Humanitext Reader

亚里士多德 · 雅典政制 §11-12

梭伦的离国与其诗作中的中庸立场

第 5 段,共 33 段 · 希腊语

内容简介

梭伦在完成立法后前往埃及以规避公民的纷扰。他引用自己的诗作,以此证明自己在各派冲突中所采取的中庸立场与爱国决策。

§11XI. διατάξας δὲ τῆν πολιτείαν ὅντπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἐνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν μήτ᾿ ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο σατο κατ’ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, ε[ἰπ]ὼν ὡς οὐχ ἥ]ξει δέκα ἐτῶν·
梭伦以所述方式调整了政体后,由于人们纷纷前来就法律问题向他纠缠,或进行指责,或进行质问,他既不想变动这些法律,也不想因留在当地而招致怨恨,于是为了经商和游历而前往埃及,宣告自己十年之内不会回来。
οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ᾿ ἕκαστον τὰ γεγραμμένα ποιεῖν.
因为他认为自己留在当地解释法律是不公正的,而应当由每个人照着写下的条文去执行。
ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρίμων διαφόρους γεγενῆσθαι πολλοὐς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν.
与此同时,由于免除债务,许多达官显贵开始与他敌对;而由于这一变革的结果出乎他们的预料,两个派别也都改变了态度。
ὁ μὲν γὰρ δῆμος ᾤετο πάντ᾿ ἀνάδαστα ποιήσειν αὐτόν, οἱ δὲ γνώριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν ἢ μ[ικ]ρ[ὸ]ν παραλλάξ[ειν].
因为平民原本以为他会重新分配所有财产,而显贵们则以为他会恢复到以前的秩序,或者只做微小的改动。
<ὁ δὲ> Σόλων ἀμφοτέροις ἠναντιώθη, καὶ ἐξὸν αὐτῷ μεθ᾿ ὁποτέρων ἐβούλετο συστά[ντ]α τυραννεῖν εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι, σώσας σώσας πατρίδα καὶ τὰ βέ[λτι]στα νομοθετήσας.
但是,梭伦对双方都予以反对;尽管他本可以与任何一方联合来实行僭主统治,但他宁愿选择招致双方的怨恨,拯救了祖国并制定了最善的法律。
§12XII. ταῦτα δ᾿ ὅτι τοῦτον <τὸν> τρόπον ἔσχεν οἵ τ᾿ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιἠσει μέμανηται περὶ αὐτῶν ἐν τοῖσδε· δήμῳ μὲν γ]ρ ἔδωκα τόσον γέρας ὅσσον ἀπαρκεῖ, τιμῆς οὔτ᾿ ἀφελὼν οὔτ᾿ ἐπορεφάμενος· οἵ δ᾿ εἷχον δύναμιν καὶ χρήμασιν ἧσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν.
这些事情是以这种方式发生的,不仅其他所有人都一致赞同,他本人也在自己的诗作中提到了这些事情,诗句如下: “我赐予平民足够的特权,既不削减他们的荣誉,也不让他们分外企求;至于那些拥有权力、因财富而受人敬仰的人,我也设法使他们不遭受任何不体面的对待。
ἔστην δ᾿ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι, νικᾶν δ᾿ οὐκ εἴασ᾿ οὐδετέρους ἀδίκως.
我张开坚固的盾牌遮护双方,不容许任何一方不公正地获胜。
πάλιν δ᾿ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι· δῆμος δ᾿ ὧδ᾿ ἄν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος.
” 他又再次表达了对于应当如何对待平民的看法: “在这样的引导下,平民能最好地跟随领袖,既不被过分放纵,也不被压迫。
τίκτει γὰρ κόρος ὕβριν, ὄταν πολὺς ὄλβος ἕπηται ἀνθρώποισιν ὄσοις μὴ νόος ἄρτιος ᾖ.
因为饱食产生傲慢(hubris),当巨大的财富降临到那些没有健全理智的人身上时。
καὶ πάλιν δ᾿ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων· οἵδ᾿ ἐφ᾿ ἁρπαγαῖσιν ἧλθον, ἐλπίδ᾿ εἷχον ἀφνεὰν κἀδόκους ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν, καί με κωτίλοντα λείως τραχὺν ἐκφανεῖν νόον·
” 他又在别处提到了那些想要瓜分土地的人: “他们为了掠夺而来,抱着丰厚的期望,他们每个人都以为自己能获得巨大的财富,以为我温和地哄骗着,终会显露出严厉的心思。
χαῦνα μὲν τότ᾿ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι λοξ[ὸν ὀ]φθαλμοῖσ᾿ ὁρῶσι πάντες ὥστε δήιον.
那时他们抱着空虚的想法,而现在他们对我发怒,所有人都斜着眼睛看我,仿佛看着敌人。
οὐ χρεών·
大可不必;因为我所说的话,在神灵的帮助下我已经实现,其他事情我也没有白做。
ἅ μὲν γὰρ εἷπα σὺν θεοῖσιν ἤνυσα, ἄ[λλ]α δ᾿ ο[ὑ] μάτην ἔερδον, οὐδέ μοι τυραννίδος ἁνδάνει βίᾳ τι [ῥέζ]ειν, οὐδὲ πιεί[ρ]ας χθονὸς πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν.
我不喜欢通过僭主的暴力来做任何事,也不喜欢在肥沃的祖国土地上让高贵者与卑贱者平分秋色。
[πάλιν] δὲ καὶ περὶ τῆς ἀρ[οκ]οπῆς τῶν χ[ρε]ῶν καὶ τῶν δουλευόντων μὲv πρότερον ἐλυθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν· ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξ[υ]νήγαγον δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;
” 此外,关于债务的免除以及先前为奴、后因“解负令(seisachtheia)”而获得解放的人们,他也这样说道: “我为了什么目的而召集平民? 在达到这些目的之前,我又何曾停止?
συμμαρτυροίη ταῦτ᾿ ἄν ἐν δίκῃ χρόνου μήτηο μεγίστη δαιμόνων Ὀλυμπίων ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότα[ς], πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
在时间法庭的审判中,奥林匹斯众神中最伟大的母亲,黑色的土地,可以对此作最好的见证。 我曾从她身上拔去了插在各处的界石(horoi),她先前是奴役的,现在是自由的。
πολλοὺς δ᾿ Ἀθήνας. πατρίδ᾿ εἰδ θεόκτιτον, ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, ἄλλον δικαίως, τοὺς δ᾿ ἀναγκαίης ὑπὸ χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν ἱέντας, ὡς ἄν πολλαχῇ πλανωμένους, τοὺς δ᾿ ἐνθάδ᾿ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας, ἤθη δεσποτῶν τρομευμέν[ους], ἐλευθέρους ἔθηκα.
我将许多被卖掉的人召回了雅典,这神建的祖国,有的是不公正地被卖,有的是公正地,还有那些因迫于生计的困境而流亡、甚至不再说阿提卡方言的人,因为他们流浪在许多地方;还有那些在本地遭受不体面奴役、对主人的脾气战战兢兢的人,我都使他们获得了自由。
ταῦτα μὲν κράτει νόμου, βίαν τε καὶ δίκην συναρμόσας, ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχ[ό] μην.
这些事情,我以法律的力量,将暴力与正义结合起来加以实行,并如我所承诺的那样彻底完成。
θεσμούς θ᾿ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ, εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην, ἔγραψα.
我写下了法律,同样适用于高贵者与卑贱者,为每个人配合了直捷的正义。
κέντρον δ᾿ ἄλλος ὡς ἐγὼ λαβών, [κ]ακοφραδής τε ἰαὶ φιλοκτήμων ἀνήρ, οὐκ ἂν κατέσχε δῆμον·
但如果换了别人获得我这样的鞭策,” “一个心怀不轨且贪图钱财的人,是无法勒住平民的。
εἰ γὰρ ἤθελον ὅ τοῖς ἐναντίο[ισι]ν ἥνδανεν τότε, αὖθις δ᾿ ἃ τοῖσιν οὕτεροι φρασαίατο, πολλῶν ἂν ἀνδρῶν ἥδ᾿ ἐχηρώθη πόλις.
因为如果我当时愿意做让反对派高兴的事,或者又做另一方为他们策划的事,这座城市就会失去许多男子,沦为荒凉。
τῶν οὕνεκ᾿ ἀλκὴν πάντοθεν ποιούμενος ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.
为此,我四面树立防线,像一只狼在群狗中转动身子一样。
καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων· δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι, ἃ νῦν ἔχουσιν οὔποτ᾿ ὀφθαλμοῖσιν ἂν εὕδοντες εἶδον.
” 他又再次指责他们双方后来的抱怨: “如果必须公开指责平民,他们现在拥有的东西,他们以前在梦中都未曾见过。
ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο·
” 而对于那些地位更高、力量更强的人: “他们应当赞美我,并把我当作朋友。
εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν, οὐκ ἂν κατέσχε δῆμον οὐδ᾿ ἐπαύσατο, πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα.
” 因为,他说,如果是别的任何人得到了这种荣誉: “他是不会勒住平民,也不会停止的,直到他把丰美的美酒(乳汁)搅浑并提取出油脂。
| ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ ορος κατεστην.
而我,就如同在两军交战的中间地带,” “作为界石而立。 ”

