Humanitext Reader

亚里士多德 · 论灵魂 §3.2#1

自我感知以及感觉与对象活动的统一

第 31 段,共 43 段 · 希腊语

内容简介

本节探讨了自我感知的机制,并通过具体的感官活动(如声音与听觉、颜色与视觉等)论证了感觉器官的活动与感觉对象的活动在数量上是统一的,但在本质(定义)上是不同的。

§3.2#1Ἐπεὶ δʼ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ, ἢ ἑτέρᾳ.
既然我们感知到我们在看和听,那么必定要么是用视觉感知它在看,要么是用另一种感觉。
ἀλλʼ ἡ αὐτὴ ἔσται τῆς ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος.
但如果是另一种,那么这同一感觉将既是关于视觉的,又是关于作为其基础的颜色的。
ὥστε ἢ δύο τοῦ αὐτοῦ ἔσονται ἢ αὐτὴ αὑτῆς.
因此,要么将有两个感觉对应于同一对象,要么它自己是关于它自身的感觉。
ἔτι δʼ εἰ καὶ ἑτέρα εἴη ἡ τῆς ὄψεως αἴσθησις, ἢ εἰς ἄπειρον εἶσιν ἢ αὐτή τις ἔσται αὑτῆς· ὥστʼ ἐπὶ τῆς πρώτης τοῦτο ποιητέον.
此外,即使关于视觉的感觉是另一种,要么它会走向无限,要么将有某种感觉是关于它自身的;所以我们必须在第一步就设定这一点。
ἔχει δʼ ἀπορίαν· εἰ γὰρ τὸ τῇ ὄψει αἰσθάνεσθαί ἐστιν ὁρᾶν, ὁρᾶται δὲ χρῶμα ἢ τὸ ἔχον, εἰ ὄψεταί τις τὸ ὁρᾶν, καὶ χρῶμα ἕξει τὸ ὁρᾶν πρῶτον.
但这引起了一个困难:因为如果用视觉来感知就是看,而被看到的是颜色或具有颜色的东西,那么如果有人要看到那个在看的东西,这个看的东西首先也将具有颜色。
φανερὸν τοίνυν ὅτι οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι· καὶ γὰρ ὅταν μὴ ὁρῶμεν, τῇ ὄψει κρίνομεν καὶ τὸ σκότος καὶ τὸ φῶς, ἀλλʼ οὐχ ὡσαύτως.
由此可见,用视觉感知显然不只是一件事;因为即使我们不看的时候,我们也用视觉来辨别黑暗和光明,只是方式不同。
ἔτι δὲ καὶ τὸ ὁρῶν ἔστιν ὡς κεχρωμάτισται· τὸ γὰρ αἰσθητήριον δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης ἕκαστον.
此外,那个在看的东西在某种意义上也是被着了色的;因为每个感觉器官都能够在没有质料的情况下接受感觉对象。
διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι ἐν τοῖς αἰσθητηρίοις.
因此,即使在感觉对象离去之后,感觉器官中仍存留着感觉和表象。
ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δʼ εἶναι οὐ τὸ αὐτὸ αὐταῖς· λέγω δʼ οἷον ὁ ψόφος ὁ κατʼ ἐνέργειαν καὶ ἡ ἀκοὴ ἡ κατʼ ἐνέργειαν· ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν, καὶ τὸ ἔχον ψόφον οὐκ ἀοὶ ψοφεῖ· ὅταν δʼ ἐνεργῇ τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε ἡ κατʼ ἐνέργειαν ἀκοὴ ἅμα γίνεται καὶ ὁ κατʼ ἐνέργειαν ψόφος, ὧν εἴποιεν ἄν τις τὸ μὲν εἶναι ἄκουσιν τὸ δὲ ψόφησιν.
而感觉对象的活动与感觉的活动是同一且合一的,尽管它们的本质(存在)对它们而言并不相同;我指的是,例如实际活动中的声音和实际活动中的听觉;因为拥有听觉的人有可能不听,而具有声音的东西也并不总是发出声音;但是当有听觉能力的东西在活动,且有发声能力的东西在发声时,那时实际活动中的听觉和实际活动中的声音就会同时产生,有人会称前者为听取活动,后者为发声活动。
εἰ δή ἐστιν ἡ κίνησις καὶ ἡ ποίησις ἐν τῷ ποιουμένῳ, ἀνάγκη καὶ τὸν ψόφον καὶ τὴν ἀκοὴν τὴν κατʼ ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι· ἡ γὰρ τοῦ ποιητικοῦ καὶ κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι ἐγγίνεται· διὸ οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι.
如果运动和作用确实是在被作用者(被动者)之中,那么实际活动中的声音和实际活动中的听觉也必须是在潜能者的之中;因为主动者和运动者的活动是在被动者之中产生的;因此,运动者不必自身也被运动。
ἡ μὲν οὖν τοῦ ψοφητικοῦ ἐνέργειά ἐστι ψόφος ἢ ψόφησις, ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ ἢ ἄκουσις· διττὸν γὰρ ἡ ἀκοή, καὶ διττὸν ὁ ψόφος.
所以,具有发声能力者的活动是声音或发声活动,而具有听觉能力者的活动是听觉或听取活动;因为听觉是双重的,声音也是双重的。
ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων καὶ αἰσθητῶν.
同样的道理也适用于其他感觉和感觉对象。
ὥσπερ γὰρ καὶ ἡ ποίησις καὶ ἡ πάθησις ἐν τῷ πάσχοντι ἀλλʼ οὐκ ἐν τῷ ποιοῦντι, οὕτω καὶ ἡ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ ἡ τοῦ αἰσθητικοῦ ἐν τῷ αἰσθητικῷ.
因为正如作用和受动是在被动者中而不是在主动者中一样,感觉对象的活动和感觉能力的活动也同样是在感觉者(感觉器官)之中。
ἀλλʼ ἐπʼ ἐνίων μὲν ὠνόμασται, οἷον ἡ ψόφησις καὶ ἡ ἄκουσις, ἐπʼ ἐνίων δʼ ἀνώνυμον θάτερον· ὅρασις γὰρ λέγεται ἡ τῆς ὄψεως ἐνέργεια, ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ γεῦσις ἡ τοῦ γευστικοῦ, ἡ δὲ τοῦ χυμοῦ ἀνώνυμος.
但在某些情况下,它们被命名了,例如发声活动和听取活动,但在其他情况下,两者之一是没有名字的;因为视觉的活动被称为“观看活动”,而颜色的活动没有名字,味觉能力的活动被称为“品尝活动”,而滋味的活动没有名字。
ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια ἡ τοῦ αἰσθητοῦ καὶ τοῦ αἰσθητικοῦ, τὸ δʼ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καὶ σώζεσθαι τὴν οὕτω λεγομένην ἀκοὴν καὶ ψόφον, καὶ χυμὸν δὴ καὶ γεῦσιν, καὶ τὰ ἄλλα ὁμοίως· τὰ δὲ κατὰ δύναμιν λεγόμενα οὐκ ἀνάγκη·
既然感觉对象的活动和感觉能力的活动是统一的,但它们的本质(存在)是不同的,那么被称为听觉和声音的东西、以及滋味和味觉,以及其他类似的东西,就必定同时毁灭并同时被保存;而被称为潜在的那些则不必然如此。
ἀλλʼ οἱ πρότερον φυσιολόγοι τοῦτο οὐ καλῶς ἔλεγον, οὐθὲν οἰόμενοι οὔτε λευκὸν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως, οὐδὲ χυμὸν ἄνευ γεύσεως.
但早期的自然哲学者在这一点上说得并不妥当,他们认为没有视觉就没有白或黑,没有味觉就没有滋味。
τῇ μὲν γὰρ ἔλεγον ὀρθῶς, τῇ δʼ οὐκ ὀρθῶς· διχῶς γὰρ λεγομένης τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ, τῶν μὲν κατὰ δύναμιν τῶν δὲ κατʼ ἐνέργειαν, ἐπὶ τούτων μὲν συμβαίνει τὸ λεχθέν, ἐπὶ δὲ τῶν ἑτέρων οὐ συμβαίνει.
因为在某种意义上他们说得对,但在另一种意义上说得不对;因为既然感觉和感觉对象是在双重意义上被谈论的(一些是潜在的,另一些是现实的),那么在后者的情况下,所说的事情确实会发生,但在另一种情况下则不会发生。
ἀλλʼ ἐκεῖνοι ἁπλῶς ἔλεγον περὶ τῶν λεγομένων οὐχ ἁπλῶς.
然而,他们对于不是在单一意义上被谈论的事情,却在单一(无条件)的意义上谈论了。

