§59LIX. οἱ δὲ θεσμοθέται πρῶτον μὲν τοῦ προγράψαι τὰ δικαστήριά εἰσι κύριοι τίσιν ἡμέραις δεῖ δικάζειν, ἕπειτα τοῦναι ταῖς ἀρχαῖς·
LIX. 至于法制定官,首先,他们有权预先公告在哪些日子必须进行审判,其次,有权将裁判所分配给各官职;因为各官职根据他们分配的方式来使用裁判所。
καθότι γὰρ ἄν οὖτοι σῶσιν, κατὰ τοῦτο χρῶνται. ἔτι δὲ τὰς εἰσαγγελίας εἰσαγγέλλουσιν εἰς τὸν δῆμον καὶ τὰς καταχειροτονίας καὶ τὰς προβολὰς ἁπάσας εἰσάγουσιν οὗ[τ]οι καὶ γραφὰς παρανόμων καὶ νόμον μὴ ἐπιτήδειον θεῖναι καὶ προεδρικὴν καὶ ἐπιστατικὴν καὶ στρατηγοῖς εὐθύνας.
此外,他们向公民大会报告弹劾案,并引入所有不信任投票和预备告发,还引入关于违法提案的公诉、关于制定不当法律的公诉、针对会议主席团和监督官的公诉,以及针对将军们的职务交代审计。
εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τι(δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας.
此外,还有向他们提起且需缴纳诉讼手续费的公诉:关于非法行使市民权、关于通过贿赂免除市民权僭称指控(如果有人通过赠送礼物而免于不法市民权的控告)、诬告、赠收贿、虚假登记、虚假传唤、教唆、未登记以及奸通的公诉。
εἰσάγουσιν 81 καὶ τὰς δοκιμασίας ταῖς ἀρχαῖς ἁπάσαις καὶ τοὺς ἀπεψηφισμένους ὑπὸ τῶν δημοτῶν καὶ τὰς καταγνώσεις τὰς ἐκ τῆς βουλῆς.
他们还为所有官职引入资格审查,引入被同区人投票否决者的申诉,以及来自议会的有罪判定。
εἰσάγουσι δὲ καὶ δίκας ἰδίας, ἐμπορικὰς καὶ μεταλλικὰς καὶ δούλων, ἄν τις τὸν ἐλεύθερον κακῶς λέγῃ.
他们也引入私诉:即关于通商、矿山以及在奴隶侮辱自由人时关于奴隶的诉讼。
καὶ ἐπικληροῦσι ταῖς ἀρχαῖς οὖτοι τὰ δικαστήρια τὰ ἴδια καὶ τὰ δημόσια.
他们还通过抽签为各官职分配私诉和公诉的裁判所。
καὶ τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις οὗτοι κυροῦσι, καὶ τὰς δίκας τὰς ἀπὸ τῶν συμβόλων εἰσάγουσι, καὶ τὰ ψευδομαρτύρια εξ Ἀρείου πάγου.
他们还批准与他国城市的条约,并引入源于这些条约的诉讼,以及来自阿雷奥帕戈斯的伪证控告。
τοὺς δὲ δικαστὰς κληροῦσι πάντες οἱ ἐννέα ἄρχοντες, δέκατος δ’ ὁ γραμματεὺς ὁ τῶν θεσμοθετῶν, τοὺς τῆς αὑτοῦ φυλῆς ἕκαστος.
至于陪审员的抽签,则由所有九位执政官进行,第十位是法制定官的书记,每人负责自己部落的成员。
§60LX. τὰ μὲν οὖν περὶ τοὺς θ ἄρχοντας τοῦτον ἔχει τὸν τρόπον.
LX. 那么,关于九位执政官的事务就是这样的。
κληροῦσι δὲ καὶ ἀθλοθέτας δέκα ἄνδρας, ἕνα τῆς φυλῆς ἑκάστης.
他们还通过抽签选出十名竞技委员,每个部落一人。
οὗτοι δὲ δοκιμασθέντες ἄρχουσι τέτταρα ἴτη, καὶ διοικοῦσι τήν τε πομπὴν τῶν παναθηναίων καὶ τὸν ἀγῶνα τῆς μουσικῆς καὶ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν, καὶ τὸν πέπλον ποιουνται, καὶ τοὺς ἀμφορεῖς ποιοῦνται μετὰ μετὰ τῆς βουλῆς, καὶ τὸ ἔλαιον τοῖς ἀθληταῖς ἀποδιδόασι.
