§3.10Φαίνεται δέ γε δύο ταῦτα κινοῦντα, ἢ ὄρεξις ἢ νοῦς, εἴ τις τὴν φαντασίαν τιθείη ὡς νόησίν τινα·
然而,这二者似乎是引起运动者,即欲求或知性,如果有人把想象也设定为某种思考的话。
πολλοὶ γὰρ παρὰ τὴν ἐπιστήμην ἀκολουθοῦσι ταῖς φαντασίαις, καὶ ἐν τοῖς ἄλλοις ζῴοις οὐ νόησις οὐδὲ λογισμὸς ἔστιν, ἀλλὰ φαντασία.
因为许多人违背知识而顺从想象,且在其他动物中没有思考或推论,只有想象。
ἄμφω ἄρα ταῦτα κινητικὰ κατὰ τόπον, νοῦς καὶ ὄρεξις, νοῦς δὲ ὁ ἕνεκά του λογιζόμενος καὶ ὁ πρακτικός· διαφέρει δὲ τοῦ θεωρητικοῦ τῷ τέλει.
因此,知性和欲求这两者都具有引起空间运动的能力,而这里的知性是指为了某种目的而推论的实用知性;它与观照知性的区别在于目的。
καὶ ἡ ὄρεξις δʼ ἕνεκά του πᾶσα· οὗ γὰρ ἡ ὄρεξις, αὕτη ἀρχὴ τοῦ πρακτικοῦ νοῦ· τὸ δʼ ἔσχατον ἀρχὴ τῆς πράξεως.
而且所有的欲求也都是为了某种目的;因为欲求的对象就是实践知性的起点,而最终的东西则是行动的起点。
ὥστε εὐλόγως δύο ταῦτα φαίνεται τὰ κινοῦντα, ὄρεξις καὶ διάνοια πρακτική· τό ὀρεκτὸν γὰρ κινεῖ, καὶ διὰ τοῦτο ἡ διάνοια κινεῖ, ὅτι ἀρχὴ αὐτῆς ἐστι τὸ ὀρεκτόν.
因此,欲求和实践思考这两者显得是引起运动的东西,这是合乎情理的;因为欲求的对象引起运动,而思考之所以引起运动,也正是因为其起点是欲求的对象。
καὶ ἡ φαντασία δὲ ὅταν κινῇ, οὐ κινεῖ ἄνευ ὀρέξεως.
而想象力在引起运动时,也不可能没有欲求而引起运动。
ἓν δή τι τὸ κινοῦν, τὸ ὀρεκτικόν.
因此,引起运动者实际上只有一个,即欲求能力。
εἰ γὰρ δύο, νοῦς καὶ ὄρεξις, ἐκίνουν, κατὰ κοινὸν ἄν· τι ἐκίνουν εἶδος· νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως (ἡ γὰρ βούλησις ὄρεξις, ὅταν δὲ κατὰ τὸν λογισμὸν κινῆται, καὶ κατὰ βούλησιν κινεῖται), ἡ δʼ ὄρεξις κινεῖ καὶ παρὰ τὸν λογισμόν· ἡ γὰρ ἐπιθυμία ὄρεξίς τίς ἐστιν.
因为如果是知性和欲求这两个东西引起运动,它们本应基于某种共同的形式来引起运动;但现在,知性似乎没有欲求就不能引起运动(因为愿望是一种欲求,而当人按照推论运动时,也是按照愿望运动的),而欲求甚至能违背推论而引起运动;因为欲望是某种欲求。
νοῦς μὲν οὖν πᾶς ὀρθός ἐστιν· ὄρεξις δὲ καὶ φαντασία καὶ ὀρθὴ καὶ οὐκ ὀρθή.
因此,知性全都是正确的;但欲求和想象则既有正确的,也有不正确的。
διὸ ἀεὶ κινεῖ μὲν τὸ ὀρεκτόν, ἀλλὰ τοῦτʼ ἐστὶν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν· οὐ πᾶν δέ, ἀλλὰ τὸ πρακτὸν ἀγαθόν.
因此,引起运动的总是欲求的对象,但这或者是善,或者是显得善的东西;然而并不是所有的善,而是可付诸行动的善。
πρακτὸν δʼ ἐστὶ τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν.
而可付诸行动的善,是指可能呈其他状态的事物。
ὅτι μὲν οὖν ἡ τοιαύτη δύναμις κινεῖ τῆς ψυχῆς, ἡ καλουμένη ὄρεξις, φανερόν.
因此,是灵魂的这样一种能力,即被称为欲求的能力在引起运动,这是显而易见的。
τοῖς δὲ διαιροῦσι τὰ μέρη τῆς ψυχῆς, ἐὰν κατὰ τὰς δυνάμεις διαιρῶσι καὶ χωρίζωσι, πάμπολλα γίνεται, θρεπτικόν, αἰσθητικόν, νοητικόν, βουλευτικόν, ἔτι ὀρεκτικόν· ταῦτα γὰρ πλέον διαφέρει ἀλλήλων ἢ ἐπιθυμητικὸν καὶ θυμικόν.