词汇与语法注释

  1. ¦2¦τῇ ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ — 不定式 `αἰσθάνεσθαι` 的逻辑主语可以理解为不定的“人”或“视觉”自身。而从句中 `ὁρᾷ` 的主语显然是 `ἡ ὄψις`。这句话提出了一个问题:自我感知(即“感知到自己在看”)是通过视觉自身实现的,还是通过另一种感觉实现的。
  2. ¦25¦τὸ δʼ εἶναι οὐ τὸ αὐτὸ αὐταῖς — 亚里士多德哲学中的关键公式,其中 `τὸ εἶναι`(存在、本质或定义)是主语,`αὐταῖς` 是领属与格(“对它们而言的本质”)。这表明,尽管感觉对象的活动与感觉的活动在数量上是同一的(`μία`),但它们在定义上(`λόγος`)是不同的。
  3. ¦426a¦ἐν τῇ κατὰ δύναμιν εἶναι — 对应于前文的 `τὴν ἀκοήν` 或 `αἴσθησιν`,此处省略的词是阴性单数名词 `ἀκοῇ`(听觉能力)或 `αἰσθήσει`(感觉能力)。该句论证了实际活动中的声音和听觉都存在于具有潜能的感觉能力(即受动者一方)之中。

引用这一段

亚里士多德, 论灵魂 §3.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:3.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。