Humanitext Reader

亚里士多德 · 论灵魂 §3.4

掌管思考的知性本性及其与身体的分离

第 35 段,共 43 段 · 希腊语

内容简介

探讨灵魂中掌管思考与理性的“知性(奴斯)”的本性,指出它不同于感觉,它与身体分离,在思考之前在现实上什么都不是,是一种不受动的潜在能力。

§3.4Περὶ δὲ τοῦ μορίου τοῦ τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ, εἴτε χωριστοῦ ὄντος εἴτε καὶ μὴ χωριστοῦ κατά μέγεθος ἀλλὰ κατὰ λόγον, σκεπτέον τίνʼ ἔχει διαφοράν, καὶ πῶς ποτὲ γίνεται τὸ νοεῖν.
关于灵魂中供其认识和思虑的部分,无论它是可分离的,还是在空间大小上不可分离而仅在定义上可分离的,我们都必须考察它具有何种区别,以及思维是如何产生的。
εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἄν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον.
那么,如果思维像感知一样,它要么是受智性对象影响的过程,要么是其他此类事情。
ἀπαθὲς ἄρα δεῖ εἶναι, δεκτικὸν δὲ τοῦ εἴδους καὶ δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο, καὶ ὁμοίως ἔχειν, ὥσπερ τὸ αἰσθητικὸν πρὸς τὰ αἰσθητά, οὕτω τὸν νοῦν πρὸς τὰ νοητά.
因此,它必须是不受动的,但能接纳形式,且在潜在上具有该形式的性质,但又不是该形式本身,并且知性与智性对象的关系必须如同感觉能力与感觉对象的关系一样。
ἀνάγκη ἄρα, ἐπεὶ πάντα νοεῖ, ἀμιγῆ εἶναι, ὥσπερ φησὶν Ἀναξαγόρας, ἵνα κρατῇ, τοῦτο δʼ ἐστὶν ἵνα γνωρίζῃ· παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράττει·
因此,既然知性能思维一切,它就必须像阿那克萨戈拉所说的那样,是无混合的,以便它能够“统治”——也就是说,以便它能够认识;因为异质事物的并存会阻碍并遮蔽它。
ὥστε μηδʼ αὐτοῦ εἶναι φύσιν μηδεμίαν ἀλλʼ ἢ ταύτην, ὅτι δυνατός.
结果,除了这种潜在性之外,它自身不能有任何别的本性。
ὁ ἄρα καλούμενος τῆς ψυχῆς νοῦς (λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή) οὐθέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων πρίν νοεῖν.
那么,所谓的灵魂的知性(我所说的知性是指灵魂赖以思考和判断的东西)在思维之前,在现实中并不是任何存在着的东西。
διὸ οὐδὲ μεμίχθαι εὔλογον αὐτὸν τῷ σώματι· ποιός τις γὰρ ἄν γίγνοιτο, ἢ ψυχρὸς ἢ θερμός, ἢ κἄν ὄργανόν τι εἴη, ὥσπερ τῷ αἰσθητικῷ· νῦν δʼ οὐθὲν ἔστιν.
因此,认为它与身体相混合是不合理的;因为那样它就会具有某种品质,要么冷要么热,或者甚至会像感觉能力那样拥有一个器官;但实际上并没有。
καὶ εὗ δὴ οἱ λέγοντες τὴν ψυχὴν εἶναι τόπον εἰδῶν, πλὴν ὅτι οὔτε ὅλη ἀλλʼ ἡ νοητική, οὔτε ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη.
那些说灵魂是形式之所的人说得很对,只是这不是指整个灵魂,而仅指知性部分,而且形式在那里不是在现实中,而是在潜在中。
ὅτι δʼ οὐχ ὁμοία ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ καὶ τοῦ νοητικοῦ, φανερόν ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως.
但是,感觉能力和知性能力的不受动性并不相似,这从感觉器官和感觉中可以明显看出。
ἡ μὲν γὰρ αἴσθησις οὐ δύναται αἰσθάνεσθαι ἐκ τοῦ σφόδρα αἰσθητοῦ, οἶον ψόφου ἐκ τῶν μεγάλων ψόφων, οὐδʼ ἐκ τῶν ἰσχυρῶν χρωμάτων καὶ ὀσμῶν οὔτε ὁρᾶν οὔτε ὀσμᾶσθαι· ἀλλʼ ὁ νοῦς ὅταν τι νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ καὶ μᾶλλον· τὸ μὲν γάρ αἰσθητικόν οὐκ ἄνευ σώματος, ὁ δὲ χωριστός.
因为感觉无法从极强烈的感觉对象中进行感知,例如大声喧哗中的声音,强烈的颜色和气味也无法看或闻;但当知性思考某种高度可理解的东西时,它对较低对象的思考不仅不差,反而更好;因为感觉能力不能没有身体而存在,而知性则是可分离的。
ὅταν δʼ οὕτως ἕκαστα γένηται ὡς ὁ ἐπιστήμων λέγεται ὁ κατʼ ἐνέργειαν (τοῦτο δὲ συμβαίνει ὅταν δύνηται ἐνεργεῖν διʼ αὐτοῦ), ἔστι μὲν καὶ τότε δυνάμει πως, οὐ μὴν ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν· καὶ αὐτὸς διʼ αὐτοῦ τότε δύναται νοεῖν.
