Humanitext Reader

亚里士多德 · 论灵魂 §3.2#2

作为比例的感觉与判别中枢的统合

第 32 段,共 43 段 · 希腊语

内容简介

亚里士多德阐明感觉是一种比例关系,会被过度的刺激所破坏。他进一步通过“点”的比喻论证道,判定并比较不同感觉对象的感觉中枢在数目和空间上是单一的,但在本质上则是分裂的。

§3.2#2εἰ δʼ ἡ φωνὴ συμφωνία τίς ἐστιν, ἡ δὲ φωνὴ καὶ ἡ ἀκοὴ ἔστιν ὡς ἕν ἐστι, λόγος δʼ ἡ συμφωνία, ἀνάγκη καὶ τὴν ἀκοὴν λόγον τινὰ εἶναι.
如果声音是某种协和,而声音和听觉在某种意义上是一体的,且协和是比例,那么听觉也必定是某种比例。
καὶ διὰ τοῦτο καὶ φθείρει ἕκαστον ὑπερβάλλον, καὶ τὸ ὀξὺ καὶ τὸ βαρύ, τὴν ἀκοήν· ὁμοίως δὲ καὶ ἐν χυμοῖς τὴν γεῦσιν, καὶ ἐν χρώμασι τὴν ὄψιν τὸ σφόδρα λαμπρὸν ἢ ζοφερόν, καὶ ἐν ὀσφρήσει ἡ ἰσχυρὰ ὀσμή, καὶ γλυκεῖα καὶ πικρά, ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως.
也正因为如此,每一种过度,无论是极高音还是极低音,都会破坏听觉;同样,在滋味中,过度者破坏味觉,在颜色中,极度明亮或黑暗的东西破坏视觉,在嗅觉中,强烈的气味破坏嗅觉——无论是甜的还是苦的,因为感觉是某种比例。
διὸ καὶ ἡδέα μέν, ὅταν εἰλικρινῆ καὶ ἀμιγῆ ὄντα ἄγηται εἰς τὸν λόγον, οἷον τὸ ὀξὺ ἢ γλυκὺ ἢ ἁλμυρόν, ἡδέα γὰρ τότε· ὅλως δὲ μᾶλλον τὸ μικτόν, συμφωνία, ἢ τὸ ὀξὺ ἢ τὸ βαρύ· ἡ δʼ αἴσθησις ὁ λόγος· ὑπερβάλλοντα δὲ λύει ἢ φθείρει.
因此,当感觉对象纯粹且未混合、被引入到比例中时,它们是令人愉快的,例如酸、甜或咸,因为那时它们是令人愉快的;而总的来说,混合的东西,即协和,比单纯的高音或低音更令人愉快;而感觉就是比例;过度则会瓦解或破坏它。
ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αἰσθητοῦ ἐστίν, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον, καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς, οἷον λευκὸν μὲν καὶ μέλαν ὄψις, γλυκὺ δὲ καὶ πικρόν γεῦσις.
因此,每种感觉都是关于其底层的感觉对象的,作为感觉器官而存在于感觉器官之中,并判定底层感觉对象的差异,例如,视觉判定白与黑,味觉判定甜与苦。
ὁμοίως δʼ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἄλλων.
这对于其他感觉也是类似的。
ἐπεὶ δὲ καὶ τὸ λευκὸν καὶ τὸ γλυκὺ καὶ ἕκαστον τῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομεν, τινὶ καὶ αἰσθανόμεθα ὅτι διαφέρει.
既然我们也把白和甜以及每种感觉对象相互比较并进行判定,我们也必须通过某种东西来感知到它们的不同。
ἀνάγκη δὴ αἰσθήσει· αἰσθητὰ γάρ ἐστιν.
这必定是通过感觉;因为它们是感觉对象。
ᾗ καὶ δῆλον ὅτι ἡ σὰρξ οὐκ ἔστι τὸ ἔσχατον αἰσθητήριον· ἀνάγκη γὰρ ἄν ἦν ἁπτόμενον αὐτὸ κρίνειν τὸ κρῖνον.
由此也清楚的是,肉体并不是终极的感觉器官;因为如果是的话,判定者就必须通过自身接触对象来进行判定。
οὔτε δὴ κεχωρισμένοις ἐνδέχεται κρίνειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ἀλλὰ δεῖ ἐνί τινι ἄμφω δῆλα εἶναι—οὕτω μὲν γὰρ κἂν εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο, δῆλον ἄν εἴη ὅτι ἕτερα ἀλλήλων, δεὶ δὲ τὸ ἒν λέγειν ὅτι ἕτερον· ἕτερον γὰρ τὸ γλυκὺ τοῦ λευκοῦ·
而且,显然不可能通过彼此分离的渠道来判定甜不同于白,而必须在某个单一之物中使两者显明——因为如果是那样的话,即便我感知这一方而你感知另一方,虽然它们彼此不同这一点是显明的,但必须是由那单一之物来说它们是不同的;因为甜不同于白。
