Humanitext Reader

亚里士多德 · 论灵魂 §3.3#1

思维与感觉的差异及想象与判断的区别

第 33 段,共 43 段 · 希腊语

内容简介

亚里士多德否定了古人关于思维与感觉同一的观点,阐明了两者之间的区别,并进一步讨论了想象与判断之间的差异。

§3.3#1Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ φρονεῖν καὶ αἰσθάνεσθαι, δοκεῖ δὲ καὶ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι (ἐν ἀμφοτέροις γὰρ τούτοις κρίνει τι ἡ ψυχὴ καὶ γνωρίει τῶν ὄντων), καὶ οἵ γε ἀρχαῖοι τό φρονεῖν καὶ τὸ αἰσθάνεσθαι ταὐτόν εἶναί φασιν-ὥσπερ καὶ Ἐμπεδοκλῆς εἴρηκε πρὸς παρεόν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν” καὶ ἐν ἄλλοις “ὅθεν σφίσιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”, τὸ δʼ αὐτὸ τούτοις βούλεται καὶ τὸ Ὁμήρου “τοῖος γὰρ νόος ἐστίν”, πάντες γὰρ οὗτοι τὸ νοεῖν σωματικὸν ὥσπερ τὸ αἰσθάνεσθαι ὑπολαμβάνουσιν, καὶ αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ καὶ ἐν τοῖς κατʼ ἀρχὰς λόγοις διωρίσαμεν (καίτοι ἔδει ἅμα καὶ περὶ τοῦ ἠπατῆσθαι αὐτοὺς λέγειν, οἰκειότερον γὰρ τοῖς ζῴοις, καὶ πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή· διὸ ἀνάγκη ἤτοι, ὥσπερ ἔνιοι λέγουσι, πάντα τὰ φαινόμενα εἶναι ἀληθῇ, ἢ τὴν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι, τοῦτο γὰρ ἐναντίον τῷ τὸ ὅμοιον τῷ ὁμοίῳ γνωρίζειν· δοκεῖ δὲ καὶ ἡ ἀπάτη καὶ ἡ ἐπιστήμη τῶν ἐναντίων ἡ αὐτὴ εἶναι)—ὄτι μὲν οὖν οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν, φανερόν.
由于人们主要通过两个特征来规定灵魂,即空间上的运动,以及思维、思虑和感知,而且思维和思虑似乎也是一种感知(因为在这两者中,灵魂都在判定并认识存在之物的某种东西),古人甚至说思虑与感知是同一的——正如恩培多克勒所说:“因为人类的智慧因眼前之物而增长”,并在别处说:“因此他们也总是产生不同的思虑”,荷马的话也具有与他们相同的意图: “因为心智也是如此”,因为所有这些人都认为思维像感知一样是肉体性的,并且感知和思虑都是通过同类来认识同类,正如我们在开篇的讨论中所规定的那样(然而,他们本应同时对他们的陷入迷误做出解释,因为迷误对动物来说更为固有,且灵魂在这一状态中度过更多的时间;因此,要么如某些人所说,所有呈现的事物都是真实的,要么与非同类的接触就是迷误,因为这与通过同类认识同类是相反的;而关于相反事物的迷误和知识似乎是同一的)——那么,感知和思虑并不是同一的,这是显而易见的。
τοῦ μὲν γὰρ πᾶσι μέτεστι, τοῦ δὲ ὀλίγοις τῶν ζῴων.
因为前者是所有动物都具有的,而后者仅属于少数动物。
ἀλλʼ οὐδὲ τὸ νοεῖν, ἐν ᾧ ἐστὶ τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς, το μὲν ὀρθῶς φρόνησις καὶ ἐπιστήμη καὶ δόξα ἀληθής, τὸ δὲ μὴ ὀρθῶς τἀναντία τούτων— οὐδὲ τοῦτό ἐστι ταὐτὸ τῷ αἰσθάνεσθαι·
同样,思维——其中既有正确的也有不正确的,正确的是智慧、知识和真实的意见,而不正确的是与这些相反的东西——也与感知不是同一的。
ἡ μὲν γὰρ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, καὶ πᾶσιν ὑπάρχει τοῖς ζῴοις, διανοεῖσθαι δʼ ἐνδέχεται καὶ ψευδῶς, καὶ οὐδενὶ ὑπάρχει ᾧ μὴ καὶ λόγος· φαντασία γὰρ ἕτερον καὶ αἰσθήσεως καὶ διανοίας, αὕτη τε οὐ γίγνεται ἄνευ αἰσθήσεως, καὶ ἄνευ ταύτης οὐκ ἔστιν ὑπόληψις.
因为对特有感觉对象的感知总是真实的,且存在于所有动物中,但进行思考却可能会犯错,而且它不存在于任何不具备理性的动物中;因为想象不同于感知和思考,而想象的产生不能没有感知,没有想象也就没有判断。
ὅτι δʼ οὐκ ἔστιν ἡ αὐτὴ καὶ ὑπόληψις, φανερόν.
但是,想象与判断也不是同一的,这是显而易见的。
τοῦτο μὲν γὰρ τὸ πάθος ἐφʼ ἡμῖν ἐστίν, ὅταν βουλώμεθα (πρὸ ὀμμάτων γὰρ ἕστι τι ποιήσασθαι, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδωλοποιοῦντες), δοξάζειν δʼ οὐκ ἐφʼ ἡμῖν· ἀνάγκη γὰρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν.
因为当我们希望时,这一状态(想象)是取决于我们的(因为我们可以像那些在记忆术中安置位置并构想图像的人一样,在眼前呈现出某种东西),但形成意见却不取决于我们;因为我们必定要么犯错要么符合真理。
ἔτι δὲ ὅταν μὲν δοξάσωμεν δεινόν τι ἢ φοβερόν, εὐθὺς συμπάσχομεν, ὁμοίως δὲ κἄν θαρραλέον· κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν ὥσπερ ἄν εἰ θεώμενοι ἐν γραφῇ τὰ δεινὰ ἢ θαρραλέα.
此外,当我们形成某种可怕或令人恐惧的意见时,我们立刻会感同身受,同样,如果是令人鼓舞的事也是如此;但在面对想象时,我们的状态就好像是在画作中观看那些可怕或令人鼓舞的事物一样,并无波动。
εἰσὶ δὲ καὶ αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη καὶ δόξα καὶ φρόνησις καὶ τἀναντία τούτων, περὶ ὧν τῆς διαφορᾶς ἕτερος ἔστω λόγος.
而且,判断本身也有区别,如知识、意见、智慧以及它们的相反者,关于这些区别,且作另文讨论。

