Humanitext Reader

亚里士多德 · 论灵魂 §2.12

感觉作为无质料形式的接受之定义

第 29 段,共 43 段 · 希腊语

内容简介

本章定义了感觉的一般性质,即不带物质地接受感觉形式,解释了感觉器官与感觉能力的同一性与差异,并通过与植物和无生物的对比,阐明了比例(逻各斯)和中庸在感觉中的核心作用。

§2.12Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ δέχεται τὸ σημεῖον, λαμβάνει δὲ τὸ χρυσοῦν ἢ τὸ χαλκοῦν σημεῖον, ἀλλʼ οὐχ ᾗ χρυσὸς ἢ χαλκός·
一般而言,关于一切感觉,必须认定,感觉是不带物质地接受感觉对象的形式,例如蜡接受指环的印记,而不带铁或金;也就是说,它接受金或铜的印记,但并不是作为金或铜而接受。
ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστου ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ χυμὸν ἢ ψόφον πάσχει, ἀλλʼ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλʼ ᾗ τοιονδί, καὶ κατὰ τὸν λόγον.
同样地,对每个对象的感知也是受到具有颜色、滋味或声音的事物的作用,但不是作为那些事物的每一个被称呼的实体,而是作为具有如此性质之物,并且是按照比例(逻各斯)来受作用的。
αἰσθητήριον δὲ πρῶτον ἐν ὧ ἡ τοιαύτη δύναμις.
而第一感觉器官就是这种能力存在其中的部位。
ἔστι μὲν οὖν ταὐτόν, τὸ δʼ εἶναι ἕτερον· μέγεθος μὲν γὰρ ἄν· τι εἴη τὸ αἰσθανόμενον, οὐ μὴν τό γε αἰσθητικῷ εἶναι οὐδʼ ἡ αἴσθησις μέγεθός ἐστιν, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου.
因此,它们(器官与能力)是同一的,但其本质(存在)是不同的;因为进行感知的东西必定是某种大小,然而,作为感知能力(其本质)或感知本身,决不是一种大小,而是那大小的某种比例(逻各斯)和能力。
φανερὸν δʼ ἐκ τούτων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια (ἐὰν γὰρ ᾖ ἰσχυροτέρα τοῦ αἰσθητηρίου ἡ κίνησις, λύεται ὁ λόγος—τοῦτο δʼ ἧν ἡ αἴσθησις—ὥσπερ καὶ ἡ συμφωνία καὶ ὁ τόνος κρουομένων σφόδρα τῶν χορδῶν), καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντά τι ὑπὸ τῶν ἁπτῶν·
从中也显然可见,为什么感觉对象的过度会破坏感觉器官(因为,如果运动强于感觉器官,比例就会被瓦解——而这就是感觉——正如琴弦被过于猛烈地击打时,和弦与音调也会瓦解一样),以及为什么植物虽然具有某种灵魂的部分,并且受到可触之物的作用(因为它们也被冷却和变热),却不能产生感知。
καὶ γὰρ ψύχεται καὶ θερμαίνεται· αἴτιον γὰρ τὸ μὴ ἔχειν μεσότητα, μηδὲ τοιαύτην ἀρχὴν οἵαν τὰ εἴδη δέχεσθαι τῶν αἰσθητῶν, ἀλλὰ πάσχειν μετὰ τῆς ὕλης.
因为原因在于它们没有中庸(中间状态),也没有能够接受感觉对象形相的这种原理,而是连同物质一起受作用。
ἀπορήσειε δʼ ἄν τις εἰ πάθοι ἄν τι ὑπʼ ὀσμῆς τὸ ἀδύνατον ὀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν·
人们可能会提出疑问:无法闻到气味的东西是否会受到气味的作用,或者无法看见东西的是否会受到颜色的作用?
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他感觉也是如此。
εἰ δὲ τὸ ὀσφραντὸν ὀσμή, εἴ τι ποιεῖ, τὴν ὄσφρησιν ἡ ὀσμὴ ποιεῖ· ὥστε τῶν ἀδυνάτων ὀσφρανθῆναι οὐθὲν οἷόν τε πάσχειν ὑπʼ ὀσμῆς (ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων)· οὐδὲ τῶν δυνατῶν, ἀλλʼ ἢ ᾖ αἰσθητικὸν ἕκαστον.
如果可闻之物是气味,若气味产生任何作用,那它就是在嗅觉上产生作用;因此,在无法闻气味的事物中,没有任何一个可能受到气味的作用(同样的道理也适用于其他感觉),而即使在有能力的事物中,若非作为每一个具有感官能力之物,也不能受作用。
ἅμα δὲ δῆλον καὶ οὕτως· οὔτε γὰρ φῶς καὶ σκότος οὔτε ψόφος οὔτε ὀσμὴ οὐδὲν ποιεῖ τὰ σώματα, ἀλλʼ ἐν οἷς ἐστίν, οἷον ἀὴρ ὁ μετὰ βροντῆς διίστησι τὸ ξύλον.
同时,从以下这点也显而易见:因为无论是光和暗,还是声音,或是气味,都不会对身体产生任何作用,而是在它们存在其中的介质上起作用,正如伴随雷鸣的空气劈开木头一样。
ἀλλὰ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα καὶ ἀλλοιοῖτο;
但是,可触之物和滋味却能产生作用;因为如果不是这样,无生物会受到什么的作用而被改变性质呢?
ἆῤ οὖν κἀκεῖνα ποιήσει;
那么,那些别的事物也会产生作用吗?
ἢ οὐ πᾶν σῶμα παθητικὸν ὑπ᾿ ὀσμῆς καὶ ψόφου, καὶ τὰ πάσχοντα ἀόριστα, καὶ οὐ μένει, οἷον ἀήρ (ὄζει γὰρ ὥσπερ παθών τι);
或者说,并非每个身体都会受到气味和声音的影响,而那些受影响的身体是不定形的,且不能持存,例如空气(因为它散发气味,就像是受到了某种作用一样)?
τί οὖν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν τι;
那么,闻气味除了是受某种作用之外,究竟是什么?
ἢ τὸ μὲν ὀσμᾶσθαι καὶ αἰσθάνεσθαι, ὁ δʼ ἀὴρ παθὼν ταχέως αἰσθητὸς γίνεται;
或者说,闻气味是一种感知,而空气受到作用后,便迅速变为了可感知的东西?