λέγει ἄρα τὸ αὐτό ὥστε ὡς λέγει, οὕτω καὶ νοεῖ καὶ αἰσθάνεται-ὅτι μὲν οὖν οὐχ οἷόν τε κεχωρισμένοις κρίνειν τὰ κεχωρισμένα, δῆλον· ὅτι δʼ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ, ἐντεῦθεν.
因此,是这同一之物说出这一点的;所以,正如它所说,它也如此思考并感知——由此可见,用分离的渠道来判定分离的对象是不可能的,这是显而易见的;而在分离的时间中也是不可能的,这可以从下文看出。
ὥσπερ γὰρ τὸ αὐτὸ λέγει ὅτι ἕτερον τὸ ἀγαθὸν καὶ τό κακόν, οὕτω καὶ ὅτε θάτερον λέγει ὅτι ἕτερον καὶ θάτερον, οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε (λέγω δʼ, οἷον νῦν λέγω ὅτι ἕτερον, οὐ μέντοι ὅτι νῦν· ἕτερον), ἀλλʼ οὕτω λέγει, καὶ νῦν καὶ ὅτι νῦν· ἄμα ἄρα.
因为正如同一之物说善与恶不同一样,当它说这一方与另一方不同时,这个“何时”并不是偶然的(我的意思是,并不是像“我现在说它们不同,但不是说它们现在不同”那样,而是它现在既如此说,又说它们现在不同;因此,是同时的)。
ὥστε ἀχώριστον καὶ ἐν ἀχωρίστῳ χρόνῳ.
所以它是不可分的,并且是在不可分的时间中进行的。
ἀλλὰ μὴν ἀδύνατον ἄμα τὰς ἐναντίας κινήσεις κινεῖσθαι τὸ αὐτὸ ᾗ ἀδιαίρετον, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ.
然而,同一之物作为不可分者,并且在不可分的时间中,同时被相反的运动所推动,这确实是不可能的。
εἰ γὰρ γλυκύ, ὡδὶ κινεῖ τὴν αἴσθησιν ἢ τὴν νόησιν, τὸ δὲ πικρόν ἐναντίως, καὶ τὸ λευκὸν ἑτέρως.
因为如果甜以这种方式推动感觉或思维,苦则以相反的方式推动,而白则以另一种方式推动。
ἄρʼ οὖν ἄμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ ἀχώριστον τὸ κρῖνον, τῷ εἶναι δὲ κεχωρισμένον;
那么,在数目上同时不可分且不可分离的判定者,是否在本质上是分裂的呢?
ἔστι δή πως ὡς τὸ διαιρετὸν τῶν διῃρημένων αἰσθάνεται, ἔστι δʼ ὡς ᾗ ἀδιαίρετον· τῷ εἶναι μὲν γὰρ διαιρετόν, τόπῳ δὲ καὶ ἀριθμῷ ἀδιαίρετον.
在某种意义上确实,作为已分裂者它感知已被分裂的事物,但在某种意义上又作为不可分者来感知;因为在本质上它是分裂的,但在空间和数目上它是不可分的。
ἢ οὐχ οἷόν τε;
或者说,这是不可能的吗?
δυνάμει μὲν γὰρ τὸ αὐτὸ καὶ ἀδιαίρετον τἀναντία, τῷ δʼ εἶναι οὔ, ἀλλὰ τῷ ἐνεργεῖσθαι διαιρετόν, καὶ οὐχ οἶόν τε ἄμα λευκόν καὶ μέλαν εἶναι, ὥστʼ οὐδὲ τὰ εἴδη πάσχειν αὐτῶν, εἰ τοιοῦτον ἡ αἴσθησις καὶ ἡ νόησις.
因为在潜能上,同一且不可分之物可以具有相反的属性,但在本质上则不然,而是在被现实化时是分裂的,且不可能同时又是白又是黑,因此它也无法同时接受它们的形相,如果感觉和思维是这种性质的话。
ἀλλʼ ὤσπερ ἣν καλοῦσί τινες στιγμήν, ᾖ μία καὶ δύο, ταύτῃ ἀδιαίρετος> καὶ διαιρετή.
但是,就像某些人所说的点一样,在它是单一又是双重的限度内,在这一点上它是<不可分>且可分的。
ᾗ μὲν οὖν ἀδιαίρετον, ἓν τό κρῖνόν ἐστι καὶ ἄμα, ᾖ δὲ διαιρετόν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα·
因此,在它是不可分的限度内,判定者是单一的且同时判定的;但在它是可分的限度内,它同时两次使用同一个点。
μὲν οὖν δὶς χρῆται τῷ πέρατι, δύο κρίνει καὶ ἔστιν ὡς κεχωρισμένως· ᾖ δὲ ἐνί, ἓν καὶ ἅμα.
因此,在它两次使用界限的限度内,它判定两个事物,且在某种意义上是分离地判定;但在它将其作为单一之物使用的限度内,它判定一个事物,并且是同时判定。
περὶ μὲν οὖν τῆς ἀρχῆς ἢ φαμὲν τὸ ζῷον αἰσθητικόν εἶναι, διωv τὸν τρόπον τοῦτον.
关于我们借以称动物具有感觉能力的那个原理,就如此规定吧。

