Humanitext Reader

亚里士多德 · 论灵魂 §3.9

动物空间运动的原因与灵魂划分的探讨

第 39 段,共 43 段 · 希腊语

内容简介

作者开始探讨引起空间(位移)运动的灵魂能力。在指出传统灵魂划分方法的困难之后,他论证了营养能力、感觉能力以及理知(观照)知性都不能成为这种运动的直接原因。

§3.9Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω τοσαῦτα, περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς φυχῆς, σκεπτέον, πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ἂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή, κἂν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα, ἢ τούτων ἕν τι.
既然动物的灵魂是由两种能力所规定的,即凭借着作为思考和感觉之工作的判定能力,以及凭借着引起空间运动的能力,那么关于感觉和知性就规定这么多,而关于引起运动的事物,它究竟是灵魂的什么,我们必须予以考察:它是灵魂的某一个部分,在大小上或在定义上是可分离的,还是整个灵魂;而如果它是某一部分,那么它是除了通常所说和已经提到的那些部分之外的某种独特部分,还是这些部分中的某一个。
ἔχει δὲ ἀπορίαν εὐθὺς πῶς τε δεῖ μόρια λέγειν τῆς ψυχῆς καὶ πόσα.
可是,关于应当如何谈论灵魂的部分以及有多少部分,立刻就产生了困难。
τρόπον γάρ τινα ἄπειρα φαίνεται, καὶ οὐ μόνον ἅ τινες λέγουσι διορίζοντες, λογιστικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν, οἱ δὲ τὸ λόγον ἔχον καὶ τὸ ἄλογον· κατὰ γὰρ τὰς διαφορὰς δἰ ἃς ταῦτα χωρίζουσι, καὶ ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα τούτων, περὶ ὧν καὶ νῦν εἴρηται, τό τε θρεπτικόν, ὃ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζῴοις, καὶ τὸ αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν· τις ῥᾳδίως.
因为在某种意义上,它们似乎是无限多的,而不仅仅是某些人在进行区分时所说的:理知部分、气概部分和欲望部分,或者另一些人所说的具有理性部分和无理性部分;因为根据他们划分这些部分的差异,还会出现其他具有更大差异的部分,它们比刚才提到的那些部分更为不同:即同样存在于植物和所有动物中的营养能力,以及人们无法轻易将其归为无理性或具有理性的感觉能力。
ἔτι δὲ τὸ φανταστικόν, ὃ τῷ μὲν εἶναι πάντων ἕτερον, τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον ἔχει πολλὴν ἀπορίαν, εἴ τις θήσει κεχωρισμένα μόρια τῆς ψυχῆς.
此外还有想象能力,它在本质上与所有这些部分都不同,但如果有人设定灵魂有分离的部分,那么它与这些部分中的哪一个相同或不同,就存在很大的困难。
πρὸς δὲ τούτοις τό ὀρεκτικόν, ὃ καὶ λόγῳ καὶ δυνάμει ἕτερον ἂν δόξειεν εἶναι πάντων. καὶ ἄτοπον δὴ τὸ τοῦτο διασπᾶν·
在这些之外,还有欲求能力,无论是在定义上还是在能力上,它似乎都与所有其他部分不同。
ἔν τε τῷ λογιστικῷ γὰρ ἡ βούλησις γίνεται, καὶ ἐν τῷ ἀλόγῳ ἡ ἐπιθυμία καὶ ὁ θυμός· εἰ δὲ τρία ἡ ψυχή, ἐν ἑκάστῳ ἔσται ὄρεξις.
而如果将这个能力撕裂开来,那真是荒谬;因为愿望产生于理知部分,而欲望和气概则产生于无理性部分;如果灵魂是三个部分,那么在每一个部分中都将存在欲求。
καὶ δὴ καὶ περὶ οὗ νῦν ὁ λόγος ἐνέστηκε, τί τό κινοῦν κατὰ τόπον τὸ ζῷόν ἐστιν;
此外,关于我们现在正在讨论的话题,究竟是什么在动物中引起空间运动?
τὴν μὲν γὰρ κατʼ αὔξησιν καὶ φθίσιν κίνησιν, ἅπασιν ὑπάρχουσαν, τὸ πᾶσιν ὑπάρχον δόξειεν ἂν κινεῖν, τὰ γεννητικὸν καὶ θρεπτικόν· περὶ δὲ ἀναπνοῆς καὶ ἐκπνοῆς, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, ὕστερον ἐπισκεπτέον· ἔχει γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν.
因为对于存在于一切生物中的成长和衰退的运动,似乎是由存在于一切生物中的那种能力,即生殖和营养能力所引起的;而关于呼吸和呼气、睡眠和醒觉,我们必须在以后进行考察,因为这些也存在很大的困难。
ἀλλὰ περὶ τῆς κατὰ τόπον κινήσεως, τί τὸ κινοῦν τὸ ζῷον τὴν πορευτικὴν κίνησιν, σκεπτέον.
但是,关于空间运动,究竟是什么让动物产生位移运动,我们必须予以考察。
