Humanitext Reader

亚里士多德 · 论灵魂 §3.5-3.6

能动知性与受动知性的区分及对不可分者的思考

第 36 段,共 43 段 · 希腊语

内容简介

亚里士多德区分了创造一切的“能动知性”与成为一切的“受动知性”,并阐明了前者的不朽性。接着,他分析了在思考不可分事物时不会产生虚假,说明了真假是如何通过概念的合成产生的,并探讨了对点等缺损实体的认识以及知性在认识本质定义时的无谬性。

§3.5Ἐπεὶ δʼ ἐν ἁπάσῃ τῇ φύσει ἐστὶ τὸ μὲν ὕλη ἑκάστῳ γένει (τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκείνα), ἕτερον δὲ τὸ αἴτιον καὶ ποιητικόν, τῷ ποιεῖν πάντα, οἶον ἡ τέχνη πρὸς τὴν ὕλην πέπονθεν, ἀνάγκη καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς.
既然在全部自然中,一方面有作为各个属的质料的成分(这就是在潜在上是所有这些东西的那种成分),另一方面有作为原因和能动者的成分,因其能制造一切(正如技术与它的质料的关系一样),那么在灵魂中也必须存在这些区别。
καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίνεσθαι, ὁ δὲ τῷ πάντα ποιεῖν, ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τό φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα.
而这样一种知性,由于它生成一切,另一种知性则由于它制造一切,如同一特定状态,比如光;因为在某种意义上,光也使潜在的颜色成为现实的颜色。
καὶ οὗτος ὁ νοῦς χωριστός καὶ ἀπαθὴς καὶ ἀμιγής, τῇ οὐσίᾳ ὢν ἐνέργεια.
而且这种知性是可分离的、不受动的、无混合的,在其实质上就是现实活动。
ἀεὶ γὰρ τιμιώτερον τό ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης.
因为能动者总是比受动者更高贵,原理比质料更高贵。
τὸ δʼ αὐτό ἐστιν ἡ κατʼ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι· ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ, ἀλλʼ οὐχ ὁτὲ μὲν νοεῖ ὁτὲ δʼ οὐ νοεῖ.
而现实中的知识与被认识的事物是同一的;但在个体中,潜在的知识在时间上是在先的,但从整体上说甚至在时间上也不是在先的,但它并不是有时思考、有时不思考。
χωρισθεὶς δʼ ἐστὶ μόνον τοθʼ ὅπερ ἐστί, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀΐδιον (οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός)· καὶ ἄνευ τούτου οὐθὲν νοεῖ.
当它被分离时,它仅仅是它所是的东西,且只有这部分是无死且永恒的(而我们并不记得,因为这部分是不受动的,而受动知性是可毁灭的);没有它,就没有任何东西被思考。
§3.6Ἡ μὲν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος, ἐν οἷς δὲ καὶ τὸ ψεῦδος καὶ τὸ ἀληθές, σύνθεσίς τις ἤδη νοημάτων ὥσπερ ἓν ὄντων—καθάπερ Ἐμπεδοκλῆς ἔφη “ᾗ πολλῶν μὲν κόρσαι ἀναύχενες ἐβλάστησανʼʼ, ἔπειτα συντίθεσθαι τῇ φίλίᾳ, οὕτω καὶ ταῦτα κεχωρισμένα συντίθεται, οἶον τὸ ἀσύμμετρον καὶ ἡ διάμετρος·
因此,对于不可分的事物的思维,是在那些没有虚假的事物的领域内;但在既有虚假又有真实的地方,就已经是概念的一种合成,好似它们是一个东西一样——正如阿那克萨戈拉之后,恩培多克勒所说:“许多无颈的头颅生长出来”,随后被友爱合成在一起,同样,这些本来被分离的事物也被合成,例如“不可通约性”与“对角线”。
ἄν δὲ γενομένων ἢ ἐσομένων, τὸν χρόνον προσεννοῶν καὶ συντιθείς.
但如果是关于过去或未来的事物,则要另外思及时间并进行合成。
τό γὰρ ψεῦδος ἐν συνθέσει ἀεί καὶ γάρ ἄν τὸ λευκόν μὴ λευκὸν φῇ, τὸ λευκόν καὶ τό μὴ λευκόν συνέθηκεν.
因为虚假总是存在于合成之中;实际上,如果有人说白色的东西是不白的,他就把白色和不白色合成在了一起。
ἐνδέχεται δὲ καὶ διαίρεσιν φάναι πάντα.
而把这一切称为“划分”也是可能的。
ἀλλʼ οὖν ἔστι γε οὐ μόνον τὸ ψεῦδος ἢ ἀληθὲς ὅτι λευκὸς Κλέων ἐστίν, ἀλλὰ καὶ ὅτι ἦν ἢ ἔσται.
