§11XI. διατάξας δὲ τῆν πολιτείαν ὅντπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἐνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν μήτ᾿ ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο σατο κατ’ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, ε[ἰπ]ὼν ὡς οὐχ ἥ]ξει δέκα ἐτῶν·
ソロンはこのように国制を整えたが、人々が彼のもとにやって来ては、法律についてあれこれ非難したり質問したりして彼を悩ませたので、彼はこれらを変更したくもなく、また自ら留まって反感を買うことも望まなかったので、商業と見聞を兼ねてエジプトへと旅立ち、 10年間は戻らないと言い残した。
οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ᾿ ἕκαστον τὰ γεγραμμένα ποιεῖν.
彼が留まって自ら法律を解釈するのは正しくなく、むしろ各自が書かれた通りに実行すべきだと考えたからである。
ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρίμων διαφόρους γεγενῆσθαι πολλοὐς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν.
同時に、債務帳消しのために多くの有力者たちが彼と敵対するようになり、また、民衆も有力者も、その改革が自分たちの期待とは異なっていたために、双方の陣営が不満を抱くようになっていた。
ὁ μὲν γὰρ δῆμος ᾤετο πάντ᾿ ἀνάδαστα ποιήσειν αὐτόν, οἱ δὲ γνώριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν ἢ μ[ικ]ρ[ὸ]ν παραλλάξ[ειν].
なぜなら、民衆は彼がすべての土地を再分配するだろうと考えていたのに対し、有力者たちは再び元の秩序に戻すか、あるいはごくわずかな変更に留めるだろうと考えていたからである。
<ὁ δὲ> Σόλων ἀμφοτέροις ἠναντιώθη, καὶ ἐξὸν αὐτῷ μεθ᾿ ὁποτέρων ἐβούλετο συστά[ντ]α τυραννεῖν εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι, σώσας σώσας πατρίδα καὶ τὰ βέ[λτι]στα νομοθετήσας.
しかしソロンは双方に立ち向かい、どちらか一方の側について僭主となることができたにもかかわらず、祖国を救い、最善の法律を制定した上で、双方から反感を買う道を選んだのである。
§12XII. ταῦτα δ᾿ ὅτι τοῦτον <τὸν> τρόπον ἔσχεν οἵ τ᾿ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιἠσει μέμανηται περὶ αὐτῶν ἐν τοῖσδε·
事柄がこのように推移したことについては、他のすべての人々が一致して証言しているだけでなく、彼自身も自分の詩の中で次のように言及している。
δήμῳ μὲν γ]ρ ἔδωκα τόσον γέρας ὅσσον ἀπαρκεῖ,
τιμῆς οὔτ᾿ ἀφελὼν οὔτ᾿ ἐπορεφάμενος·
「民衆には、十分なだけの特権を与えた。 名誉を奪うことも、分不相応に与えることもしなかった。
οἵ δ᾿ εἷχον δύναμιν καὶ χρήμασιν ἧσαν ἀγητοί,
καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν.
力と富を持ち、人々から仰ぎ見られていた者たち、彼らに対しても、不当な扱いを受けないように配慮した。
ἔστην δ᾿ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι,
νικᾶν δ᾿ οὐκ εἴασ᾿ οὐδετέρους ἀδίκως.
私は双方に強力な盾を差し伸べ、どちらも不当に勝利することがないようにした。
πάλιν δ᾿ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι·
」また、民衆をどのように扱うべきかについて、再び次のように述べている。
δῆμος δ᾿ ὧδ᾿ ἄν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος.
「民衆は、指導者たちにこのように従うのが最も良い。 過度に放任されず、また抑圧されもしない時に。
τίκτει γὰρ κόρος ὕβριν, ὄταν πολὺς ὄλβος ἕπηται
ἀνθρώποισιν ὄσοις μὴ νόος ἄρτιος ᾖ.
なぜなら、飽食は傲慢(ヒュブリス)を生むからである、富が正しい理性を備えていない人々に多くもたらされる時に。
καὶ πάλιν δ᾿ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων·
」さらに、土地の再分配を望んだ人々について、別の場所で次のように述べている。
οἵδ᾿ ἐφ᾿ ἁρπαγαῖσιν ἧλθον, ἐλπίδ᾿ εἷχον ἀφνεὰν
κἀδόκους ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,
καί με κωτίλοντα λείως τραχὺν ἐκφανεῖν νόον·
「彼らは略奪を求めてやって来て、豊かな希望を抱き、各自が思いがけないほど大きな富を手にするだろうと考えていた。 そして、優しく話す私が、やがて荒々しい本性を現すだろうと。
χαῦνα μὲν τότ᾿ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι
λοξ[ὸν ὀ]φθαλμοῖσ᾿ ὁρῶσι πάντες ὥστε δήιον.
