Humanitext Reader

亚里士多德 · 雅典政制 §8-10

官员抽签任命制与梭伦的民主改革

第 4 段,共 33 段 · 希腊语

内容简介

本章详细阐述了梭伦实行的候选人抽签授官制、阿雷奥帕格斯议会的监察权,以及公认最民主的三大原则(禁止人身担保借贷、起诉权和向陪审法庭申诉的权利),并介绍了其在度量衡与货币制度方面的改革。

§8VIII. τὰς δ᾿ ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη προκρίνειν τῶν φυλῶν.
Ⅷ. 他规定诸官职由各部落预先选出的候选人中抽签产生。
προύκρινεν δ᾿ εἰς τοὺς ἐννέα ἄρχοντας ἑκάστη δέκα, καὶ <ἐκ> τούτων ἐκλήρουν· ὅθεν ἔτι διαμένει ταῖς φυλαῖς τὸ δέκα ἑκάστην, εἶτ᾿ ἐκ τούτων κυαμεύειγ.
关于九位执政官,每个部落各选出十人,并从这些人中进行抽签;因此,每个部落各选十人,然后从中用豆子抽签的习惯至今依然保留。
σημεῖον δ᾿ ὅτι κληρωτὰς ἐποίησεν ἐκ τῶν τιμημάτων ὁ τερὶ τῶν ταμιῶν νόμος, ᾧ χρώμενοι δια[τελ]οῦσιν ἔτι καὶ νῦν· κελεύει γὰρ κληροῦν τοὺς ταμίας ἐκ πεντακοσιομεδίμνων.
他根据财产估值来规定官职由抽签产生的证据,是关于财务官的法律,人们直到今天还在使用这一法律;因为该法律命令从五百斗户中抽签任命财务官。
[Σόλ]ων μὲν οὖν οὕτως ἐνομοθέτησεν περὶ τῶν ἐννέα ἀρχόντων.
因此,梭伦关于九位执政官作出了这样的立法。
τὸ γὰρ ἀρχαῖον ἡ ἐν Ἀ[ρεί]ῳ πάγῳ βου]λὴ ἀνακαλεσαμένη καὶ κρίνασα καθ᾿ αὑτὴν τὸν ἐπιτήδειον ἐφ᾿ ἑκάστῃ τῶν ἀρχῶν ἐπ᾿ [ἐν]ια[υτ]ὸν [διατάξα] φυλαὶ δ᾿ ἦσαν δ καθάπερ πρότερον καὶ φυλοβασιλεῖς τέτταρες.
因为在古代,阿雷奥帕格斯议会(战神山议会)通过召集并自行审查,为每个官职指派一年的合适人选。 部落和以前一样是四个,且有四位部落王(phylobasileis)。
[ἐκ] δὲ [τῆς] φυ[λῆ]ς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δώδεκα καθ᾿ ἑκάστην.
在每个部落中,划分有三个三分部(trittyes),每个三分部有十二个船舶区(naukrariai)。
ἦν δ᾿ ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπ[άνας] τὰς γιγνομένας·
船舶区之上设有名为纳克拉里(naukraroi)的官职,负责税收和所发生的各项支出。
διὸ καὶ ἐν τοῖς μόμοις τοῖς Σόλωνος οἷς οὐκέτι χρῶνται πολλαχο[ῦ γέ]γραπται ‘τοὺς ναυκράρους εἰσπράττειν’ καὶ ἀναλίσκειν ἐκ τοῦ ναυκραρικοῦ ἀργυρ[ίο]υ’.
因此,在梭伦已不再使用的法律中,多处记有“纳克拉里负责征收”和“从船舶区资金中支出”。
β[ου]λὴν δ᾿ ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ [τὸ] νομοφυλακεῖν, ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτ<ικ>ῶν διετήρει καὶ τοὺς ηὔθυνεν κυρία οὖσα καὶ [ζη]μιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις εἰς πόλιν, οὐκ ἐπιγράφουσα τὴν π[ρ]όφασιν δι᾿ ὃ [τὸ ἐ]κτ[ίν]εσθαι, τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν, Σόλωνος θέντ[ος] νόμον εἰσα[γγ]ελ[ία]ς περὶ αὐτῶν.
他设立了一个四百人议会,每个部落一百人,并指定阿雷奥帕格斯议会负责守护法律,正如它先前作为政体的监督者而存在一样。 它监督了大部分且最重要的公共事务,并有权对犯错者进行惩罚和罚款,将罚金解交国库,而不必写明罚款的原因;此外,它还审判企图推翻民主制度的阴谋者,因为梭伦制定了关于这些人的弹劾(eisangelia)法律。