但无论如何,不仅在“克莱翁是白色的”中存在着真或假,而且在“他过去是”或“将来是”中也存在。
τὸ δὲ ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἕκαστον.
而将每一部分结合为一体的,正是知性。
τὸ δʼ ἀδιαίρετον ἐπεὶ διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ, οὐθὲν κωλύει νοεῖν τὸ ἀδιαίρετον ὅταν νοῇ τὸ μῆκος (ἀδιαίρετον γὰρ ἐνεργείᾳ), καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ· ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος τῷ μήκει.
然而,既然“不可分”有两种含义,即潜在的或现实的,那么在思考一个长度时,并没有什么能阻止我们去思考不可分的事物(因为在现实中它是不可分的),并且是在不可分的时间内;因为时间以与长度相同的方式,既是可分的又是不可分的。
οὔκουν ἔστιν εἰπεῖν ἐν τῷ ἡμίσει τί ἐνόει ἑκατέρῳ· οὐ γὰρ ἔστιν, ἄν μὴ διαιρεθῇ, ἀλλʼ ἢ δυνάμει.
因此,无法说出它在两半中的每一半中思考了什么;因为除非它们被划分,否则它们并不存在,除非是在潜在中。
χωρὶς δʼ ἑκάτερον νοῶν τῶν ἡμίσεων διαιρεῖ καὶ τὸν χρόνον ἅμα· τότε δʼ οἱονεὶ μήκη.
但通过分别思考每一半,它也同时划分了时间;那时它们就像是若干个长度。
εἰ δʼ ὡς ἐξ ἀμφοῖν, καὶ ἐν τῷ χρόνῳ τῷ ἐπʼ ἀμφοῖν· κατὰ συμβεβηκὸς δέ, καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετὰ ὃ νοεῖ καὶ ἐν ᾦ χρόνῳ, ἀλλʼ ᾗ ἀδιαίρετα· ἔνεστι γὰρ κἀν τούτοις τι ἀδιαίρετον, ἀλλʼ ἴσως οὐ χωριστόν, ὃ ποιεῖ ἕνα τὸν χρόνον καὶ τὸ μῆκος.
但如果它把它们当作由两者组成的一体来思考,那么也是在两半所跨越的时间内;但这是偶然的,且不是在那些事物以及它进行思考的时间是可分的意义上,而是在它们是不可分的意义上;因为在这些事物中确实也存在着某种不可分的成分,虽然也许是不可分离的,它使时间和长度成为一体。
καὶ τοῦθʼ ὁμοίως ἐν ἅπαντί ἐστι τῷ συνεχεῖ, καὶ χρόνῳ καὶ μήκει.
而这在所有连续的事物中都是一样的,无论是在时间中还是在长度中。
τὸ δὲ μὴ κατὰ τὸ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει νοεῖ ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἀδιαιρέτῳ τῆς ψυχῆς.
而那不是在数量上,而是在种上不可分的事物,它在不可分的时间内、以灵魂中不可分的部分来思维。
ἡ δὲ στιγμὴ καὶ πᾶσα διαίρεσις, καὶ τὸ οὕτως ἀδιαίρετον, δηλοῦται ὥσπερ ἡ στέρησις.
而点和一切划分,以及如此不可分的事物,都是像缺损一样被说明的。
καὶ ὅμοιος ὁ λόγος ἐπὶ τῶν ἄλλων, οἷον πῶς τὸ κακὸν γνωρίζει ἢ τό μέλαν· τῷ ἐναντίῳ γάρ πως γνωρίζει.
对于其他事物也是类似的道理,例如,它如何认识恶或黑;因为它在某种意义上是通过其相反者来认识的。
δεῖ δὲ δυνάμει εἶναι τὸ γνωρίζον καὶ ἐνεῖναι ἐν αὐτῷ.
但认识者在潜在上必须是其相反者,且相反者必须在其中。
εἰ δέ τινι μηδὲν ἔστιν ἐναντίον τῶν αἰτίων, αὐτό ἑαυτὸ γινώσκει καὶ ἐνέργειά ἐστι καὶ χωριστόν.
但如果各种原因中有任何一个是没有相反者的,这个原因就认识它自己,并且是现实活动,且是可分离的。
ἔστι δʼ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ καὶ ἡ ἀπόφασις, καὶ ἀληθὴς ἢ ψευδὴς πᾶσα· ὁ δὲ νοῦς οὐ πᾶς, ἀλλʼ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι ἀληθής, καὶ οὐ τὶ κατά τινος· ἀλλʼ ὥσπερ τό ὁρᾶν τοῦ δίου ἀληθές, εἰ δʼ ἄνθρωπος τὸ λευκὸν ἢ μή, οὐκ ἀληθὲς ἀεί, οὕτως ἔχει ὅσα ἄνευ ὕλης.
现在,肯定是对某物述说某物,否定也是如此,所有这样的陈述都是真或假的;但并非所有的知性都是如此,而是关于本能、关于“是什么”的知性是真的,而不是对某物述说某物;正如对固有对象的视觉是真的,而白色的东西是不是人则不总是真的,无物质的事物也是如此。

