§3.7Τὸ δʼ αὐτό ἐστιν ἡ κατʼ ἐνέργειαν ἐπιστήμη τῷματι.
现实中的知识与事物是同一的。
ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἐνί, ὅλως δὲ οὐδὲ χρόνῳ· ἔστι γάρ ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γινόμενα.
但在个体中,潜在的知识在时间上是在先的,但从整体上说甚至在时间上也不是在先的;因为所有生成的事物都是从在现实上存在着的事物中产生的。
—φαίνεται δὲ τὸ μὲν αἰσθητὸν ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν· οὐ γὰρ πάσχει οὐδʼ ἀλλοιοῦται.
——而一方面,感觉的对象被看作是使潜在的感觉能力在现实中起作用;因为其并不受动也不改变。
διὸ ἄλλο εἶδος τοῦτο κινήσεως· ἡ γὰρ κίνησις τοῦ ἀτελοῦς ἐνέργεια, ἡ δʼ ἁπλῶς ἐνέργεια ἑτέρα, ἡ τοῦ τετελεσμένου.
因此,这是另一种运动;因为通常的运动是未完成者的现实活动,而单纯的现实活动则是不同的,它是已完成者的现实活动。
— τὸ μὲν οὖν αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον καὶ νοεῖν· ὅταν δὲ ἡδὺ ἢ λυπηρόν, οἷον καταφᾶσα ἢ ἀποφᾶσα διώκει ἢ φεύγει·
——因此,感觉就像是仅作陈述和思考;但当它是快乐或痛苦时,就像肯定或否定一样,它追求或规避。
καὶ ἔστι τὸ ἥδεσθαι καὶ λυπεῖσθαι τὸ ἐνεργεῖν τῇ αἰσθητικῇ μεσότητι πρὸς τὸ ἀγαθὸν ἢ κακόν, ᾗ τοιαῦτα.
而感到快乐和痛苦,就是感觉的中枢针对善或恶(在它们作为此类事物的意义上)来进行现实活动。
καὶ ἡ φυγὴ δὲ καὶ ἡ ὄρεξις ταὐτό, ἡ κατʼ ἐνέργειαν, καὶ οὐχ ἕτερον τὸ ὀρεκτικὸν καὶ τὸ φευκτικόν, οὔτʼ ἀλλήλων οὔτε τοῦ αἰσθητικοῦ· ἀλλὰ τὸ εἶναι ἄλλο.
而规避和欲求在现实活动中是同一的,欲求的官能和规避的官能既不相互不同,也不与感觉的官能不同;只是它们的本质是不同的。
τῇ δὲ διανοητικῇ ψυχῇ τὰ φαντάσματα οἷον αἰσθήματα ὑπάρχει.
而对于思考的灵魂来说,心像就像是感觉。
ὅταν δὲ ἀγαθὸν ἢ κακὸν φήσῃ ἢ ἀποφήσῃ, φεύγει ἢ διώκει.
当它肯定或否定善或恶时,它规避或追求。
διὸ οὐδέποτε νοεῖ ἄνευ φαντάσματος ἡ ψυχή.
因此,灵魂绝不脱离心像进行思考。
—ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην· τοιονδὶ ἐποίησεν, αὕτη δʼ ἕτερον, καὶ ἡ ἀκοὴ ὡσαύτως, τὸ δὲ ἔσχατον ἕν, καὶ μία μεσότης, τὸ δʼ εἶναι αὐτῇ πλείω —τίνι δʼ ἐπικρίνει τί διαφέρει γλυκὺ καὶ θερμόν, εἴρηται μὲν καὶ πρότερον, λεκτέον δὲ καὶ ὧδε.
——正如空气使瞳孔变成如此状态,而瞳孔又使另一事物如此,听觉也是如此,而最后的器官是一,是一个单一的中枢,而其本质则是多——至于它凭什么判定甜与热有什么不同,虽然先前已经说过,但在这里也必须予以说明。
ἔστι γὰρ ἕν τι, οὕτω δὲ ὡς ὁ ὅρος, καὶ ταῦτα, ἓν τῷ ἀνάλογον καὶ τῷ ἀριθμῷ ὄντα, ἔχει ἑκάτερον πρὸς ἑκάτερον ὡς ἐκείνα πρὸς ἄλληλα· τί γὰρ διαφέρει τὸ ἀπορεῖν πῶς τὰ μὴ ὁμογενῆ κρίνει ἢ τὰ ἐναντία, οἷον λευκὸν καὶ μέλαν;
因为它是一个单一的东西,就像界限一样,而这些事物,在类比上和数量上是一,每一方对另一方的关系,就像那些事物彼此之间的关系一样;因为,去质疑它如何判定非同属的事物,与质疑它如何判定相反的事物(如白与黑)相比,有什么区别呢?
