§2.7#1Οὗ μὲν οὖν ἐστιν ἡ ὄψις, τοῦτʼ ἐστὶν ὁρατόν.
那么,视觉的对象,就是可见者。
ὁρατὸν δʼ ἐστὶ χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν·
而可见者既是颜色,也是那种可以用言语描述、却恰好没有名称的东西。
δῆλον δὲ ἔσται ὃ λέγομεν προελθοῦσι.
我们所说的意思,随着论述的展开将会变得清晰。
τὸ γὰρ ὁρατόν ἐστι χρῶμα, τοῦτο δʼ ἐστὶ τὸ ἐπὶ τοῦ καθʼ αὑτὸ ὁρατοῦ· καθʼ αὑτὸ δὲ οὐ τῷ λόγῳ, ἀλλʼ ὅτι ἐν ἑαυτῷ ἔχει τὸ αἴτιον τοῦ εἶναι ὁρατόν.
因为可见者是颜色,而这是属于自体可见者的特性;所谓“自体地”,并不是在定义上而言,而是因为它在自身中含有使其成为可见者的原因。
πᾶν δὲ χρῶμα κινητικόν ἐστι τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς, καὶ τοῦτʼ ἐστὶν αὐτοῦ ἡ φύσις.
所有的颜色都能使现实态上的透明者产生运动,而这就是颜色的本性。
διόπερ οὐχ ὁρατὸν ἄνευ φωτός, ἀλλὰ πᾶν τὸ ἑκάστου χρῶμα ἐν φωτὶ ὁρᾶται.
因此,没有光就不可见,相反,每种事物的颜色都是在光中被看见的。
διὸ περὶ φωτὸς πρῶτον λεκτέον τί ἐστιν.
因此,我们必须首先说明光是什么。
ἔστι δή τι διαφανές.
的确,存在着某种透明者。
διαφανὲς δὲ λέγω ὃ ἔστι μὲν ὁρατόν, οὐ καθʼ αὑτὸ δὲ ὁρατὸν ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ διʼ ἀλλότριον χρῶμα.
我所说的“透明者”,是指那些虽然可见,但简单来说,并不是自体可见,而是通过属于他者的颜色而变得可见的东西。
τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ καὶ πολλὰ τῶν στερεῶν· οὐ γὰρ ὕδωρ οὐδʼ ἀήρ, διαφανές, ἀλλʼ ὅτι ἔστι τις φύσις ἐνυπάρχουσα ἡ αὐτὴ ἐν τούτοις ἀμφοτέροις καὶ ἐν τῷ ἀϊδίῳ τῷ ἄνω σώματι.
空气、水以及许多固体都属于此类;因为它们并不是作为水或作为空气而是透明的,而是因为在这两者之中、以及在永恒的上部天体之中,都内在着某种相同的本性。
φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια, τοῦ διαφανοῦς ᾖ διαφανές.
而光就是这个东西的现实活动,即透明者作为透明者的现实活动。
δυνάμει δέ, ἐν ᾧ τοῦτʼ ἐστί, καὶ τὸ σκότος.
而在含有此物的地方,潜能上也存在着黑暗。
τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν ᾗ ἐντελεχείᾳ διαφανὲς ὑπὸ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα· καὶ γὰρ τούτῳ τι ὑπάρχει ἓν καὶ ταὐτόν.
光就像是透明者的颜色,每当透明者因火或类似于上部天体的东西而在现实活动中成为透明时;因为此物中也存在着某种单一且相同的东西。
τί μὲν οὖν τὸ διαφανὲς καὶ τί τὸ φῶς, εἴρηται, ὅτι οὔτε πῦρ οὔθʼ ὅλως σῶμα οὐδʼ ἀπορροὴ σώματος οὐδενός (εἴη γὰρ ἂν σῶμά τι καὶ οὕτως), ἀλλὰ πυρὸς ἢ τοιούτου τινός παρουσία ἐν τῷ διαφανεῖ·
那么,什么是透明者以及什么是光,已经说明了。
οὔτε γὰρ δύο σώματα ἅμα δυνατὸν ἐν τῷ αὐτῷ εἶναι, δοκεῖ τε τὸ φῶς ἐναντίον εἶναι τῷ σκότει· ἔστι δὲ τὸ σκότος στέρησις τῆς τοιαύτης ἕξεως ἐκ διαφανοῦς, ὥστε δῆλον ὅτι καὶ ἡ τούτου παρουσία τὸ φῶς ἐστιν.
即,光既不是火,也完全不是身体,也不是任何身体的流出物(因为如果是那样,它也将是某种身体),而是火或类似之物在透明者中的显现;因为两个身体不可能同时存在于同一个地方,而且光似乎是黑暗的对立面;而黑暗是透明者对这种状态的丧失,所以很明显,这种状态的临现就是光。
καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς, οὐδʼ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτὸς καὶ τεινομένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος· τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν τοῦ λόγου ἐνάργειαν καὶ παρὰ τὰ φαινόμενα· ἐν μικρῷ μὲν γὰρ διαστήματι λάθοι ἄν, ἀπʼ ἀνατολῆς δʼ ἐπὶ δυσμὰς τὸ λανθάνειν μέγα λίαν τὸ αἴτημα.
恩培多克勒是错误的,如果有其他人也这样说,那也是错误的,即认为光在移动,并曾在地球与包围着它的天体之间延展,却瞒过了我们;因为这既违背了理性的显明性,也违背了表现出来的现象;因为在微小的距离内,它或许能瞒过我们,但从东到西也瞒过我们,这要求实在太过于庞大了。
ἔστι δὲ χρώματος μὲν δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον.
此外,无色者接受颜色,无音者接受声音。
ἄχρουν δʼ ἐστὶ τὸ διαφανὲς καὶ τὸ ἀόρατον ἢ τὸ μόλις ὁρώμενον, οἶον δοκεῖ τὸ σκοτεινόν.
而无色者就是透明者,以及不可见者或几乎不可见者,就像黑暗似乎就是这样的。
τοιοῦτον δὲ τὸ διαφανὲς μέν, ἀλλʼ οὐχ ὅταν ᾗ ἐντελεχείᾳ διαφανές, ἀλλʼ ὅταν δυνάμει· ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ἐστίν.
透明者确实是如此,但不是在它现实态上是透明的时候,而是在它潜能上是透明的时候;因为同一种本性,有时是黑暗,有时是光。