当知性变成它的每一个对象,如同说一个现实中拥有知识的人那样(而当他能够靠自己进行活动时,这种情况就会发生),即使在那时,它在某种意义上仍然是潜在的,但不像在学习或发现之前那样;而且它那时能够靠自己思考。
ἐπεὶ δʼ ἄλλο ἐστὶ τὸ μέγεθος καὶ τὸ μεγέθει εἶναι, καὶ ὕδωρ καὶ ὕδατι εἶναι (οὕτω δὲ καὶ ἐφʼ ἑτέρων πολλῶν, ἀλλʼ οὐκ ἐπὶ πάντων· ἐπʼ ἐνίων γάρ ταὐτόν ἐστι), τό σαρκὶ εἶναι καὶ σάρκα ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει· ἡ γὰρ σὰρξ οὐκ ἄνευ τῆς ὕλης, ἀλλʼ ὥσπερ τὸ σιμόν, τόδε ἐν τῷδε.
但是,既然大小与大小的本质是不同的,水与水的本质也是不同的(在许多其他事物中也是如此,但并非所有事物,因为在某些事物中它们是相同的),我们是用不同的能力,或者用处于不同状态的同一能力来判断肉的本质和肉;因为肉不能没有物质,而是像塌鼻一样,是一个在这之中的这。
τῷ μὲν οὖν αἰσθητικῷ τὸ θερμὸν καὶ τὸ ψυχρὸν κρίνει, καὶ ὥν λόγος τις ἡ σάρξ· ἄλλῳ δέ, ἤτοι χωριστῷ ἢ ὡς ἡ κεκλασμένη ἔχει πρός αὑτὴς·
因此,我们是用感觉能力来判断冷和热,以及肉作为某种比例的那些东西;但我们是用另一种能力,无论是可分离的,还是像一条弯曲的线在拉直时与自身的关系那样,来判断肉的本质。
ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει. πάλιν δʼ ἐπὶ τῶν ἐν ἀφαιρέσει ὄντων τὸ εὐθὺ ὡς τὸ σιμόν· μετὰ συνεχοῦς γάρ· τὸ δὲ τί ἦν εἶναι, εἰ ἔστιν ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθύ, ἄλλο ἔστω γὰρ δυάς.
再者,在抽象存在的事物中,直也像塌鼻一样;因为它伴随着连续性;但它的本质——如果直的本质和直是不同的——必须由别的东西来判断;因为让它是一个二。
ἑτέρῳ ἄρα ἢ ἑτέρως ἔχοντι κρίνει.
因此,它用别的东西,或者用处于不同状态的同一能力来判断。
ὅλως ἄρα ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν.
总的来说,正如同事物可以与物质分离一样,关于知性的事情也是如此。
ἀπορήσειε δʼ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦν ἐστὶ καὶ ἀπαθὲς καὶ μηθενὶ μηθὲν ἔχει κοινόν, ὥσπερ φησὶν Ἀναξαγόρας, πῶς νοήσει, εἰ τὸ νοεῖν πάσχειν τί ἐστιν (ᾖ γάρ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τὸ μὲν ποιεῖν δοκεῖ τὸ δὲ πάσχειν), ἔτι δʼ εἰ νοητὸς καὶ αὐτός;
有人可能会提出疑问:如果知性是简单、不受动且与任何其他事物都没有共同之处的,如阿那克萨戈拉所说,那么如果思维是受动,它将如何思维? (因为在两件事物有共同之处的范围内,一个似乎起作用,另一个受动);此外,知性本身是思维的对象吗?
ἢ γὰρ τοῖς ἄλλοις νοῦς ὑπάρξει, εἰ μὴ κατʼ ἄλλο αὐτὸς νοητός, ἓν δέ τι τὸ νοητὸν εἴδει, ἢ μεμιγμένον τι ἕξει, ὃ ποιεῖ νοητόν αὐτὸν ὥσπερ τἆλλα.
因为如果知性本身不是凭借别的东西而成为思维的对象,且思维的对象在种上是单一的,那么知性将属于所有其他事物,否则它就会含有某种混合元素,使其像其他事物一样成为思维的对象。
ἢ τὸ μὲν πάσχειν κατὰ κοινόν τι διῄρηται πρότερον, ὅτι δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς, ἀλλʼ ἐντελεχείᾳ οὐδέν, πρὶν ἄν νοῇ·
或者,凭借共同之处的受动在前面已经做过区分,即知性在某种意义上潜在地就是思维的对象,但在思考之前,它在现实中什么都不是。
δυνάμει δʼ οὕτως ὥσπερ ἐν γραμματείῳ ᾧ μηθὲν ἐνυπάρχει ἐντελεχείᾳ γεγραμμένον· ὅπερ συμβαίνει ἐπὶ τοῦ νοῦ.
它的潜在方式就像一块写字板,上面其实还没有写上任何现实的东西;这正是知性中所发生的情况。
καὶ αὐτὸς δὲ νοητός ἐστιν ὥσπερ τὰ νοητά.
知性本身也是思维的对象,就像思维的对象一样。
ἐπὶ μὲν γὰρ τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενον· ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητὸν τὸ αὐτό ἐστιν.
因为在没有物质的事物中,思考者和被思考者是相同的;因为理论知识和这样被认识的对象是相同的。
τοῦ δὲ μὴ ἀεὶ νοεῖν τὸ αἴτιον ἐπισκεπτέον.
但是我们必须考察它不总是思考的原因。
ἐν δὲ τοῖς ἔχουσιν ὕλην δυνάμει ἕκαστον ἔστι τῶν νοητῶν.
在含有物质的事物中,每一个思维的对象都只是潜在地存在。
ὥστʼ ἐκείνοις μὲν οὐχ ὑπάρξει νοῦς (ἄνευ γὰρ ὕλης δύναμις ὁ νοῦς τῶν τοιούτων), ἐκείνῳ δὲ τό νοητὸν ὑπάρξει.
因此,知性将不属于它们(因为知性是此类没有物质的事物的潜在能力),但它们中将会有思维的对象存在。

