部时,乐器本身的声音就会变得更坚硬,这是因为琴弦靠近横木本身和系弦板的部分被拉得更紧。
§52Συμβαίνει δὲ καὶ τὰ ναρθήκινα τῶν ὀργάνων τὰς φωνὰς ἔχειν ἁπαλωτέρας· οἱ γὰρ ἦχοι πρὸς μαλακὸν προσπίπτοντες οὐχ ὁμοίως ἀποπηδῶσι μετὰ βίας.
此外,阿魏制成的乐器其声音也较柔和;因为声音撞击到柔软的介质上时,不会同样猛烈地跳回。
Τραχύνεσθαι δὲ συμβαίνει τὰς φωνάς, ὅταν πληγὴ μὴ μία γένηται τοῦ ἀέρος παντός, ἀλλὰ πολλαχῇ κατὰ μικρὰ διεσπασμένη.
而当对整个空气的撞击不是一次完成,而是在许多地方分裂成细小的碎片时,声音就会变得粗糙。
§53Καθʼ αὑτὸ γὰρ ἕκαστον τῶν τοῦ ἀέρος μορίων προσπῖπτον πρὸς τὴν ἀκοήν, ὡς ἂν ἀπὸ πληγῆς ἑτέρας ὄν, διεσπασμένην ποιεῖ τὴν αἴσθησιν, ὥστε τὴν μὲν διαλείπειν τὴν φωνήν, τὴν δὲ προσπίπτειν βιαιότερον, καὶ γίγνεσθαι τὴν ἁφὴν τῆς ἀκοῆς ἀνομοίαν, ὥσπερ καὶ ὅταν τι τῶν τραχέων ἡμῖν προσπίπτῃ πρὸς τὸν χρῶτα.
因为空气的每一个微粒都单独撞击听觉,仿佛来自不同的撞击一样,使得知觉发生分裂,从而使声音的一部分中断,另一部分则更猛烈地撞击,使听觉的触感变得不均匀,就像粗糙之物接触到我们的皮肤时一样。