词汇与语法注释

  1. 426b3ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως — 由小词 ὡς 引导的属格独立结构(genitive absolute),用以说明主观或宣称的原因(“因为……”)。它解释了为什么过度的刺激会破坏感觉,即感觉本质上是一种比例关系(λόγος)。
  2. 426b12τινὶ καὶ αἰσθανόμεθα ὅτι διαφέρει — 不定代词的与格形式 τινί 作工具或手段与格。它指出,对不同感觉品质(如白与甜)之间差异的比较和感知,必须“通过某种[单一的]东西”来进行。
  3. 426b17οὕτω μὲν γὰρ κἂν εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο — 由 κἄν(καὶ ἄν 的缩写)和希求法动词 αἴσθοιο(αἰσθάνομαι 的第二人称单数希求法)构成的潜在希求表达。它提出了一个假设性的思想实验情境(“即便我感知这一方而你感知另一方”),用以论证若感知主体相互分裂则无法进行比较判定。
  4. 426b28ἀδύνατον ἅμα τὰς ἐναντίας κινήσεις κινεῖσθαι τὸ αὐτὸ ᾗ ἀδιαίρετον — 不定式 κινεῖσθαι 为被动语态(“被运动”),其中中性单数宾格(对格) τὸ αὐτό(“同一之物”)作其逻辑主语。在关系从句 ᾗ ἀδιαίρετον(“在它是不可分者的限度内”)的限定下,它阐明了同一事物不可能同时承受相反运动这一逻辑限制。
  5. 427a11ᾗ μὲν οὖν ἀδιαίρετον... ᾗ δὲ διαιρετὸν ὑπάρχει — 使用并列关系副词 ᾗ μέν ... ᾗ δέ ...(“一方面在……的限度内,另一方面在……的限度内”)构成的对比结构。它表达了判定感觉的中枢(共通感觉)的双重性质:一方面是单一且不可分的(这使得同时判定成为可能),另一方面又是多重且可分的(这使得接受不同感觉品质成为可能)。

引用这一段

亚里士多德, 论灵魂 §3.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:3.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。