Humanitext Reader

亚里士多德 · 论灵魂 §3.3#2

想象的独特性及其作为感知活动的运动定义

第 34 段,共 43 段 · 希腊语

内容简介

基于思维与感知的区别,亚里士多德论证了想象(phantasia)既不是感知、意见,也不是它们的结合,并最终将想象定义为“由处于现实活动中的感知所产生的运动”。

§3.3#2περὶ δὲ τοῦ νοεῖν, ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις, περὶ φαντασίας διορίσαντας οὕτω περὶ θατέρου λεκτέον.
关于思维,既然它不同于感知,而思维的一部分似乎是想象,另一部分是判断,我们必须在规定了想象之后,再以此方式讨论另一部分。
εἰ δή ἐστιν ἡ φαντασία καθʼ ἣν λέγομεν φάντασμά τι ἡμῖν γίγνεσθαι καὶ μὴ εἴ τι κατὰ μεταφοράν λέγομεν, μία τις ἔστι τούτων δύναμις ἢ ἕξις καθʼ ἃς κρίνομεν καὶ ἀληθεύομεν ἢ ψευδόμεθα;
那么,如果想象就是我们借以说在自身中产生心像的那种东西,而不是指我们在比喻意义上所说的东西,它是否是那些我们借以进行判断、并说出真话或假话的潜能或状态之一?
τοιαῦται δʼ εἰσὶν αἴσθησις, δόξα, ἐπιστήμη, νοῦς.
此类东西有:感知、意见、知识、知性。
ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις, δῆλον ἐκ τῶνδε.
首先,想象不是感知,这从以下几点显而易见。
αἴσθησις μὲν γὰρ ἤτοι δύναμις ἢ ἐνέργεια, οἷον ὄψις καὶ ὅρασις, φαίνεται δέ τι καὶ μηδετέρου ὑπάρχοντος τούτων, οἶον τά ἐν τοῖς ὕπνοις.
因为感知要么是一种潜能(如视觉),要么是一种现实活动(如观看),但即使这两者都不存在时,某些东西也会呈现出来,例如梦中的事物。
εἰτα αἴσθησις μὲν ἀεὶ πάρεστι, φαντασία δʼ οὔ.
其次,感知总是存在的,而想象则不然。
εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν ἄν ἐνδέχοιτο τοῖς θηρίοις φαντασίαν ὑπάρχειν· δοκεῖ δʼ οὔ, οἷον μύρμηκι ἢ μελίττῃ, καὶ σκώληκι.
如果它们在现实活动中是同一的,那么想象就可能存在于所有野兽中,但事实似乎并非如此,例如蚂蚁、蜜蜂和蠕虫。
εἶτα αἱ μὲν ἀληθεῖς ἀεί, αἱ δὲ φαντασίαι γίνονται αἱ πλείους ψευδεῖς.
再者,感知总是真实的,而大多数想象则是虚假的。
ἔπειτʼ οὐδὲ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περὶ τὸ αἰσθητόν, ὅτι φαίνεται τοῦτο ἡμῖν ἄνθρωπος, ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα πότερον ἀληθὴς ἢ ψευδής.
此外,当我们对感觉对象进行精确的活动时,我们不会说这在我们看来像一个人,而是在我们不能清晰地感知,无论是真是假时,才会这样说。
καὶ ὅπερ δὴ ἐλέγομεν πρότερον, φαίνεται καὶ μύουσιν ὁράματα.
而且正如我们先前所说,即使闭着眼睛的人也会呈现出幻影。
ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευουσῶν οὐδεμία ἔσται, οἷον ἐπιστήμη ἢ νοῦς· ἔστι γὰρ φαντασία καὶ ψευδής.
然而,它也不可能是那些总是真实的任何状态,例如知识或知性;因为想象也可能是虚假的。
λείπεται ἄρα ἰδεῖν εἰ δόξα γίνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής.
因此,剩下的就是看看它是否是意见;因为意见既可以是真实的,也可以是虚假的。
ἀλλὰ δόξῃ μὲν ἕπεται πίστις (οὐκ ἐνδέχεται γὰρ δοξάζοντα οἷς δοκεῖ μὴ πιστεύειν), τῶν δὲ θηρίων οὐθενὶ ὑπάρχει πίστις, φαντασία δὲ πολλοῖς.
但是,意见伴随着确信(因为拥有意见的人,不可能不相信在他看来是那样的事物),而在野兽中没有一个具有确信,但许多野兽却具有想象。
φανερὸν τοίνυν ὅτι οὐδὲ δόξα μετʼ αἰσθήσεως, οὐδὲ διʼ αἰσθήσεως, οὐδὲ συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἂν εἴη, διά τε ταῦτα καὶ διότι οὐκ ἄλλου τινὸς ἔσται ἡ δόξα, ἀλλʼ ἐκείνου, εἴπερ ἔστιν, οὗ καὶ ἡ αἴσθησις·
因此,显而易见,想象既不是伴随感知的意见,也不是通过感知的意见,更不是意见和感知的结合,这不仅是因为上述原因,还因为如果意见存在,它将不是关于别的东西,而恰恰是关于感知所涉及的那个东西。
λέγω δʼ, ἐκ τῆς τοῦ λευκοῦ δόξης καὶ αἰσθήσεως ἡ συμπλοκὴ φαντασία ἔσται οὐ γὰρ δὴ ἐκ τῆς δόξης μὲν τῆς τοῦ ἀγαθοῦ, αἰσθήσεως δὲ τῆς τοῦ λευκοῦ·
我的意思是,关于白的意见和关于白的感知的结合才会是想象——因为绝不可能是关于善的意见和关于白的感知的结合。
τὸ οὖν φαίνεσθαι ἔσται τὸ δοξάζειν ὅπερ αἰσθάνεται, μὴ κατὰ συμβεβηκός.
因此,“呈现(看起来)”将是对其所感知的事物本身进行意见,而不是偶然的。
φαίνεται δέ γε καὶ ψευδῇ, περὶ ὧν ἅμα ὑπόληψιν ἀληθῇ ἔχει, οἶον φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος, πιστεύεται δʼ εἶναι μείζων τῆς οἰκουμένης·