这些人经资格审查后任职四年,他们负责管理泛雅典娜节的游行、音乐竞技、体育竞技以及赛马,并负责制作圣衣,与议会共同制作奖品阿提卡双耳瓶,并将奥林匹克圣油分发给运动员。
συλλέγεται δὲ τὸ ἔλαιον ἀπὸ τῶν μοριῶν· εἰσπράττει δὲ τοὺς τὰ χωρία κεκτημένους ἐν οἷς αἱ μορίαι εἰσὶν ὁ ἄρχων, τρί’ ἡμικοτύλια ἀπὸ τοῦ στελέχους ἑκάστου.
这些奥油是从圣奥树中收集而来的;执政官向拥有这些圣奥树所在土地的人征收,每棵树干征收三半科提拉。
πρότερον δ’ ἐπώλει τὸν καρπὸν ἡ πόλις· καὶ εἴ τις ἐξορύξειεν ἐλαίαν μμορίαν ἤ κατάξειεν, ἔκρινεν ἡ ἐξ Ἀρείου πάγου βουλή, καὶ εἴ [τ]ου θαν[ά]τῳ τοῦτον ἐζημίουν.
以前,国家出售其果实;如果有人拔除或折断圣奥树,则由阿雷奥帕戈斯议会审判,若判定某人有罪,则处以死刑。
ἐξ οὗ δὲ τὸ ἔλαιον ὁ τὸ χωρίον κε|κτημένος ἀποτίνει, ὁ μὲν νόμος ἔστιν, ἡ δὲ κρίσις καταλέλυται.
自土地所有者缴纳奥油以来,虽然法律仍然存在,但审判已被废除。
τὸ δὲ ἔλα[ιον] έκ τοῦ κτήματος, οὐκ ἀπὸ τῶν στελεχῶν ἐστι τῇ πόλει.
国家得到的奥油来自土地,而非来自树干。
συλλέξας οὖν ὁ ἄρχων τὸ ἐφ’ ἑαυ[τοῦ] γιγνόμενον τοῖς ταμίαις παραδίδωσιν εἰς καὶ οὐκ ἔστιν ἀναβῆναι πρότερον εἰς [Ἄρε] πάγον, πρὶν ἄν παραδῷ τοῖς ταμίαις.
因此,执政官在收集了自己任期内产出的奥油后,将其移交给卫城上的财务官,在将其移交给财务官之前,他不能升任阿雷奥帕戈斯议员。
οἱ δὲ ταμίαι τὸv μὲν ἄλλον χρόνον τηροῦσιν ἐν ἀκροπόλει, τοῖς Παναθηναίοις ἀπομετροῦσι τοῖς ἀθλοθέταις, οἱ δ’ ἀθλοθέται τοῖς νικῶσι τῶν ἀγωνιστῶν.
财务官在其余时间将其保管在卫城,在泛雅典娜节时将其量给竞技委员,竞技委员再将其分发给获胜的竞技者。
ἔστι γὰρ ἆθλα τοῖς μὲν τὴν μουσικὴν νικῶσιν ἀργύρια καὶ χροσία, τοῖς δὲ τὴν εὐανδρίαν ἀσπίδες, τοῖς δὲ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν ἔλαιον.
