§3.8Νῦν δέ, περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώσαντες, εἴπωμεν πάλιν ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι πάντα· ἢ γὰρ αἰσθητὰ τὰ ὄντα ἢ νοητά, ἔστι δʼ ἡ ἐπιστήμη μὲν τὰ ἐπιστητά πως, ἡ δʼ αἴσθησις τὰ αἰσθητά·
现在,在总结了关于灵魂的论述之后,让我们再次说明,灵魂在某种意义上是一切存在的事物;因为存在着的事物要么是可感觉的,要么是可理知的,而一方面,知识在某种意义上是可知的事物,另一方面,感觉是可感觉的事物。
πῶς δὲ τοῦτο, δεῖ ζητεῖν.
但这如何可能,我们必须予以探讨。
τέμνεται οὖν ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις εἰς τὰ πράγματα, ἡ μὲν δυνάμει εἰς τὰ δυνάμει, ἡ δʼ ἐντελεχείᾳ εἰς τὰ ἐντελεχείᾳ.
因此,知识和感觉被划分为与其对应的事物,潜在的划分给潜在的事物,现实的则划分给现实的事物。
τῆς δὲ ψυχῇς τὸ αἰσθητικὸν καὶ τὸ ἐπιστημονικὸν δυνάμει ταῦτά ἐστι, τό μὲν ἐπιστητὸν τὸ δὲ αἰσθητόν.
而灵魂中具有感觉能力和具有知识能力的部分,在潜在上就是这些事物,即一为可知者,一为可害者。
ἀνάγκη δʼ ἢ αὐτὰ ἢ τὰ εἴδη εἶναι.
而它们必须要么是事物本身,要么是其形相。
αὐτὰ μὲν δὴ οὔ· οὐ γὰρ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλὰ τὸ εἶδος· ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστιν· καὶ γὰρ ἡ χείρ ὄργανόν ἐστιν ὀργάνων, καὶ ὁ νοῦς εἶδος εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν.
绝非事物本身;因为石头并不在灵魂中,而在其中的是其形相;因此,灵魂就像是手一样;因为手是工具的工具,而知性是形相的形相,感觉则是可感觉物的形相。
ἐπεὶ δὲ οὐδὲ πρᾶγμα οὐθὲν ἔστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον, ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστι, τά τε ἐν ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη.
此外,既然在可感觉的大小之外,似乎没有任何事物是分离存在的,理知的事物便存在于可感觉的形相之中,既包括那些在抽象中被谈论的对象,也包括所有作为可感觉物的状态和受动的性质。
καὶ διὰ τοῦτο οὔτε μὴ αἰσθανόμενος μηθὲν οὐθὲν ἂν μάθοι οὐδὲ ξυνείη, ὅταν τε θεωρῇ, ἀνάγκη ἅμα φάντασμά τι θεωρεῖν· τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά ἐστι, πλὴν ἄνευ ὕλης.
正因如此,如果一个人什么都感觉不到,就既学不到任何东西,也不能理解任何事物;当人在进行观照时,必须同时观照某种心像;因为心像就像是感觉内容一样,只是没有质料。
ἔστι δʼ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως· συμπλοκὴ γὰρ νοημάτων ἐστὶ τὸ ἀληθὲς ἢ ψεῦδος.
但想象不同于肯定和否定;因为真或假是概念的结合。
τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι;
那么,最基础的概念与心像有什么区别呢?
ἢ οὐδὲ τἄλλα φαντάσματα, ἄλλʼ οὐκ ἄνευ φαντασμάτων.
或者说,其他的概念也并非心像本身,但它们无法脱离心像而存在?