词汇与语法注释

  1. 429aΠερὶ δὲ τοῦ μορίου — 句首以 Περὶ δὲ τοῦ μορίου... 开始的句子由非人称动词性形容词 σκεπτέον(必须考察)所支配,它引入了间接疑问从句作为其补足语:τίνʼ ἔχει διαφοράν(它具有何种区别)和 πῶς ποτὲ γίνεται τὸ νοεῖν(思维是如何产生的)。
  2. 429aἀλλʼ ἢ ταύτην — 短语 ἀλλʼ ἢ 是一个惯用表达,意思是“除……之外”或“非……”。在此它限制了 μηδεμίαν φύσιν(没有任何本性),表示知性“除了具有潜在性(ὅτι δυνατός)之外,没有别的本性”。在 δυνατός 之后省略了系动词 ἐστίν。
  3. 429bτό σαρκὶ εἶναι — 由定冠词 τό + 与格 (σαρκὶ) + 不定式 (εἶναι) 构成的结构是亚里士多德哲学中用来表示事物“本质”(其为之所是,如“肉之所是”)的独特表达。它将单纯的肉(σάρξ,作为个别物质实体的肉)与其本质(τό σαρκὶ εἶναι,肉之所是)区别开来讨论。
  4. 429bὡς ἡ κεκλασμένη — 这一比喻指的是折线(ἡ κεκλασμένη)在拉直(ἐκταθῇ)时与自身所具有的关系。它说明了同一个灵魂(或知性)如何通过改变自身的状态(就像从弯曲的感性状态“拉直”到理性的状态),来既判断肉本身(感觉)又判断肉的本质(思维),代表了认识主体的两种存在方式。

引用这一段

亚里士多德, 论灵魂 §3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。