ὁρῶν δὲ τὴν μὲν πόλιν πολλάκις στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν [ἀγα]πῶντας αὐτόματον, μόμον ἔθηκεν πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν στασιαζούσης τῆς πόλεως μ[ὴ] θῆται τὰ ὅπλα μηδὲ μεθ᾿ ἑτέρων, ἄτιμον εἶναι καὶ τῆς πόλεως μὴ μετεχειν.
他又看到城邦经常发生内讧,而一些公民由于懒惰,安于听天由命,便针对他们制定了一条独特的法律:凡在城邦发生内讧时,不拿起武器站在任何一方的人,将丧失公民权(成为atimos),且不得参与城邦的事务。
§9IX. τὰ μὲν οὖν [περὶ τὰ]ς ἀρχὰς τ[οῦ]τον εἶχε τὸν τρόπον.
Ⅸ. 那么,关于官职的情况就是这样。
δοκεῖ δὲ τῆς Σόλωνος πολιτείας τρία ταῦτ᾿ εἶναι τὰ δημοτικώτατα· πρῶτον μὲν καὶ μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ βουλομένῳ τιμωρ[εῖ]ν ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δέ, <ᾦ> μάλιστά ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστή[ριον] ἔφε[σι]ς· ἔφε[σι]ς· γὰρ ὢν δῆμος τῆς ψήφου χύριος γίγνεται τῆς πολιτείας.
梭伦政体中被认为最民主的有这三个特征:第一也是最重要的,是禁止以人身为担保进行借贷;其次,是允许任何愿意的人为受害者申冤(提起诉讼);第三,也是平民借以获得最大力量的,是向陪审法庭申诉的权利;因为掌控了选票,平民就成为了政体的主宰。
ἔτι δὲ καὶ διὰ τὸ μὴ γεγράφθ[αι το]ὺς νόμους άπλῶς μηδὲ σαφῶς, ἀλλ᾿ ὥσπερ ό περὶ τῶν κλήρων καὶ ἐπικλήρων, ἀνάγκη [πο]λλὰς ἀμφισβητήσεις γίγνεσθαι καὶ βραβεύειν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τὸ δικαστήρ[ιον].
此外,还因为法律写得不简单也不明确,而是像关于遗产和女继承人的法律那样,必然会产生许多争议,使得法庭不得不裁决公共和私人的事务。
οἴονται μὲv οὖν τινες ἐπίτηδες ἀσαφεῖς αὐτὸν ποιῆσαι τοὺς νόμους, ὅπως ᾖ τῆς κρίσεως ό] δῆ[μος [μος κ]ύριος.
因此,有些人认为他是故意把法律写得晦涩,好让平民掌控判决权。
οὐ μὴν εἰκός, ἀλλὰ διὰ τὸ μὴ μὴ δύνασθαι καθόλου περιλαβεῖν τὸ βέλτιστον·
但这并不可能,而是因为他无法用普遍的形式来包揽最完美的规定。
οὐ γὰρ [δ]ίκ[αιον] ἐκ τῶν νῦν γιγνομένων ἀλλ᾿ ἐκ τῆς πολιτείας θεωρεῖν τὴν ἐκείνου βούλησιν.
因为不应当根据现在发生的事情,而应当根据他政体的其他部分来考察他的意图。
§10X. ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ τῆς νομοθεσίας ποιῆσαι τὴν τῶν χ[ρ]εῶν [ἀπο]κοπὴν καὶ μετὰ ταῦτα τήν τῶν μέτρων καὶ σταθμῶν καὶ τὴν τοῦ νομίσματος αὔξησιν.
Ⅹ. 在法律中,这些被认为是民主的特征;但在他立法之前,他实行了债务免除,在此之后,实行了度量衡的改定和货币的增量。
ἐπ᾿ ἐκείνου γὰρ ἐγένετο καὶ τὰ μέτρα μείζω τῶν Φειδωνείων, καὶ ἡ μνᾶ πρότερον ἔχ[ο]υσα [σ]ταθμὸν ἑβδομήκοντα δραχμὰς ἀνεπληρώθη ταῖς ἑκατόν.
因为在他的时代,度量比斐冬的度量更大,而先前重量为七十德拉克马的米纳,被增加满额到一百德拉克马。
| ἦν δ᾿ ό ἀρχαῖος χαρακτὴρ δίδραχμον.
而古代的钱币特征是双德拉克马。
ἐποίησε δὲ καὶ σταθμὰ πρὸς τ[ὸ] νόμισμα τ[ρ]εῖς καὶ ἑξήκοντα μνᾶς τὸ τάλαντον ἀγούσας, καὶ ἐπιδιενεμήθησαν αί τ]ρεῖς μναῖ τῷ στατῆρι καὶ τοῖς ὄλλοις σταθμοῖς.
他还制造了与货币相对应的分铜,使一塔兰同重达六十三米纳,这多出的三米纳按比例分配给司塔特及其他分铜。

