§2.6Λεκτέον δὲ καθʼ ἑκάστην αἴσθησιν περὶ τῶν αἰσθητῶν πρῶτον.
然而,我们必须首先针对每种感觉来谈论感觉对象首先。
λέγεται δὲ τὸ αἰσθητὸν τριχῶς, ὧν δύο μὲν καθʼ αὑτά φαμεν αἰσθάνεσθαι, τὸ δὲ ἓν κατὰ συμβεβηκός.
感觉对象是以三种方式被谈论的,其中两类我们说是自体地被感觉,而另一类则是偶性地被感觉。
τῶν δὲ δυοῖν τὸ μὲν ἴδιόν ἐστιν ἑκάστης αἰσθήσεως, τὸ δὲ κοινὸν πασῶν.
在这两类自体感觉对象中,一类是每种感觉所专有的,另一类则是所有感觉所共通的。
λέγω δʼ ἴδιον μὲν ὃ μὴ ἐνδέχεται ἑτέρᾳ αἰσθήσει αἰσθάνεσθαι, καὶ περὶ ὃ μὴ ἐνδέχεται ἀπατηθῆναι, οἷον ὄψις χρώματος καὶ ἀκοὴ ψόφου καὶ γεῦσις χυμοῦ, ἡ δʼ ἁφὴ πλείους ἔχει διαφοράς·
我所说的“专有者”是指不能被另一种感觉所感觉,并且关于它是不可能受骗的东西。 例如,视觉对颜色、听觉对声音、味觉对味道,而触觉则具有较多的差异。
ἀλλʼ ἑκάστη γε κρίνει περὶ τούτων, καὶ οὐκ ἀπατᾶται ὅτι χρῶμα οὐδʼ ὅτι ψόφος, ἀλλὰ τί τὸ κεχρωσμένον ἢ ποῦ, ἢ τί τὸ ψοφοῦν ἢ ποῦ.
但至少每种感觉都在对这些进行判断,而且它在“那是颜色”或“那是声音”这一点上是不会受骗的,而是对“那带颜色的东西是什么、在哪里”,或者“那发出声音的东西是什么、在哪里”[可能会受骗]。
τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστης, κοινὰ δὲ κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος· τὰ γὰρ τοιαῦτα οὐδεμιᾶς ἐστὶν ἴδια, ἀλλὰ κοινὰ πάσαις.
因此,诸如此类者被称为每种感觉的专有者,而共通者则是运动、静止、数量、形状、大小;因为此类事物不专属于任何一种感觉,而是所有感觉所共通的。
καὶ γὰρ ἁφῇ κίνησίς τίς ἐστιν αἰσθητὴ καὶ ὄψει.
实际上,某种运动既可以通过触觉被感觉,也可以通过视觉被感觉。
κατὰ συμβεβηκὸς δὲ λέγεται αἰσθητόν, οἷον εἰ τὸ λευκὸν εἴη Διάρους υἱός· κατὰ συμβεβηκὸς γὰρ τούτου αἰσθάνεται, ὅτι τῷ λευκῷ συμβέβηκε τοῦτο, οὗ αἰσθάνεται· διὸ καὶ οὐδὲν πάσχει ᾖ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ.
而所谓偶性感觉对象,例如,如果那个白色的东西是迪阿雷斯的儿子;因为他是偶性地感觉到这个人的,因为这恰好偶随于他所感觉到的那个白色事物;因此,作为此类事物,它并不受到感觉对象的任何影响。
τῶν δὲ καθʼ αὑτὰ αἰσθητῶν τὰ ἴδια κυρίως ἐστὶν αἰσθητά, καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως.
在自体感觉对象中,专有者是严格意义上的感觉对象,并且每种感觉的本质自然地与它们相对应。