因为奖品是:对于音乐竞技的获胜者是金银,对于美男子竞技的获胜者是盾牌,对于体育竞技和赛马的获胜者则是奥油。
§61LXI. χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρατηγοὺς δέκα, πρότερον μὲν ἀφ’ φυλῆς ἔνα, νῦν δ’ ἐξ καὶ τούτους διατάττουσι τῇ χειροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὅς ἡγεῖται τῶν ὁπλιτῶν ἄν ἐξίωσι, ἕνα δ’ ἐπὶ τὴν χώραν, ὅς φυλάττει, κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται, πολεμεῖ οὗτος·
LXI. 他们还通过举手投票选出所有与战争相关的官职:十名将军,以前是每个部落一人,现在是从全体市民中选出。
δύο δ’ ἐπὶ τοὺ Πειραιέα, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δ’ εἰς τὴν Ἀκτήν, οἵ τῆς φυλακῆς ἐπιμελοῦνται [καὶ] τῶν ἐν Πειραιεῖ. ἕνα δ’ ἐπὶ τὰς συμμορίας, ὅς τούς τε τριηράρχους καταλέγει καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ καὶ τὰς διαδικασίας αὐτοῖς εἰσάγει·
他们通过举手投票决定他们的职责分配:一人负责重装步兵,在重装步兵出征时率领他们;一人负责国土守备,防守国土,如果国内发生战争,则由他作战;两人负责培拉亚斯,一人负责慕尼基亚,另一人负责阿克特,他们负责监督培拉亚斯的防卫工作;一人负责征税联合体,负责登记三段式战船艤装责任者,并为他们办理财产交换事宜,并引入他们的异议申诉诉讼。
τοὺς δ’ ἄλλους πρὸς τὰ παρόντα πράγματα ἐκπέμπουσιν.
其余的将军,他们根据当前事务的需要派遣出去。
ἐπιχειροτονία δ’ αὐτῶν ἐστι κατὰ τὴν πρυτανείαν ἑκαστην, εἰ δοκοῦσιν καλῶς ἄρχειν· κἄν τινα ἀποχειροτονήσωσιν, κρίνουσιν ἐν τῷ δικαστηρίῳ, κἄν μὲν ἁλῷ, τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἂν δ’ ἀποφύγῃ, πάλι[ν] ἄρχει.
在每个普鲁塔内伊期,都会对他们进行信任投票,看他们是否称职;如果投票罢免了某人,则在法庭上进行审判,如果被判有罪,则由法庭判定他应当受何种刑罚或缴纳多少罚金,如果被宣告无罪,则重新任职。
κύριοι δὲ εἰσιν ὅταν ἡγῶνται καὶ δῆσαι τὸν ἀτακτοῦντα καὶ κ[η]ρῦξαι καὶ ἐπιβολὴν ἐπιβάλλειν· οὐκ εἰώθασι δὲ ἐπιβάλλειν.
当他们指挥军队时,有权拘留违纪者、宣告开除军籍以及处以罚金;但他们通常不习惯处以罚金。
χειροτονοῦσι δὲ καὶ ταξ[ι]άρχους δέκα, ἕνα τῆς φυλῆς ἑκάστης· οὗτος δ’ ἡγεῖται τῶν φυλετῶν καὶ λοχαγοὺς καθίστησιν.
他们还通过举手投票选出十名步兵连队长,每个部落一人;每人率领自己部落的成员,并任命百人队长。
χειροτονοῦσι δὲ καὶ ἱππάρχους δύο ἐξ ἁπάντων· οὗτοι δ’ ἡγοῦνται τῶν ἱππέων, διελομ[ενοι] τὰς φυλὰς ݲ ἑκάτερος κύριοι δὲ τῶν αὐτῶν εἰσιν ὧνπερ οἱ στρατηγοὶ κατὰ τῶν ὁπλιτῶν.
他们还通过举手投票从全体市民中选出两名骑兵长官;每人率领骑兵,将十个部落平分,每人负责五个;他们拥有与将军对重装步兵所拥有的相同权力。
ἐπιχειροτονία δὲ γίγνεται <καὶ< τούτων.
对他们也进行信任投票。
χειροτονοῦσι δὲ καὶ φυλαρχους ἕνα τῆς φυλῆς, τὸν ἠγησόμενον <τῶν ἱππέων> ὥσπερ οἱ ταξίαρχοι τῶν χειροτονοῦσι δὲ καὶ εἰς Λῆμνον ἄππαρχον, ὅς ἐπιμελεῖται τῶν ἱππέων τῶν ἐν Λήμνῳ.
他们还通过举手投票选出每个部落一名骑兵队长,负责率领骑兵,就像步兵连队长率领重装步兵一样。 他们还通过举手投票选出一名派往雷姆诺斯岛的骑兵长官,负责管理雷姆诺斯岛的骑兵。
χειροτονοῦσι δὲ καὶ ταμίαν τῆς Παράλου καὶ δίχα τῆς το[ῦ] Ἄμμωνος.
他们还通过举手投票分别选出一名帕拉洛斯号的财务官和一名阿蒙号的财务官。