Humanitext Reader

亚里士多德 · 雅典政制 §57-58

王者执政官与军事执政官的祭祀及司法职责

第 28 段,共 33 段 · 希腊语

内容简介

本章论述了国王(王者执政官)与军事执政官所管辖的祭祀与司法职责。国王负责密仪等传统祭祀及各类杀人罪审判,而军事执政官负责战死者追悼和涉及在留外国人的私诉。

§57LVII. καὶ ὁ μὲν ἄρχων ἐπιμελεῖτ]αι τούτ[ων· ὁ] δὲ βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖτ[αι μετὰ τῶν ἐπιμελητῶν ὧ]ν ὁ δῆμ[ος χ]ειροτονεῖ, δύο μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ᾿ ἑξ Εὐμολπιδῶν, ἕνα] δ᾿ ἐκ Κηρ[ύκω]ν.
LVII. 执政官负责这些事务;而国王首先负责神秘仪,与民意代表举手选出的监督员们(两名来自全体雅典人,一名来自欧摩尔皮达伊家族,一名来自凯鲁克斯家族)共同监督。
ἔπειτα Διονυσίων τῶν ἐπὶ Ληναίῳ· ταῦτα δέ ἐστι πομπή τε καὶ ἀγών.
接着是列奈翁的迪奥尼索斯节,这包括游行和竞技。
τ]ὴν μὲν οὖν πο[μπ]ὴν κοινῇ πέμ|πουσιν ὅ τε βασιλεὺς καὶ οἱ ἐπιμεληταί, τὸν δὲ ἀγῶνα διατίθησιν ὁ βασιλεύς.
游行是由国王和监督员们共同主持的,但竞技由国王主办。
τίθησι δὲ καὶ τοὺς τῶν λαμπάδων ἀγῶνας ἅπαντας· ὡς δ᾿ ἔπος εἰπεῖν καὶ τὰς παρἰους θυσίας διοικεῖ οὖτος πάσας.
他还举办所有火炬跑竞技;可以说,他主持所有祖传的牺牲祭祀。
γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσεβείας, κἄν τις ἱερωσύνης ἀμφισβητῇ πρός τινα.
对于不敬神明案,以及有人与他人争夺神职的案件,公诉会向他提起。
διαδικάζει δὲ καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν ἱερῶν ἁπάσας οὖτος.
他还为名家和祭司们裁决所有关于圣所的争议。
λαγχάνονται δὲ καὶ αἱ τοῦcpovou δίκαι πᾶσκι πρὸς τοῦτον, καὶ ὁ προαγορεύων εἴργεσθαι τῶν νομίμων οὖτός ἐστιν.
所有关于杀人罪的诉讼也向他提起,并且也是他宣布违规者应被禁绝于传统礼仪之外。
εἰσὶ δὲ φόν[ου] δίκαι καὶ τραύματος, ἄν μὲν ἐκ προνοίας ἀποκτείνῃ ἢ τρώσῃ, ἐν Ἀρείῳ πάγῳ, καὶ φαρμάκων, ἐὰν ἀποκτείνῃ δούς, καὶ πυρκαιᾶς· ταῦτα γὰρ ἡ βουλὴ μόνα δικάζει·
杀人及伤人诉讼有几类:如果是故意杀人或伤人,在阿雷奥帕戈斯审判,也包括投毒杀人案以及放火案;因为评议会仅审判这些案件。
τῶν δ᾿ ἀκουσίων καὶ βουλεύσεως κἂν οἰκέτην ἀποκτείνῃ τις ἢ μέτοικον ἢ ξένον, οἱ οἱ Παλλαδίῳ·
如果是过失杀人、教唆杀人,或者杀害奴隶、侨民或外国人,则在帕拉迪翁审判。
ἐὰν δ᾿ ἀποκτεῖναι μέν τις ὁμολογῇ, φῇ δὲ κατὰ τοὺς νόμους, οἶον μοιχὸν λαβὼν ἢ ἐν πολέμῳ ἀγνοήσας ἢ ἐν ἄθλῳ ἀγωνιζόμενος, τούτ[ῳ] ἐπὶ Δελφινίῳ δικάζουσιν·
如果某人承认杀人,但声称是依法而行——例如捉奸现行、或在战争中误杀、或在体育竞技中失手致死,则在德尔菲尼翁审判。
ἐὰν δὲ φεύγων φυγὴν ὦν αἴδεσίς ἐστιν αὐτίαν ἔχη ἀποκτεῖναι ἢ τρῶσαί τινα, τούτῳ δ᾿ ἐν Φρεάτου δικάζουσιν· ὁ δ᾿ ἀπολογεῖται προσορμισάμενος ἐν πλοίῳ·
如果某人在因过失杀人而被流放(且流放是可以和解的)期间,被控杀害或伤害了某人,则在普雷阿图斯审判;被告则乘船靠岸在船上进行辩护。
δικάζουσι δ᾿ οἱ λαχόντες ταῦ[τ᾿ ἐφέται] πλὴν τῶν ἐν Ἀρείῳ πάγῳ γιγνομμένων, εἰσάγει δ᾿ ὁ βασιλεύς, καὶ δικάζο[υ]σιν ἐν ἱερ[ῷ] καὶ ὑπαίθριοι, καὶ ὁ βασιλεὺς ὄταν δικάζῃ περιαιρεῖται τὸν στέφανον.
除阿雷奥帕戈斯进行的审判外,由抽签决定的审判官们进行审理,由国王引入诉讼,他们在圣所中且在露天进行审理,国王在审判时要摘下他的冠冕。
ὁ δὲ τὴν αἰτίαν ἔχων τὸν μὲν ἄλλον χρόνον εἴργεται τῶν ἱερῶν καὶ οὐδ᾿ εἰς τὴν ἀγορὰν ν[όμος] ἐμβαλεῖν αὐτῷ· τότε δ᾿ εἰς τὸ ἱερὸν εἰσελθὼν ἀπολογεῖται.