ὅτι μὲν οὖν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἕνεκά του ἡ κίνησις αὕτη, καὶ μετὰ φαντασίας καὶ ὀρέξεώς ἐστιν· οὐθὲν γὰρ μὴ ὀρεγόμενον ἢ φεῦγον κινείται ἀλλʼ ἢ βίᾳ.
显然,这并不是营养能力;因为这种运动总是为了某种目的,并且伴随着想象和欲求;因为除非受到强力,否则没有任何东西在不欲求或不逃避的情况下运动。
ἔτι κἂν τὰ φυτά κινητικὰ ἦν, κἂν εἶχέ τι μόριον ὀργανικὸν πρός τὴν κίνησιν ταύτην.
此外,[如果营养能力是原因的话,] 植物也本该具有运动能力,并且拥有某种用于这种运动的器官部分。
ὁμοίως δὲ οὐδὲ τὸ αἰσθητικόν· πολλὰ γὰρ ἔστι τῶν ζῴων ἃ αἴσθησιν μὲν ἔχει, μόνιμα δʼ ἐστὶ καὶ ἀκίνητα διὰ τέλους.
同样,它也不是感觉能力;因为有许多动物虽然具有感觉,却始终是定居且不动的。
εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηθὲν μήτε ἀπολείπει τι τῶν ἀναγκαίων, πλὴν ἐν τοῖς πηρώμασι καὶ ἐν τοῖς ἀτελέσιν, τὰ δὲ τοιαῦτα τῶν ζῴων τέλεια καὶ οὐ πηρώματά ἐστιν (σημεῖον δʼ ὅτι ἐστὶ γεννητικά καὶ ἀκμὴν ἔχει καὶ φθίσιν)—ὥστ᾿ εἶγεν ἂν καὶ τὰ ὀργανικὰ μέρη τῆς πορείας.
因此,如果自然既不做任何徒劳无益的事,也不遗漏任何必要的东西(除非在残缺和不完全的生物中),而此类动物是完全的而非残缺的(证据在于它们具有生殖能力,并有全盛期和衰退期),那么它们也本该拥有用于位移的器官部分。
ἀλλὰ μὴν οὐδὲ τὸ λογιστικὸν καὶ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν· ὁ μὲν γὰρ θεωρητικὸς οὐθὲν θεωρεῖ πρακτόν, οὐδὲ λέγει περὶ φευκτοῦ καὶ διωκτοῦ οὐθέν, ἀεὶ δὲ ἡ κίνησις ἢ φεύγοντος ἢ διώκοντός τί ἐστιν.
然而,理知部分和所谓的知性也不是引起运动者;因为观照的知性不观照任何可付诸行动的事物,也不对可避开或可追求的事物做任何说明,而运动却总是属于正在逃避或追求某物者的。
ἀλλʼ οὐδʼ ὅταν θεωρῇ τι τοιοῦτον, ἤδη κελεύει φεύγειν ἢ διώκειν, οἶον πολλάκις διανοείται φοβερόν τι ἢ ἡδύ, οὐ κελεύει δὲ φοβεῖσθαι, ἡ δὲ καρδία κινεῖται, ἂν δʼ ἡδύ, ἕτερόν τι μόριον.
然而,即使当它观照这类事物时,它也不会立刻命令去逃避或追求;例如,它常常思考某种可怕或愉快的事物,却并不命令去害怕,但心脏却在运动,而如果是愉快的事物,则是另外的某个部分在运动。
ἔτι καὶ ἐπιτάττοντος τοῦ νοῦ καὶ λεγούσης τῆς διανοίας φεύγειν τι ἢ διώκειν οὐ κινεῖται, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν πράττει, οἷον ὁ ἀκρατής.
此外,即使当知性命令并且思考说要逃避或追求某物时,动物也不运动,而是按照欲望去行动,例如不能自制的人。
καὶ ὅλως δὲ ὁρῶμεν ὅτι ὁ ἔχων τὴν ἰατρικὴν οὐκ ἰᾶται, ὡς ἑτέρου τινὸς κυρίου ὄντος τοῦ ποιεῖν κατά τὴν ἐπιστήμην, ἀλλʼ οὐ τῆς ἐπιστήμης.
并且总的来说,我们看到拥有医术的人并不行医,这表明另有其他某种事物才是主宰按照知识去行动的,而不是知识本身。
ἀλλὰ μὴν οὐδʼ ἡ ὄρεξις ταύτης κυρία τῆς κινήσεως· οἱ γὰρ ἐγκρατεῖς ὀρεγόμενοι καὶ ἐπιθυμοῦντες οὐ πράττουσιν ὧν ἔχουσι τὴν ὄρεξιν, ἀλλʼ ἀκολουθοῦσι τῷ νῷ.
但是,欲求也不是这种运动的主宰;因为能自制的人,虽然有所欲求和渴望,却不去做他们所欲求的事,而是听从知性。

词汇与语法注释

  1. 9ἡ τῶν ζῴων — 省略了上文 ἡ ψυχὴ κατὰ δύο 中的 ἡ ψυχή(灵魂),意为“动物的[灵魂]”。
  2. 25ὥστ᾿ εἶγεν ἂν καὶ τὰ ὀργανικὰ μέρη τῆς πορείας — 这是由第 21 行 εἰ οὖν... 开始的条件句的归结部分。 ἄν 与未完成过去直陈式( εἶχεν )连用,表示与事实相反的虚拟(反事实条件)。此处的论证是一个反证法:如果感觉能力是运动的原因,那么那些具有感觉但静止不动的动物也本该拥有位移器官,但事实并非如此。
  3. 5ὡς ἑτέρου τινὸς κυρίου ὄντος τοῦ ποιεῖν ... ἀλλʼ οὐ τῆς ἐπιστήμης — 此处使用了 ὡς 引导的属格独立结构( ἑτέρου τινὸς κυρίου ὄντος ),用以表示主观原因或依据。 τοῦ ποιεῖν 是冠词性不定式(属格),修饰 κυρίου(主宰),意为“主宰行动”。

引用这一段

亚里士多德, 论灵魂 §3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。