词汇与语法注释

  1. ¦3¦Ἐπεὶ δὲ — 本句以 `Ἐπεὶ δὲ` 引导的长从句开始,一直延续到 427b5,主句(归结句)由 `ὅτι μὲν οὖν` 开始,由于插入了 `οὖν`,在语法上形成了破格(anacoluthon)。其核心结构为:“由于灵魂主要由两种特征来规定……(中间夹杂对古人同一说法的引用与批判)……那么,感知和思虑并不是同一的,这是显而易见的。”
  2. ¦25¦τῷ ὁμοίῳ τὸ ὅμοιον — 与格 `τῷ ὁμοίῳ` 表示认识的手段(“通过同类”),宾格 `τὸ ὅμοιον` 表示认识的对象(“同类”)。这指的是以恩培多克勒等为代表的古代认识论的基本原则,即“同类相知”。
  3. ¦15¦φαντασία γὰρ ἕτερον — 连接词 `γάρ` 并不是在为前一句(“思考……不存在于任何不具备理性的动物中”)提供原因,而是引入了“想象”(`φαντασία`)这一既不同于感知也不同于思考的能力,以进一步展开论证,澄清思考与感知的区别。
  4. ¦25¦ὥσπερ ἂν εἰ — 短语 `ὥσπερ ἂν εἰ` 是表示假设性比较的惯用表达。此处伴随着分词 `θεώμενοι`,虚词 `ἂν` 修饰被省略的动词(例如 `ἔχοιμεν` 等)。它带有虚拟语气的色彩:“正如我们如果在观看……时[不会受到影响]那样”。

引用这一段

亚里士多德, 论灵魂 §3.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:3.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。