但对于划分灵魂部分的人来说,如果他们按照能力来进行划分和分离,那就会产生极多的部分:营养能力、感觉能力、思考能力、审议能力,以及欲求能力;因为这些部分之间的差异,比欲望部分和气概部分之间的差异还要大。
ἐπεὶ δʼ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις, τοῦτο δὲ συμβαίνει ὅταν ὁ λόγος καὶ αἱ ἐπιθυμίαι ἐναντίαι ὦσι, γίνεται δʼ ἐν τοῖς χρόνου αἴσθησιν ἔχουσιν (ὁ μὲν γὰρ νοῦς διὰ τὸ μέλλον ἀνθέλκειν κελεύει, ἡ δʼ ἐπιθυμία διὰ τὸ ἤδη· φαίνεται γὰρ τὸ ἤδη ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ ἀγαθὸν ἁπλῶς, διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον), εἴδει μὲν ἓν ἂν εἴη τὸ κινοῦν, τὸ ὀρεκτικόν, ἀρεκτικόν—πρῶτον δὲ πάντων τὸ ὀρεκτόν· τοῦτο γὰρ κινεῖ οὐ κινούμενον, τῷ νοηθῆναι ἢ φαντασθῆναι—ἀριθμῷ δὲ πλείω τὰ κινοῦντα.
但是,既然会产生彼此相反的欲求,而这种情况发生于理性与欲望相反之时,并且这发生在具有时间感知的生物中(因为知性因未来而命令克制,欲望则因当下而命令;因为当下的快乐,由于不看未来,显得既是绝对的快乐又是绝对的善),那么在形式上,引起运动者应该是一个,即欲求能力作为欲求能力——而在所有事物中,首要的是欲求的对象,因为这个对象通过被思考或被想象,在自身不动的情况下引起运动——但在数量上,引起运动者是多个。
ἐπεὶ δʼ ἔστι τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δʼ ᾧ κινεῖ, ἔτι τρίτον τὸ κινούμενον, τὸ δὲ κινοῦν διττόν, τὸ μὲν ἀκίνητον, τὸ δὲ κινοῦν καὶ κινούμενον, ἔστι δὲ τὸ μὲν ἀκίνητον τὸ πρακτὸν ἀγαθόν, τὸ δὲ κινοῦν καὶ κινούμενον τὸ ὀρεκτικόν (κινεῖται γὰρ τὸ κινούμενον ᾗ ὀρέγεται, καὶ ἡ ὄρεξις κίνησίς τίς ἐστιν, ἡ ἐνεργείᾳ), τὸ δὲ κινούμενον τὸ ζῷον· ᾧ δὲ κινεῖ ὀργάνῳ ἡ ὄρεξις, ἤδη τοῦτο σωματικόν ἐστιν—διὸ ἐν τοῖς κοινοῖς σώματος καὶ ψυχῆς ἔργοις θεωρητέον περὶ αὐτοῦ.
既然有三样东西:第一是引起运动者,第二是它借以引起运动的工具,第三是被运动者;而引起运动者又是双重的,一是不动的,一是既引起运动又被运动的;其中不动的是可付诸行动的善,而既引起运动又被运动的是欲求能力(因为被运动者是在其产生欲求的范围内被运动的,而欲求是某种运动,即现实活动中的运动),而被运动者则是动物;而欲求借以引起运动的器官,这已经是身体性的了——因此我们必须在身体与灵魂的共同活动中来考察它。
νῦν δὲ ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τό κινοῦν ὀργανικῶς ὅπου ἀρχὴ ακαὶ τελευτὴ τὸ αὐτό—οἷον ὁ γιγγλυμός· ἐνταῦθα γάρ τὸ κυρτὸν καὶ τὸ κοῖλον τὸ μὲν τελευτὴ τὸ δʼ ἀρχή (διὸ τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινείται), λόγῳ μὲν ἕτερα ὄντα, μεγέθει δʼ ἀχώριστα.
而现在,概括地来说,作为工具而引起运动者,是指起点与终点合而为一的地方——例如关节;因为在那里有凸面和凹面,一为终点,一为起点(因此一者静止而另一者运动),它们在定义上是不同的,但在大小上是不可分离的。
πάντα γὰρ ὤσει καὶ ἕλξει κινεῖται· διὸ δεῖ, ὥσπερ ἐν κύκλῳ, μένειν τι, καὶ ἐντεῦθεν ἄρχεσθαι τὴν κίνησιν.
因为一切事物都是通过推和拉而运动的;因此,就像在圆圈中一样,必须有什么东西保持不动,且运动必须从那里开始。
ὅλως μὲν οὖν, ὥσπερ εἴρηται, ᾖ ὀρεκτικὸν τὸ ζῷον, ταύτῃ αὑτοῦ κινητικόν· ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας· φαντασία δὲ πᾶσα ἢ λογιστικὴ ἢ αἰσθητική.
因此总的来说,正如已经说过的那样,动物在具有欲求能力的范围内,在这方面是能自我运动的;而欲求能力离不开想象力;所有的想象力或者是推论性的,或者是感觉性的。
ταύτης μὲν οὖν καὶ τὰ ἄλλα ζῷα μετέχει.
而对于后者,其他动物也分有它。