§2.5#2τὴν ἀριθμητικὴν ἢ τὴν γραμματικήν, μὴ ἐνεργεῖν δέ, εἰς τὸ ἐνεργεῖν, ἄλλον τρόπον.
……算术或文法,但并不活动,[转变]到活动状态,这是另一种方式。
οὐκ ἔστι δʼ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος, καὶ ὁμοίου οὕτως ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν·
而且“受动”也不是单一的,一者是被相反者所造成的某种毁灭,另一者则是潜在存在者被现实存在者——且是处于如同潜能对现实的关系那样的“同类者”——所保护(保存)。
θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὑτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως.
因为那拥有知识者变成了观照者,这要么不是“发生质变”(因为这是向自身以及向现实态的提升),要么是另一种类的质变。
διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ.
因此,说思考者在思考时发生了质变是不妥当的,正如不能说建筑师在建筑时[发生了质变]一样。
τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγειν ἐκ δυνάμει ὄντος τὸ νοοῦν καὶ φρονοῦν οὐ διδασκαλίαν ἀλλʼ ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον· τὸ δʼ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ ἤτοι οὐδὲ πάσχειν φατέον, ὥσπερ εἴρηται, ἢ δύο τρόπους εἶναι ἀλλοιώσεως, τήν τε ἐπὶ τὰς στερητικὰς διαθέσεις μεταβολὴν καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν.
因此,将理解和思考者从潜在状态引导到现实状态,不应当被称为“教学”,而理应拥有另一个名称;但是,那处于潜能中、通过处于现实状态且具有教学能力者而学习并获得知识者,要么正如所说,根本不应说它是“受动”,要么应当说存在着两种质变方式,一种是向剥夺性状态的转变,另一种则是向习惯和本性的转变。
τοῦ δʼ αἰσθητικοῦ ἡ μὲν πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος, ὅταν δὲ γεννηθῇ, ἔχει ἤδη, ὥσπερ ἐπιστήμην, καὶ τὸ αἰσθάνεσθαι.
对于感觉能力而言,其第一次转变是由生殖者引起的;而一旦被生殖出来,它就已经拥有了——正如拥有知识一样——进行感觉的能力。
τὸ κατʼ ἐνέργειαν δὲ ὁμοίως λέγεται τῷ θεωρεῖν· διαφέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν, τὸ ὁρατὸν καὶ τὸ ἀκουστόν, ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν αἰσθητῶν.
处于现实活动中的感觉与观照类似;但区别在于,前者产生现实活动的动因来自于外在,即可见者和可听者,其余的感觉对象也是如此。
αἴτιον δʼ ὅτι τῶν καθ᾿ ἕκαστον ἡ κατ᾿ ἐνέργειαν αἴσθησις, ἡ δʼ ἐπιστήμη τῶν καθόλου· ταῦτα δʼ ἐν αὐτῇ πώς ἐστι τῇ ψυχῇ.
其原因在于,现实活动中的感觉是针对个别事物的,而知识是针对普遍者的;而这些在某种意义上就在灵魂自身之中。
διὸ νοῆσαι μὲν ἐπʼ αὐτῷ, ὁπόταν βούληται, αἰσθάνεσθαι δʼ οὐκ ἐπʼ αὐτῷ· ἀναγκαῖον γὰρ ὑπάρχειν τὸ αἰσθητόν.
因此,思考取决于人自身,只要他愿意就可以思考;但是,感觉却不取决于人自身,因为感觉对象的存在是必不可少的。
ὁμοίως δὲ τοῦτʼ ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι τὰ αἰσθητὰ τῶν καθʼ ἕκαστα καὶ τῶν ἔξωθεν.
在关于感觉对象的科学中也是同样的情况,且由于相同的原因,即感觉对象属于个别事物且来自外在。
ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτʼ ἂν καὶ εἰσαῦθις· νῦν δὲ διωρίσθω τοσοῦτον, ὅτι οὐχ ἁπλοῦ ὄντος τοῦ δυνάμει λεγομένου, ἀλλὰ τοῦ μὲν ὥσπερ ἂν εἴποιμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, τοῦ δὲ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα, οὕτως ἔχει τὸ αἰσθητικόν.
关于这些问题,以后还会有机会予以澄清;现在且做如下规定:既然所说的“潜能”并不是单一的,一者就像我们会说一个孩子能够成为将军,另一者就像一个成年人,感觉能力也是出于同样的状态。
ἐπεὶ δʼ ἀνώνυμος αὐτῶν ἡ διαφορά, διώρισται δὲ περὶ αὐτῶν ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν.
由于它们之间的区别没有专有名称,但关于它们是不同的以及如何不同已经做出了规定,因此有必要将“受动”和“质变”当作专有名称来使用。
τὸ δʼ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ, καθάπερ εἴρηται.
感觉能力在潜在上,就是那已经处于现实状态中的感觉对象那样的东西,正如已经说过的。
πάσχει μὲν οὖν οὐχ ὅμοιον ὄν, πεπονθὸς δʼ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.
因而,它在尚未相似时受动,但在受动之后就变得相似,并且成为与那对象一样的东西。