その時は甘い考えを抱いていたが、今は私に怒り狂い、皆が敵を見るかのように、私を白い目で睨みつけている。
οὐ χρεών·
その必要はない。
ἅ μὲν γὰρ εἷπα σὺν θεοῖσιν ἤνυσα,
ἄ[λλ]α δ᾿ ο[ὑ] μάτην ἔερδον, οὐδέ μοι τυραννίδος
ἁνδάνει βίᾳ τι [ῥέζ]ειν, οὐδὲ πιεί[ρ]ας χθονὸς
πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν.
私が語ったことは、神々の助けを得て成し遂げた。 それ以外のことは無駄に行わなかったし、僭主の暴力によって何かを行うことも、この肥沃な祖国の地において、貴族と悪人に等しい分け前を与えることも、私の気に入るものではなかった。
[πάλιν] δὲ καὶ περὶ τῆς ἀρ[οκ]οπῆς τῶν χ[ρε]ῶν καὶ τῶν δουλευόντων μὲv πρότερον ἐλυθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν·
」また、債務の帳消しと、以前は奴隷であったが『ソロンの改革(セイサクテイア)』によって解放された人々についても次のように述べている。
ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξ[υ]νήγαγον
δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;
「私はどのような目的のために、民衆を呼び集めたのか。 その目的を達成する前に、私は何をやめたというのか。
συμμαρτυροίη ταῦτ᾿ ἄν ἐν δίκῃ χρόνου
μήτηο μεγίστη δαιμόνων Ὀλυμπίων
ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε
ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότα[ς],
πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
時の裁判において、オリンポスの神々のうち偉大なる母、黒き大地が、これを最もよく証言してくれるだろう。 私はその大地から、いたる所に突き刺さっていた境界石を取り除いた。 かつては奴隷であったが、今は自由な大地となった。
πολλοὺς δ᾿ Ἀθήνας. πατρίδ᾿ εἰδ θεόκτιτον,
ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,
ἄλλον δικαίως, τοὺς δ᾿ ἀναγκαίης ὑπὸ
χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν
ἱέντας, ὡς ἄν πολλαχῇ πλανωμένους,
τοὺς δ᾿ ἐνθάδ᾿ αὐτοῦ δουλίην ἀεικέα
ἔχοντας, ἤθη δεσποτῶν τρομευμέν[ους],
ἐλευθέρους ἔθηκα.
不当に、あるいは正当に売られて、アテナイという神の建てた祖国から離れた多くの人々を、私は呼び戻した。 また、生計を立てるためにやむを得ず亡命し、いたる所を彷徨ううちに、アッティカの方言を話さなくなった人々や、ここで卑しい奴隷の身分に甘んじ、主人の気性を恐れて震えていた人々を、私は自由の身とした。
ταῦτα μὲν κράτει
νόμου, βίαν τε καὶ δίκην συναρμόσας,
ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχ[ό] μην.
これらを、法の力を用いて、暴力と正義を調和させることで成し遂げ、約束した通りにやり遂げた。
θεσμούς θ᾿ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ,
εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην,
ἔγραψα.
そして、善人にも悪人にも等しく、まっすぐな正義を各人に当てはめた法律を私は書き残した。
κέντρον δ᾿ ἄλλος ὡς ἐγὼ λαβών,
[κ]ακοφραδής τε ἰαὶ φιλοκτήμων ἀνήρ,
οὐκ ἂν κατέσχε δῆμον·
私以外の男がこの刺激を受け、」「悪意に満ち、利欲にかられた男であったなら、民衆を抑えることはできなかっただろう。
εἰ γὰρ ἤθελον
ὅ τοῖς ἐναντίο[ισι]ν ἥνδανεν τότε,
αὖθις δ᾿ ἃ τοῖσιν οὕτεροι φρασαίατο,
πολλῶν ἂν ἀνδρῶν ἥδ᾿ ἐχηρώθη πόλις.
もし私が、当時、反対派の気に入るようにしようとしたり、あるいは、もう一方の側が企てたことをしようとしていたなら、この都市は多くの男たちを失って、荒廃していただろう。
τῶν οὕνεκ᾿ ἀλκὴν πάντοθεν ποιούμενος
ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.
それゆえ、私は四方から身を守る力を蓄え、多くの犬に囲まれた狼のように、立ち回ったのである。
καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων·
」また、彼らの後に生じた双方の不満を難じて、次のように言っている。
δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,
ἃ νῦν ἔχουσιν οὔποτ᾿ ὀφθαλμοῖσιν ἂν
εὕδοντες εἶδον.
「もし民衆をあからさまに難じるべきであるなら、彼らが今手にしているものは、夢にも見たことがなかったものだ。
ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες
αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο·
」また、身分が高く、より力の強い者たちについては、「私を称賛し、友とすべきである。
εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν,
οὐκ ἂν κατέσχε δῆμον οὐδ᾿ ἐπαύσατο,
πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα.
」なぜなら、もし自分以外の誰かがこのような名誉を得ていたなら、と彼は言う。 「民衆を抑えることも、かき混ぜてミルクから脂を取り出すまでやめることもなかっただろう。
|
ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ
ορος κατεστην.
しかし私は、彼らの間の境界線において、境界石のように立ったのである。 」