§3.1Ὅτι δʼ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε (λέγω δὲ ταύτας ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν), ἐκ τῶνδε πιστεύσειεν ἄν τις.
\n 除了这五种感觉(我指的是视觉、听觉、嗅觉、味觉、触觉)之外,并没有其他的感觉存在,人们可以从以下几点中确信这一点。
εἰ γὰρ παντὸς οὗ ἐστὶν αἴσθησις ἁφὴ καὶ νῦν αἴσθησιν ἔχομεν (πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾖ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν), ἀνάγκη τʼ, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν, καὶ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες, ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς, λέγω δʼ οἷον ἀέρι καὶ ὕδατι, ἔχει δʼ οὕτως ὥστʼ εἰ μὲν διʼ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ὄντα ἀλλήλων τῷ γένει, ἀνάγκη τὸν ἔχοντα τὸ τοιοῦτον αἰσθητήριον ἀμφοῖν αἰσθητικὸν εἶναι (οἷον εἰ ἐξ ἀέρος ἐστὶ τὸ αἰσθητήριον, καὶ ἔστιν ὁ ἀὴρ καὶ ψόφου καὶ χρόας), εἰ δὲ πλείω τοῦ αὐτοῦ, οἷον χρόας καὶ ἀὴρ καὶ ὕδωρ (ἄμφω γὰρ διαφανῆ), καὶ ὁ τὸ ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται τοῦ διʼ ἀμφοῖν, τῶν δὲ ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν, ἐξ ἀέρος καὶ ὕδατος (ἡ μὲν γὰρ κόρη ὕδατος, ἡ δʼ ἀκοὴ ἀέρος, ἡ δʼ ὄσφρησις θατέρου τούτων), τὸ δὲ πῦρ ἢ οὐθενὸς ἢ κοινὸν πάντων (οὐθὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν), γῆ δὲ ἢ οὐθενός, ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται ἰδίως, διὸ λείποιτ᾿ ἂν μηθὲν εἶναι αἰσθητήριον ἔξω ὕδατος καὶ ἀέρος, ταῦτα δὲ καὶ νῦν ἔχουσιν ἔνια ζῷα—πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων (φαίνεται γὰρ καὶ ἡ ἀσπάλαξ ὑπὸ τὸ δέρμα ἔχουσα ὀφθαλμούς)· ὥστʼ εἰ μή τι ἕτερον ἔστι σῶμα, καὶ πάθος ὃ μηθενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδεμία ἂν ἐκλείποι αἴσθησις.
因为如果凡是触觉作为其感官的对象,我们现在都已经具有了感觉(因为可触之物在作为可触之物的范围内的所有状态,对我们来说都是通过触觉而被感知的),而且如果必须是,若某种感觉缺损,我们对应的某种感觉器官也必定缺损,并且凡是我们通过接触而感知其自身的东西,都是通过我们碰巧拥有的触觉来感知的,而凡是那些通过媒介、不接触其自身而被感知的东西,则是通过简单物体,我指的是例如空气和水而被感知的;其情况是:如果通过一种媒介有多个在属上彼此不同的感觉对象被感知,那么拥有这种感觉器官的人必须能感知这两者(例如,如果感觉器官是由空气构成的,而空气既是声音又是颜色的媒介);但如果有多个媒介对应于同一对象,比如对于颜色有空气和水(因为两者都是透明的),那么即使仅拥有其中一种媒介器官的人,也会感知通过这两者而被感知的东西;而对于简单物体,只有从这两个——空气和水——之中才能制造出感觉器官(因为瞳孔是由水构成的,听觉是由空气构成的,而嗅觉是这两者之一构成的),至于火则不属于任何器官,或者是所有器官所共有的(因为没有热量就没有东西具有感知能力),而土则不属于任何器官,或者是在触觉中被最特殊地混合在一起;因此,不会有水和空气以外的感觉器官存留下来,而这些器官甚至现在也有一些动物拥有;——所以所有的感觉都为非不完全且非残疾的动物所拥有(因为显然鼹鼠在皮肤下也有眼睛);因此,除非存在着某种其他的身体,以及不属于此世任何身体的性质,否则任何感觉都不会缺损。
ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν οἷόν τʼ εἶναι αἰσθητήριόν τι ἴδιον, ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, οἷον κινήσεως, στάσεως, σχήματος, μεγέθους, ἀριθμοῦ, ἑνός· ταῦτα γὰρ πάντα κινήσει αἰσθανόμεθα, οἷον μέγεθος κινήσει (ὥστε καὶ σχῆμα· μέγεθος γάρ τι τὸ σχῆμα), τὸ δʼ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι, ὁ δʼ ἀριθμὸς τῇ ἀποφάσει τοῦ συνεχοῦς, καὶ τοῖς ἰδίοις·
\n然而,对于共同感觉对象,也不可能存在任何专属的感觉器官,这些对象是我们通过每种感觉在偶性上感知的,例如运动、静止、形状、大小、数量、一;因为所有这些我们都是通过运动来感知的,例如大小是通过运动(因此形状也是如此,因为形状是某种大小),而静止之物是通过不运动,数量是通过连续性的否定,以及通过专属的感觉对象来感知的;因为每种感觉感知一个东西;因此显然,不可能对其中的任何一个有专属的感觉,比如运动;因为如果是这样,那就会像我们现在用视觉感知甜味一样。
ἑκάστη γὰρ ἓν αἰσθάνεται αἴσθησις· ὥστε δῆλον ὅτι ἀδύνατον ὁτουοῦν ἰδίαν αἴσθησιν εἶναι τούτων, οἷον κινήσεως· οὕτω γὰρ ἔσται ὥσπερ νῦν τῇ ὄψει τὸ γλυκὺ αἰσθανόμεθα· τοῦτο δ᾿ ὅτι ἀμφοῖν ἔχοντες τυγχάνομεν αἴσθησιν, ᾗ ὅταν συμπέσωσιν ἅμα γνωρίζομεν (εἰ δὲ μή, οὐδαμῶς ἂν ἀλλʼ ἢ κατὰ συμβεβηκὸς ᾐσθανόμεθα, οἷον τὸν Κλέωνος υἱὸν οὐχ ὅτι Κλέωνος υἱός, ἀλλʼ ὅτι λευκός, τούτῳ δὲ συμβέβηκεν υἱῷ Κλέωνος εἶναι).
而这之所以发生,是因为我们碰巧拥有对这两者的感觉,当它们同时重合时,我们就能同时认出它们(否则,我们除了在偶性上之外决不会感知它们,正如我们感知克勒翁的儿子,不是因为他是克勒翁的儿子,而是因为他是白的,而作为白的东西偶性上是克勒翁的儿子)。
τῶν δὲ κοινῶν ἤδη ἔχομεν αἴσθησιν κοινήν, οὐ κατὰ συμβεβηκός· οὐκ ἄῤ ἐστὶν ἰδία· οὐδαμῶς γὰρ ἂν ᾐσθανόμεθα ἀλλʼ ἢ οὕτως ὥσπερ εἴρηται.
而对于共同感觉对象,我们已经拥有了共同的感觉,而不是在偶性上感知的;所以并没有专属的感觉;因为否则我们决不会像所说的那样感知它们。
τὰ δʼ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις, οὐχ ᾗ αὐταί, ἀλλʼ ᾗ μία, ὅταν ἅμα γένηται ἡ αἴσθησις ἐπὶ τοῦ αὐτοῦ, οἷον χολῆς ὅτι πικρὰ καὶ ξανθή (οὐ γὰρ δὴ ἑτέρας γε τὸ εἰπεῖν ὅτι ἄμφω ἕν)· διὸ καὶ ἀπατᾶται, καὶ ἐὰν ᾖ ξανθόν, χολὴν οἴεται εἷναι.
而感觉在偶性上感知彼此的专属对象,不是由于它们自身,而是由于它们是一个,当感觉在同一对象上同时产生时,例如,知道胆汁是苦的且是黄的(因为说两者为一,决不是另一个专门感觉的职责);因此也容易受骗,如果某个东西是黄的,就会认为它是胆汁。
ζητήσειε δʼ ἄν τις τίνος ἕνεκα πλείους ἔχομεν αἰσθήσεις, ἀλλʼ οὐ μίαν μόνην.
\n人们可能会问,为了什么缘故我们拥有多种感觉,而不只是唯一的一种。
ἢ ὅπως ἧττον λανθάνῃ τὰ ἀκολουθοῦντα καὶ κοινά, οἶον κίνησις καὶ μέγεθος καὶ ἀριθμός;
是不是为了使随之而来的共同感觉对象,如运动、大小和数量,较不易被我们忽略?
εἰ γὰρ ἦν ἡ ὄψις μόνη, καὶ αὕτη λευκοῦ, ἐλάνθανεν ἂν μᾶλλον καὶ ἐδόκει ταὐτὸν εἶναι πάντα διὰ τὸ ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καὶ μέγεθος.
因为如果只有视觉,而且它只是对白色的,那么它们就更容易被忽略,并且由于颜色和大小同时相互随伴,一切都会显得是同一的。
νῦν δʼ ἐπεὶ καὶ ἐν ἑτέρῳ αἰσθητῷ τὰ κοινὰ ὑπάρχει, δῆλον ποιεῖ ὅτι ἄλλο τι ἕκαστον αὐτῶν.
但现在,由于在另一种感觉对象中共同感觉对象也存在,这使得显而易见,它们每一个都是不同的东西。