词汇与语法注释

  1. 8οὓς ἑκάστη προκρίνειν τῶν φυλῶν — 在关系代名词 οὕς 之后的不定式 προκρίνειν 可以理解为省略了表示义务的 δεῖ 或 ἔδει(“每个部落所应当选出的”),或者作为雅典散文中常见的规定性自立不定式,用以说明各个部落预先选出候选人的程序。
  2. 8ὅθεν ἔτι διαμένει ταῖς φυλαῖς τὸ δέκα ἑκάστην, εἶτ᾿ ἐκ τούτων κυαμεύειν — 动词 διαμένει 的主语是由冠词 τὸ 引导的整个名词化短语。其中 ἑκάστην 是对格,作为不定式动作的逻辑主语(或表示分配意义的对格),其后的不定式 κυαμεύειν(“从中用豆子抽签”)亦在冠词 τὸ 的控制下,共同构成一个名词性结构。
  3. 8οὐκ ἐπιγράφουσα τὴν πρόφασιν δι᾿ ὃ τὸ ἐκτίνεσθαι — 关系代名词 ὃ(中性)受前置词 διά(支配对格,意为“由于”)的管辖。接下来的带冠词被动不定式 τὸ ἐκτίνεσθαι 意为“被科处罚金(或被支付罚金)”,整句构成一个间接疑问或关系性质的名词性短语,表示“因何原因而需支付罚金”。
  4. 9ᾧ μάλιστά ἰσχυκέναι τὸ πλῆθος — 关系代名词 ᾧ 是手段与格,指代前述的“申诉权(ἔφεσις)”。ἰσχυκέναι 是对格不定式,受主句动词 δοκεῖ(似乎、被认为)的影响而被吸引入关系从句中,其逻辑主语是对格的 τὸ πλῆθος(平民、大众),用以表达平民藉以获得力量的手段。
  5. 10καὶ ἐπιδιενεμήθησαν αἱ τρεῖς μναῖ τῷ στατῆρι καὶ τοῖς ἄλλοις σταθμοῖς — 被动语态动词 ἐπιδιενεμήθησαν(被按比例分配)以 αἱ τρεῖς μναῖ(这多出的三米纳)为主语。与格的 τῷ στατῆρι(司塔特)和 τοῖς ἄλλοις σταθμοῖς(其他分铜)表示分配的接受方,意指这多出的三米纳按比例分配并增加到了司塔特及其他各种分铜之上。

引用这一段

亚里士多德, 雅典政制 §8-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:8-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。