被指控者在其余时间里被禁止进入圣所,法律甚至不允许他踏入集市;但此时他进入圣所进行辩护。
ὅταν δὲ μὴ εἰδῇ τὸν ποιήσαντα, τῷ δράσαντι λαγχάνει.
当不知道作案者是谁时,他向“行凶之物”提起诉讼。
δικάζει δ᾿ ὁ βασιλεὺς καὶ οἱ φυλοβασιλεῖς καὶ τὰς τῶν ἀψύχων καὶ τῶν ἄλλων ζῴων.
国王和部落王也审判无生物和其他动物的案件。
§58LVIII. ὁ δὲ πολέμαρχος θύει μὲν θυσίας τήν τε τῇ Ἀρτέμιδι τῇ ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δ᾿ ἀγῶνα τὸν ἐπιτάφιον [καὶ] τοῖς τετελευτηκόσιν ἐν τῷ πολέμῳ καὶ Ἀρμοδίῳ καὶ Ἀριστογείτονι ἐναγίαματα ποιεῖ.
LVIII. 军事执政官负责向荒野的阿尔忒弥斯和埃纽阿里奥斯献祭,并为主持在战争中阵亡者的葬礼竞技会,并为哈尔摩迪奥斯和阿里斯托革同举行死者祭礼。
δίκαι δὲ λαγχάνονται πρὸς αὐτὸν ἴδιαι μόνον, οἵ τε τοῖς μετοίκοις καὶ τοῖς ἰσοτελέσι καὶ τοῖς προξένοις γιγνόμεναι.
向他提起的只有私诉,即针对在留外国人、等权留民和国宾待遇者的诉讼。
καὶ δεῖ τοῦτον λαβόντα καὶ διανείμαντα δέκα μέρη τὸ λαχὸν ἑκάστῃ τῇ φυλῇ μέρος προσθῖναι, τοὺς δὲ τὴν φυλὴν δικάζοντας τοῖς διαιτηταῖς ἀποδοῦναι.
他必须受理并将其分为十个部分,将抽签决定的部分分派给每个部落,而该部落的审判官则必须将这些案件移交给仲裁人。
αὐτὸς ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινά, τοῦτο δέ ἐστιν, ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον, καὶ τὸν μὲν βαλόντα ἀγνοῇ, αὐτὸ δὲ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον.
[(无生物)自身落下并杀害某人。 这种情况是指,石头、木头、铁器或此类物品落下,虽不知道投掷者,但知晓并掌握了造成死亡的物品本身。
Epitome ἐπὶ Πρυτανείῳ: φονικὸν δικαστήριον, ὅταν τὸ μὲν ἀποκτεῖναν βέλος ἢ λίθος ἤ τι τοιοῦτον φανερὸν ᾖ, ὁ δὲ δράσας μή.
普鲁塔内翁法院要略:杀人法庭,当杀人的飞弹、石头或此类物品明确,但作案者不详时。
ἀρχαῖον γὰρ ἔθος ἦν τὸ καὶ τὰ ἄψυχα κρίνειν, εἰ χρὴ ἐξορίζεσθαι (exscr. Duid. et [ex Photio] Et. genuinum, unde Symeo et Et. M. 362,55).
因为对无生物进行审判并决定是否予以驱逐是古老的习俗(转录自苏伊达斯和〔源自弗提乌斯〕的《原始词源字典》,再由此转录至西缅和《大词源字典》362,55)。
— Lex. Bekk. quint. (BA 311,15) ἐπὶ Πρυτανείῳ·
——贝克尔《塞吉尔词汇集》表达五(BA 311,15)普鲁塔内翁:如果石头、铁或木头显现(原文如此!
ἐὰν λίθος ἢ σίδηρος ἢ ξύλον φανῇ (sic!), τὸν δὲ δράσαντα ἀγνοῇ (lex. Patm. 138,75).
),而作案者不详(帕特莫斯词典 138,75)。
Cf Poll. VIII 120 τὸ ἐπὶ Πρυτανείῳ δικάζει περὶ τῶν ἀποκτεινάντων, κἂν ὦσιν ἀφανεῖς, δικάζει δὲ καὶ περὶ τῶν ἀψύχων τῶν ἐμπεσόντων καὶ ἀποκτεινάντων.
参看波鲁克斯 VIII 120:普鲁塔内翁法院对杀人者(即使他们不显露)进行审判,也审判落下并杀人的无生物。
προειστήκεσαν δὲ τούτου τοῦ δικαστηρίου οἱ φυλοβασιλεῖς, οὓς ἔδει τὸ ἐμπεσὸν ἄψυχον ὑπερορίσαι.
部落王主持该法庭,他们必须将落下的无生物驱逐出境。
haec omnia vix ex Aristotele desumpta.
这一切几乎都不大可能出自阿里斯托特勒之手。
δ᾿ εἰσάγει δίκας τάς τι τοῦ ἀπο[σ]τασίου καὶ ἀπροστασ[ί]ου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλ᾿ ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.
] 他还引入诉讼:包括在留外国人的脱离保护案、无保护人案、遗产和女继承人案,以及执政官为公民所做的一切其他事务,军事执政官也为在留外国人做这些。