词汇与语法注释

  1. 11ἐξὸν αὐτῷ μεθ᾿ ὁποτέρων ἐβούλετο συστά[ντ]α τυραννεῖν — 此处的 ἐξόν 是无人称动词 ἔξεστι 的中性单数宾格分词,构成宾格绝对(accusative absolute)句式,表示让步(“尽管对他来说是可能的”)。不定式 τυραννεῖν 的逻辑主语 συστάντα 采用了宾格,而不是与与格的 αὐτῷ 一致。
  2. 11βουλόμενος μήτε ταῦτα κινεῖν μήτ᾿ ἀπεχθάνεσθαι παρών — 现在分词 παρών(“在场”)为主格,与主句主语一致,作副词性分词表示条件或伴随状况(“通过留在当地”)。它与否定词 μήτε... μήτε... 连用,表明了梭伦想避免因留在当地而引起变革或招致怨恨的意图。
  3. 12οὐδὲ πιείρας χθονὸς / πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν — 宾格的 ἐσθλούς(高贵者、善人)作为不定式 ἰσομοιρίαν ἔχειν(拥有等同的份额)的逻辑主语,而与格的 κακοῖσιν(卑贱者、恶人)表示共享的对象(“与卑贱者平分”)。该不定式短语隶属于 οὐδέ... ἁνδάνει(“我亦不喜欢……”)。

引用这一段

亚里士多德, 雅典政制 §11-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:11-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。