§3.3#2περὶ δὲ τοῦ νοεῖν, ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις, περὶ φαντασίας διορίσαντας οὕτω περὶ θατέρου λεκτέον.
思惟については、それが知覚とは異なるものであり、これ(思惟)のうち一方は空想であり、他方は思い込みであると思われる以上、空想について規定した上で、そのようにして他方について語らねばならない。
εἰ δή ἐστιν ἡ φαντασία καθʼ ἣν λέγομεν φάντασμά τι ἡμῖν γίγνεσθαι καὶ μὴ εἴ τι κατὰ μεταφοράν λέγομεν, μία τις ἔστι τούτων δύναμις ἢ ἕξις καθʼ ἃς κρίνομεν καὶ ἀληθεύομεν ἢ ψευδόμεθα;
さて、もし空想が、それによって我々に心像が生じると我々が言うところのものであり、比喩的に言う場合のことを意味しないのだとすれば、それは、我々がそれによって判定し、真を語り、あるいは偽を語るところの、能力や状態の一つなのだろうか。
τοιαῦται δʼ εἰσὶν αἴσθησις, δόξα, ἐπιστήμη, νοῦς.
そのようなものとしては、感覚、意見、学問的知識、知性がある。
ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις, δῆλον ἐκ τῶνδε.
さて、それが感覚ではないことは、以下のことから明らかである。
αἴσθησις μὲν γὰρ ἤτοι δύναμις ἢ ἐνέργεια, οἷον ὄψις καὶ ὅρασις, φαίνεται δέ τι καὶ μηδετέρου ὑπάρχοντος τούτων, οἶον τά ἐν τοῖς ὕπνοις.
なぜなら、感覚とは能力(たとえば視覚)であるか、活動(たとえば見ること)であるかのいずれかであるが、これら二つのどちらも存在しないときにも、あるものが見えるからである。 たとえば、夢の中での事物のように。
εἰτα αἴσθησις μὲν ἀεὶ πάρεστι, φαντασία δʼ οὔ.
次に、感覚は常に備わっているが、空想はそうではない。
εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν ἄν ἐνδέχοιτο τοῖς θηρίοις φαντασίαν ὑπάρχειν·
また、もし活動において同一であるならば、すべての獣に空想が属することになり得るが、そうではないと思われる。
δοκεῖ δʼ οὔ, οἷον μύρμηκι ἢ μελίττῃ, καὶ σκώληκι.
たとえば、アリや蜂、またミミズのように。
εἶτα αἱ μὲν ἀληθεῖς ἀεί, αἱ δὲ φαντασίαι γίνονται αἱ πλείους ψευδεῖς.
さらに、感覚は常に真であるが、空想はその多くが偽となる。
ἔπειτʼ οὐδὲ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περὶ τὸ αἰσθητόν, ὅτι φαίνεται τοῦτο ἡμῖν ἄνθρωπος, ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα πότερον ἀληθὴς ἢ ψευδής.
その上、我々は感覚対象について正確に活動しているときには、「これが我々に人間のように見える」とは言わず、むしろ、それが真か偽かについて、はっきりと知覚していないときにそのように言う。
καὶ ὅπερ δὴ ἐλέγομεν πρότερον, φαίνεται καὶ μύουσιν ὁράματα.
また、まさに以前に我々が述べた通り、目を閉じている人々にも幻影が見える。
ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευουσῶν οὐδεμία ἔσται, οἷον ἐπιστήμη ἢ νοῦς·
しかしまた、常に真なるものを語る状態(たとえば学問的知識や知性)のいずれでもあり得ない。
ἔστι γὰρ φαντασία καὶ ψευδής.
なぜなら、空想は偽であることもあるからである。
λείπεται ἄρα ἰδεῖν εἰ δόξα γίνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής.
それゆえ、残るはそれが意見であるかどうかを見ることである。 なぜなら、意見は真にも偽にもなるからである。
ἀλλὰ δόξῃ μὲν ἕπεται πίστις (οὐκ ἐνδέχεται γὰρ δοξάζοντα οἷς δοκεῖ μὴ πιστεύειν), τῶν δὲ θηρίων οὐθενὶ ὑπάρχει πίστις, φαντασία δὲ πολλοῖς.