词汇与语法注释

  1. p.66ὧν ὁ δῆμος χειροτονεῖ — 关系代词 ὧν 本应作为动词 χειροτονεῖ 的直接宾语而用宾格,但受到其先行词 τῶν ἐπιμελητῶν 的影响而被同化为属格(关系词格同化)。
  2. p.67οἱ ἐπὶ Παλλαδίῳ — 该句中省略了动词 δικάζουσιν(审判),定冠词 οἱ 作为主语,指代在帕拉迪翁法庭负责审理此类案件的“审判官(埃斐泰)们”。
  3. p.67φεύγων φυγὴν ὧν αἴδεσίς ἐστιν — 意为“在允许和解(αἴδεσις)的流放期间”。复数关系代词 ὧν 的先行词虽然是单数的 φυγὴν,但其在此处暗示了所有可以被允许和解的过失杀人罪行的种类。
  4. p.68τῷ δράσαντι λαγχάνει — 指向不详的“行凶者/物”提起诉讼。主动分词 δράσαντι(中性或阳性)反映了古雅典对造成人身死亡的无生命物体或动物进行审判的司法观念。
  5. p.69τἄλλ᾿ ὅσα τοῖς πολίταις ὁ ἄρχων — 比较结构中高度省略的表达。补充完整后为 'τὰ ἄλλα ὅσα ὁ ἄρχων διοικεῖ τοῖς πολίταις, ταῦτα ὁ πολέμαρχος διοικεῖ τοῖς μετοίκοις',以此对照军事执政官对在留外国人的管辖权与执政官对公民的管辖权。

引用这一段

亚里士多德, 雅典政制 §57-58. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:57-58

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。