词汇与语法注释

  1. 12τὸ δεκτικὸν τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς ὕλης — 亚里士多德定义感觉的核心公式。如蜡与指环的隐喻所说明的,它指一种仅接受形式(印记)而不接受其底层物质(金或铁)的受动变化。
  2. p.57ἀλλʼ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλʼ ᾗ τοιονδί, καὶ κατὰ τὸν λόγον — 这里的 ᾗ ἕκαστον ἐκείνων λέγεται 指的是“作为那些事物的每一个被称呼的实体”,而与之相对的 ᾗ τοιονδί 则是“作为具有如此性质之物(属性)”。这一区分说明了物质性变化与感觉性作用的不同。同时,κατὰ τὸν λόγον 表示该受动是按照感官所具有的“比例(逻各斯)”来进行的。
  3. 25ἔστι μὲν οὖν ταὐτόν, τὸ δʼ εἶναι ἕτερον — 亚里士多德哲学中的标准表达。它表明感觉器官(作为物理实体)与感觉能力(作为其本质或定义)在物质上是同一的,但在概念定义或存在方式(τὸ εἶναι)上是不同的。
  4. 25λόγος τις καὶ δύναμις ἐκείνου — 此处的 逻各斯(λόγος) 并非指“理性”或“言说”,而是指介于对立两极(如热与冷)之间的“比例”或“协调关系”。这一比例的瓦解(λύεται ὁ λόγος)正是导致感觉器官受损的原因。
  5. 424bτὸ μὴ ἔχειν μεσότητα — 植物缺乏感觉的原因。由于植物不具备感觉能力的中庸(μεσότης),它们无法通过比例来识别对立的性质,而只能在物理上连同物质一起经受温度的变化(πάσχειν μετὰ τῆς ὕλης)。

引用这一段

亚里士多德, 论灵魂 §2.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。