しかし、意見には確信が伴う(なぜなら、意見を持ちながら、自分に思われることを信じないということはあり得ないからである)。 だが、獣のいずれにも確信は備わっていないが、空想は多くの獣に備わっている。
φανερὸν τοίνυν ὅτι οὐδὲ δόξα μετʼ αἰσθήσεως, οὐδὲ διʼ αἰσθήσεως, οὐδὲ συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἂν εἴη, διά τε ταῦτα καὶ διότι οὐκ ἄλλου τινὸς ἔσται ἡ δόξα, ἀλλʼ ἐκείνου, εἴπερ ἔστιν, οὗ καὶ ἡ αἴσθησις·
したがって、感覚を伴う意見でも、感覚を通じた(意見)でも、意見と感覚の複合でも空想ではあり得ないことは明らかである。 それはこれらの理由によるし、また、もし(複合が)存在するとしても、意見は他ならぬ感覚の対象そのものに関するものでなければならないからである。
λέγω δʼ, ἐκ τῆς τοῦ λευκοῦ δόξης καὶ αἰσθήσεως ἡ συμπλοκὴ φαντασία ἔσται οὐ γὰρ δὴ ἐκ τῆς δόξης μὲν τῆς τοῦ ἀγαθοῦ, αἰσθήσεως δὲ τῆς τοῦ λευκοῦ·
私の言う意味は、白さに対する意見と感覚との複合が空想となるのであって、善に対する意見と白さに対する感覚から(空想が複合される)のではない、ということである。
τὸ οὖν φαίνεσθαι ἔσται τὸ δοξάζειν ὅπερ αἰσθάνεται, μὴ κατὰ συμβεβηκός.
それゆえ、「見える(現れる)」とは、知覚しているそのものを、付帯的にではなく意見することになるであろう。
φαίνεται δέ γε καὶ ψευδῇ, περὶ ὧν ἅμα ὑπόληψιν ἀληθῇ ἔχει, οἶον φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος, πιστεύεται δʼ εἶναι μείζων τῆς οἰκουμένης·
しかし実際には、同時にそれについて正しい思い込みを持っている事柄についても、偽なるものとして見える。 たとえば、太陽は1フィートの大きさに見えるが、居住世界よりも大きいと信じられている。
συμβαίνει οὖν ἤτοι ἀποβεβληκέναι τὴν ἑαυτοῦ ἀληθῆ δόξαν, ἣν εἶχε, σωζομένου τοῦ πράγματος, μὴ ἐπιλαθόμενον μηδὲ μεταπεισθέντα, ἢ εἰ ἔτι ἔχει, ἀνάγκη τὴν αὐτὴν ἀληθῇ εἶναι καὶ ψευδῆ.
そうすると、事物が存続しており、忘れたわけでも説得されて意見を変えたわけでもないのに、自分が持っていた正しい意見を失ってしまったことになるか、あるいはもしそれを今でも持っているなら、同一の意見が真でありかつ偽でなければならないことになる。
ἀλλὰ φευδὴς ἐγένετο, ὅτε λάθοι μεταπεσὸν τὸ πρᾶγμα.
しかし、意見が偽となるのは、事物が変化したことに気づかなかったときだけである。
οὔτʼ ἄρα ἕν τι τούτων ἐστὶν οὔτʼ ἐκ τούτων ἡ φαντασία.
したがって、空想はこれらのうちのどれでもなく、これらから成るものでもない。
ἀλλʼ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου, ἡ δὲ φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλʼ αἰσθανομένοις καὶ ὦν αἴσθησις ἔστιν, ἔστι δὲ γίνεσθαι κίνησιν ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως, καὶ ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει, εἴη ἄν αὕτή ἡ κίνησις οὔτε ἄνευ αἰσθήσεως ἐνδεχομένη οὔτε μὴ αἰσθανομένοις ὑπάρχειν, καὶ πολλὰ κατʼ αὐτὴν καὶ ποιεῖν καὶ πάσχειν τὸ ἔχον, καὶ εἶναι καὶ ἀληθῇ καὶ ψευδῇ.
しかし、あるものが動かされたとき、別のものがそれによって動かされることがあり、空想はある種の運動であると思われ、感覚なしには生じず、知覚しているものたちに、かつ感覚が存在する対象について生じるものであり、また感覚の活動によって運動が生じることがあり、この運動は感覚に似ているに違いないため、この運動は、感覚なしには起こり得ず、知覚していないものに属し得ないものであり、これを持つものがそれ(この運動)に従って多くのことを行い、また被り、真でも偽でもあり得るものとなるであろう。
τοῦτο δὲ συμβαίνει διὰ τάδε·
このことが起こるのは以下の理由による。
ἡ αἴσθησις τῶν μὲν ἰδίων ἀληθής ἐστιν ἢ ὅτι ὀλίγιστον ἔχουσα τὸ ψεῦδος.