词汇与语法注释

  1. 15τῇ οὐσίᾳ ὢν ἐνέργεια — 规定能动知性本质的表达。现在分词 `ὤν` 的主语是承接前句的 `οὗτος ὁ νοῦς`(此知性),而 `τῇ οὐσίᾳ` 是表示“在本质上”或“本质地”的与格。这表明该知性在其本质(存在定义)上自身就是“现实活动(现实态,`ἐνέργεια`)”本身。
  2. 20ἐν τῷ ἐνί — 意为“在个体中”或“在具体者中”的表达。与 `ὅλως`(整体地,在属或宇宙整体中)相对应,它表明潜在知识在时间上占先的领域是“个体(具体主体)”。`τῷ ἐνί` 既可视为中性单数(单一事物)也可视为阳性单数(单一的人),但在语境中指代“个别主体”。
  3. 20aἀδιαιρέτῳ τῆς ψυχῆς — 通过补足省略的中性名词 `μορίῳ`(部分)或 `τρόπῳ`(状态/方式)来解释。当思考不是在数量上而是在“种上不可分的事物(本质或形式)”时,灵魂是通过“灵魂的不可分部分(或状态)”来进行的。`ἀδιαιρέτῳ` 与 `χρόνῳ`(时间)并列,指代灵魂一侧的不可分性(不可分的理智活动单位)。
  4. p.74δηλοῦται ὥσπερ ἡ στέρησις — 关于点(`στιγμή`)、界限或划分等“其自身不具有部分之物”的认知方法的说明。主语是 `ἡ δὲ στιγμὴ καὶ πᾶσα διαίρεσις, καὶ τὸ οὕτως ἀδιαίρετον`。由于这些事物不具有实在的肯定性,因而在句法上被解释为只能通过其相反者(如连续体)的“缺损(`στέρησις`)”而被间接地“说明(认知)”。

引用这一段

亚里士多德, 论灵魂 §3.5-3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:3.5-3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。