但实际上,即使人们同时对某事拥有正确的判断,它也会以虚假的面貌呈现。 例如,太阳看起来只有一英尺大,但人们相信它比居住的世界还要大。
συμβαίνει οὖν ἤτοι ἀποβεβληκέναι τὴν ἑαυτοῦ ἀληθῆ δόξαν, ἣν εἶχε, σωζομένου τοῦ πράγματος, μὴ ἐπιλαθόμενον μηδὲ μεταπεισθέντα, ἢ εἰ ἔτι ἔχει, ἀνάγκη τὴν αὐτὴν ἀληθῇ εἶναι καὶ ψευδῆ.
这样一来,在事物保持不变、人们既没有遗忘也没有被说服改变主意的情况下,要么他已经失去了他原本拥有的正确意见,要么如果他仍然保留着它,那么这同一个意见就必然既是真实的又是虚假的。
ἀλλὰ φευδὴς ἐγένετο, ὅτε λάθοι μεταπεσὸν τὸ πρᾶγμα.
但是,只有当事物发生改变而他没有察觉时,该意见才会变得虚假。
οὔτʼ ἄρα ἕν τι τούτων ἐστὶν οὔτʼ ἐκ τούτων ἡ φαντασία.
因此,想象既不是这些东西中的任何一个,也不是由它们构成的。
ἀλλʼ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου, ἡ δὲ φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλʼ αἰσθανομένοις καὶ ὦν αἴσθησις ἔστιν, ἔστι δὲ γίνεσθαι κίνησιν ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως, καὶ ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει, εἴη ἄν αὕτή ἡ κίνησις οὔτε ἄνευ αἰσθήσεως ἐνδεχομένη οὔτε μὴ αἰσθανομένοις ὑπάρχειν, καὶ πολλὰ κατʼ αὐτὴν καὶ ποιεῖν καὶ πάσχειν τὸ ἔχον, καὶ εἶναι καὶ ἀληθῇ καὶ ψευδῇ.
但是,既然当这一个东西运动时,另一个东西有可能被它推动而运动,且想象似乎是某种运动,并且不能没有感知而产生,而是产生于正在感知者之中,并且是关于存在感知的事物,而且通过感知的活动可能产生运动,且这种运动必然与感知相似,那么这种运动就不可能没有感知而存在,也不可能属于不进行感知者,并且具有它的人在很多事情上会根据它去行动和遭受,它也可以是真实的和虚假的。
τοῦτο δὲ συμβαίνει διὰ τάδε·
这之所以发生是由于以下原因。
ἡ αἴσθησις τῶν μὲν ἰδίων ἀληθής ἐστιν ἢ ὅτι ὀλίγιστον ἔχουσα τὸ ψεῦδος.
对于特有的感觉对象,感知是真实的,或者只有极少的虚假。
δεύτερον δὲ τοῦ συμβεβηκέναι ταῦτα· καὶ ἐνταῦθα ἤδη ἐνδέχεται διαψεύεοθαι· δὅτι μὲν γὰρ λευκόν, οὐ ψεύδεται, εἰ δὲ τοῦτο τὸ λευκόν ἢ ἄλλο τι, ψεύδεται.
第二,关于这些特有对象的伴随事物,在这里就已经可能发生错误;因为关于它是白的,感知并不会说谎,但关于这个白的东西是这个还是别的什么,它就会说谎。
τρίτον δὲ τῶν κοινῶν καὶ ἑπομένων τοῖς συμβεβηκόσιν οἷς ὑπάρχει τὰ ἴδια (λέγω δʼ οἷον κίνησις καὶ μέγεθος)· περὶ ἃ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι κατὰ τὴν αἴσθησιν.
第三,关于共同的感觉对象,即那些随同伴随事物而来的、特有对象在其上存在的东西(我的意思是如运动和大小),关于这些,在感知中就已经最容易被欺骗了。
ἡ δὲ κίνησις ἡ ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως γινομένη διοίσει, ἡ ἀπὸ τούτων τῶν τριῶν αἰσθήσεων.
而由感知的活动产生的运动,会因这三种感知而有所不同。
καὶ ἡ μὲν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής, αἱ δʼ ἕτεραι καὶ παρούσης καὶ ἀπούσης εἶεν ἄν ψευδεῖς, καὶ μάλιστα ὅταν πόρρω τὸ αἰσθητὸν ᾖ.
第一种运动在感知存在时是真实的,而其他运动无论在感知存在还是不存在时都可能是虚假的,尤其是当感觉对象距离很远时。
εἰ οὖν μηθὲν μὲν ἄλλο ἔχει τὰ εἰρημένα ἢ φαντασία, τοῦτο δʼ ἐστὶ τὸ λεχθέν, ἡ φαντασία ἄν εἴη κίνησις ὑπὸ τῆς αἰσθήσεως τῆς κατʼ ἐνέργειαν γιγνομένη.
因此,如果除了想象之外没有别的东西具有上述特征,且这就是所说的内容,那么想象将是由处于现实活动中的感知所产生的运动。
ἐπεὶ δʼ ἡ ὄψις μάλιστα αἴσθησίς ἐστι, καὶ τὸ ὄνομα ἀπὸ τοῦ φάους εἴληφεν, ὅτι ἄνευ φωτὸς οὐκ ἔστιν ἰδεῖν.
既然视觉是最主要的感知,它也从光中得到了它的名称,因为没有光就无法观看。
καὶ διὰ τὸ ἐμμένειν καὶ ὁμοίας εἶναι ταῖς αἰσθήσεσι, πολλὰ κατʼ αὐτὰς πράττει τὰ ζῷα, τὰ μὲν διὰ τὸ μὴ ἔχειν νοῦν, οἶον τὰ θηρία, τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν νοῦν ἐνίοτε πάθει ἢ νόσοις ἢ ὕπνῳ, οἶον οἱ ἄνθρωποι.
并且,因为想象留存下来且与感知相似,动物往往根据它们来行动,有些动物是因为不具有知性(例如野兽),而有些则是因为它们的知性有时被情念、疾病或睡眠所遮蔽(例如人类)。
περὶ μὲν οὖν φαντασίας, τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήσθω ἐπὶ τοσοῦτον.
关于想象,它是什么以及它为何存在,就谈到这里。