感覚は、固有の対象については真であるか、あるいは極めてわずかな偽りしか持たない。
δεύτερον δὲ τοῦ συμβεβηκέναι ταῦτα· καὶ
ἐνταῦθα ἤδη ἐνδέχεται διαψεύεοθαι·
第二に、これら(固有の対象)に付帯するものについてであり、ここにおいて既に誤ることがあり得る。
δὅτι μὲν γὰρ λευκόν, οὐ ψεύδεται, εἰ δὲ τοῦτο τὸ λευκόν ἢ ἄλλο τι, ψεύδεται.
というのは、白いということについては偽らないが、この白いものがこれであるか他の何かであるかについては偽るからである。
τρίτον δὲ τῶν κοινῶν καὶ ἑπομένων τοῖς συμβεβηκόσιν οἷς ὑπάρχει τὰ ἴδια (λέγω δʼ οἷον κίνησις καὶ μέγεθος)· περὶ ἃ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι κατὰ τὴν αἴσθησιν.
第三に、共通の対象、すなわち、固有の対象が属する付帯的なものに随伴するもの(たとえば、運動や大きさのようなものを私は言っている)についてであり、これらについて感覚において最も欺かれやすい。
ἡ δὲ κίνησις ἡ ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως γινομένη διοίσει, ἡ ἀπὸ τούτων τῶν τριῶν αἰσθήσεων.
ところで、感覚の活動によって生じる運動は、これら三つの感覚から生じるもの(運動)において異なるであろう。
καὶ ἡ μὲν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής, αἱ δʼ ἕτεραι καὶ παρούσης καὶ ἀπούσης εἶεν ἄν ψευδεῖς, καὶ μάλιστα ὅταν πόρρω τὸ αἰσθητὸν ᾖ.
そして、第一の感覚から生じる運動は感覚が存在する間は真であるが、他(第二と第三)の感覚から生じる運動は感覚が存在するときも存在しないときも偽であり得、特に感覚対象が遠くにあるときにそうである。
εἰ οὖν μηθὲν μὲν ἄλλο ἔχει τὰ εἰρημένα ἢ φαντασία, τοῦτο δʼ ἐστὶ τὸ λεχθέν, ἡ φαντασία ἄν εἴη κίνησις ὑπὸ τῆς αἰσθήσεως τῆς κατʼ ἐνέργειαν γιγνομένη.
それゆえ、もしこれまでに述べられた特徴を空想以外の何ものも持たず、そして空想が今言われた通りのものであるならば、空想とは「活動における感覚によって引き起こされる運動」ということになるであろう。
ἐπεὶ δʼ ἡ ὄψις μάλιστα αἴσθησίς ἐστι, καὶ τὸ ὄνομα ἀπὸ τοῦ φάους εἴληφεν, ὅτι ἄνευ φωτὸς οὐκ ἔστιν ἰδεῖν.
視覚が最も優れた感覚であるため、その名称(ファンタシアー)も光(ファオス)から取られている。 光なしには見ることができないからである。
καὶ διὰ τὸ ἐμμένειν καὶ ὁμοίας εἶναι ταῖς αἰσθήσεσι, πολλὰ κατʼ αὐτὰς πράττει τὰ ζῷα, τὰ μὲν διὰ τὸ μὴ ἔχειν νοῦν, οἶον τὰ θηρία, τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν νοῦν ἐνίοτε πάθει ἢ νόσοις ἢ ὕπνῳ, οἶον οἱ ἄνθρωποι.
そして、それが留まり、感覚に似ているため、多くの動物はそれらに従って行動する。 ある動物たちは知性を持たないがゆえに(たとえば獣たちがそうである)、またある動物たちは、時として情念や病気や睡眠によって知性が覆い隠されるがゆえに(たとえば人間たちがそうである)。
περὶ μὲν οὖν φαντασίας, τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήσθω ἐπὶ τοσοῦτον.
さて、空想とは何か、また何のために存在するのかについては、これくらいにしておこう。