§3.11Σκεπτέον δὲ καὶ περὶ τῶν ἀτελῶν τί τό κινοῦν ἐστίν, οἷς ἁφῇ μόνον ὑπάρχει αἴσθησις, πότερον ἐνδέχεται φαντασίαν ὑπάρχειν τούτοις, ἢ οὔ, καὶ ἐπιθυμίαν.
对于不完全的动物——即那些仅有触觉作为感觉的生物,我们必须考察什么是引起它们运动的东西,以及在它们之中是否可能存在想象力和欲望,或者不能。
φαίνεται γὰρ λύπη καὶ ἡδονὴ ἐνοῦσα, εἰ δὲ ταῦτα, καὶ ἐπιθυμίαν ἀνάγκη.
因为痛苦和快乐似乎存在于它们之中,而如果存在这些,欲望也必然存在。
φαντασία δὲ πῶς ἂν ἐνείη;
但是,想象力又如何能存在呢?
ἢ ὥσπερ καὶ κινεῖται ἀορίστως, καὶ ταῦτ᾿ ἔνεστι μέν, ἀορίστως δʼ ἔνεστιν.
或者,正如它们也以不定的方式运动一样,这些[想象力和欲望]虽然存在,但也是以不定的方式存在呢?
ἡ μὲν οὖν αἰσθητικὴ φαντασία, ὥσπερ εἴρηται, καὶ ἐν τοῖς ἄλλοις ζῴοις ὑπάρχει, ἡ δὲ βουλευτικὴ ἐν τοῖς λογιστικοῖς (πότερον γὰρ πράξει τόδε ἢ τόδε, λογισμοῦ ἤδη ἐστὶν ἔργον· καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖον γὰρ διώκει· ὥστε δύναται ἓν ἐκ πλειόνων φαντασμάτων ποιεῖν).
因此,正如已经说过的那样,感觉想象力也属于其他动物,而审议想象力则属于具有推论能力的生物(因为究竟是做这个还是做那个,这已经是推论的工作;并且有必要用单一尺度来衡量,因为人们追求[更佳]的东西,从而能够从多个形象中提炼出一个形象)。
καὶ αἴτιον τοῦτο τοῦ δόξαν μὴ δοκεῖν ἔχειν, ὅτι τὴν ἐκ συλλογισμοῦ οὐκ ἔχει.
这也是它们显得不具有信念的原因,因为它们不具有来自推论的信念。
διὸ τὸ βουλευτικὸν οὐκ ἔχει ἡ ὄρεξις·
因此,欲求不具有审议的性质。
νικᾷ δʼ ἐνίοτε καὶ κινεῖ ὁτὲ μὲν αὕτη ἐκείνην, ὁτὲ δʼ ἐκείνη ταύτην, ὥσπερ σφαῖρα σφαῖραν, ἡ ὄρεξις τὴν ὄρεξιν, ὅταν ἀκρασία γένηται· φύσει δὲ ἀεὶ ἡ ἄνω ἀρχικωτέρα καὶ κινεῖ· ὥστε τρεῖς φορὰς ἤδη κινεῖσθαι.
但是,当无自制发生时,有时一方的欲求会战胜并运动另一方,有时另一方又战胜并运动这一方,就像球体推动球体一样,欲求运动欲求;但在自然上,上方(的欲求)总是更具主导性并引起运动,从而已经引起了三种运动。
τὸ δʼ ἐπιστημονικὸν οὐ κινεῖται, ἀλλὰ μένει.
然而,科学的部分并不运动,而是保持静止。
ἐπεὶ δʼ ἡ μὲν. καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθʼ ἕκαστον (ἡ μὲν γὰρ λέγει ὅτι δεῖ τὸν τοιοῦτον τὸ τοιόνδε πράττειν, ἡ δὲ ὅτι τόδε τοίνυν τοιόνδε, κἀγὼ δὲ τοιόσδε), ἢ δὴ αὕτη κινεῖ ἡ δόξα, οὐχ ἡ καθόλου, ἢ ἄμφω, ἀλλʼ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δʼ οὔ.
既然一方的判断和理路是普遍的,而另一方则是关于个别事物的(因为前者说“这样的人应该做这样的事”,而后者说“因此这个眼前的事物是这样的,而我亦是这样的人”),那么确实是这种[个别]信念引起运动,而不是普遍的信念,或者是两者共同引起运动,但一者更保持静止,而另一者则不然。