ἔστω δὴ ὡς τὸ τὸ λευκὸν πρὸς τὸ Β τὸ μέλαν, τὸ Γ πρὸς τὸ Δ· ὥστε καὶ ἐναλλάξ.
设A(白)对B(黑),就像C对D;因此交叉比例也成立。
εἰ δὴ τὰ ΓΑ ἐνὶ εἴη ὑπάρχοντα, οὕτως ἕξει, ὥσπερ καὶ τὰ ΔΒ, τὸ αὐτὸ μὲν καὶ ἕν, τὸ δʼ εἶναι οὐ τὸ αὐτό—κἀκεῖνα ὁμοίως.
如果C和A属于同一个东西,它们的状况就会像D和B一样,是同一个且是一,但它们的本质并不相同——那些相反者也是如此。
ὁ δʼ αὐτὸς λόγος καὶ εἰ τὸ μὲν Α τὸ γλυκὺ εἴη, τὸ δὲ Β τὸ λευκόν.
如果A是甜的,B是白的,道理也是一样。
τὰ μὲν οὖν εἴδη τό νοητικόν ἐν τοῖς φαντάσμασι νοεῖ, καὶ ὡς ἐν ἐκείνοις ὥρισται αὐτῷ τὸ διωκτὸν καὶ φευκτόν, καὶ ἐκτὸς τῆς αἰσθήσεως, ὅταν ἐπὶ τῶν φαντασμάτων ᾖ, κινεῖται·
因此,思考的官能在心像中思考形相,并且正如在那些心像中为它规定了追求和规避之物一样,即使在感觉不在场时,当它专注于心像时,它也会被推动。
οἷον αἰσθανόμενος τὸν φρυκτόν ὅτι πῦρ, τῇ κοινῇ γνωρίζει, ὁρῶν κινούμενον, ὅτι πολέμιος· ὁτὲ δὲ τοῖς ἐν τῇ ψυχῇ φαντάσμασιν ἢ νοήμασιν, ὥσπερ ὁρῶν, λογίζεταυ καὶ βουλεύεται τὰ μέλλοντα πρός τὰ παρόντα· καὶ ὅταν εἴπῃ ὡς ἐκεῖ τὸ ἡδὺ ἢ λυπηρόν, ἐνταῦθα φεύγει ἢ διώκει— καὶ ὅλως ἓν πράξει.
例如,通过感知火炬是火,看到它移动,它通过共同感觉认识到它是敌人;但有时通过灵魂中的心像或概念,就像看见一样,它对照现在的情况来推算和筹划未来的事情;而当它说心像里有快乐或痛苦时,在现实中它就会规避或追求—— 并且总是在行动中如此。
καὶ τὸ ἄνευ δὲ πράξεως, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐν τῷ αὐτῷ γένει ἐστὶ τῷ ἀγαθῷ καὶ τῷ κακῷ· ἀλλὰ τῷ γε ἀπλῶς διαφέρει καὶ τινί.
而没有行动的真和假,与善和恶属于相同的属;但在绝对者(普遍真理)与相对者上是不同的。
—τὰ δὲ ἐν ἀφαιρέσει λεγόμενα ὥσπερ, εἴ τις τὸ σιμὶν ᾖ μὲν σιμὸν οὔ, κεχωρισμένως δὲ κοῖλον ἐνόει ἐνεργείᾳ, ἄνευ τῆς σαρκὸς ἄν ἐνόει ἐν ᾗ τὸ κοῖλον—οὕτω τὰ μαθηματικά, οὐ κεχωρισμένα, ὡς κεχωρισμένα νοεῖ, ὅταν νοῇ ἐκεῖνα.
——而那些被称为“抽象”的事物,就像如果有人不把凹鼻作为凹鼻,而是现实中独立地思考“凹”,他就会在不考虑凹所存在的肉体的情况下思考它一样——它思考数学事物也是如此,尽管它们并不是分离的,但当它思考它们时,却把它们作为分离的事物来思考。
ὅλως δὲ ὁ νοῦς ἐστὶν ὁ κατʼ ἐνέργειαν τὰ πράγματα.
总的来说,知性在现实活动中就是被思考的事物本身。
ἆρα δ’ ἐνδέχεται τῶν κεχωρισμένων τι νοεῖν ὄντα αὐτόν μὴ κεχωρισμένον μεγέθους, ἢ οὔ, σκεπτέον ὕστερον.
至于知性本身在不脱离大小的情况下,是否能思考任何分离的事物,或者不能,我们必须在以后进行考察。