词汇与语法注释

  1. 428a3καὶ μὴ εἴ τι κατὰ μεταφοράν λέγομεν — 亚里士多德排除了在日常语言中将“显现(phainetai)”或“想象(phantasia)”作为比喻(例如仅表示“在我看来”)使用的情况,从而将其排除在对“想象”的严格定义之外。
  2. 428a24-25συμπλοκὴ δόξης καὶ αἰσθήσεως — 这是对柏拉图在《智者篇》中提出的“想象是意见与感知的结合(symploke)”这一观点的批判。亚里士多德指出,如果要结合,两者必须指向同一个对象,这就会将“呈现”简化为仅仅对所感知的事物持有意见,从而无法解释呈现与判断之间的不一致。
  3. 428b5σωζομένου τοῦ πράγματος — 属格独立结构,意为“当事物保持不变(存续)时”。该句指出在事物本身没有改变的情况下,失去正确的意见或使同一个意见既真又假是荒谬的。
  4. 428b18-25ἡ αἴσθησις τῶν μὲν ἰδίων ἀληθής ἐστιν — 亚里士多德区分了三种感觉对象(特有的、偶然的和共同的),并解释了它们各自发生错误的易难程度。由这些现实感知引起的想象运动,其可靠性也相应地有所不同。
  5. 429a2-4ἐπεὶ δʼ ἡ ὄψις μάλιστα αἴσθησις ἐστι, καὶ τὸ ὄνομα ἀπὸ τοῦ φάους εἴληφεν — 词源学解释,声称“想象(phantasia)”一词源自“光(phaos)”。由于首要感知即视觉需要光,因此与视觉表象紧密相关的想象也以光命名。

引用这一段

亚里士多德, 论灵魂 §3.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:3.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。