§2.4#1Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιείσθαι λαβεῖν ἕκαστον αὐτῶν τί ἐστιν, εἶθʼ οὕτως περὶ τῶν ἐχομένων καὶ περὶ τῶν ἄλλων ἐπιζητεῖν.
凡是要对这些事物进行考察的人,都必须先把握它们中的每一个是什么,然后才能以此种方式,对相承的事物以及其他事物进行探寻。
εἰ δὲ χρὴ λέγειν τί ἕκαστον αὐτῶν, οἷον τί τὸ νοητικὸν ἢ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικόν, πρότερον ἔτι λεκτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι·
如果必须说明它们中的每一个是什么,例如思考能力、感觉能力或营养能力是什么,那么在这之前更应当说明:思考是什么,以及感觉是什么。
πρότεραι γάρ εἰσι τῶν δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις κατὰ τὸν λόγον.
因为按照定义,活动和作用要先于能力。
εἰ δʼ οὕτως, τούτων δʼ ἔτι πρότερα τὰ ἀντικείμενα δεῖ τεθεωρηκέναι, περὶ ἐκείνων πρῶτον ἂν δέοι διορίσαι διὰ τὴν αὐτὴν αἰτίαν, οἶον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ.
如果是这样,而且在这之前还要先观照它们的对象,那么由于同样的原因,首先应当对那些对象进行界定,例如关于食物、感觉对象和思考对象。
ὥστε πρῶτον περὶ τροφῆς καὶ γεννήσεως λεκτέον·
因此,首先必须讨论食物和繁殖。
ἡ γὰρ θρεπτικὴ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει, καὶ πρώτη καὶ κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθʼ ἣν ὑπάρχει τὸ ζῆν ἅπασιν.
因为营养性的灵魂也存在于其他生物中,并且是灵魂最初也是最共同的能力,所有生物正是凭借它才得以生存。
ἧς ἐστὶν ἔργα γεννῆσαι καὶ τροφῇ χρῆσθαι·
它的功能是繁殖和摄取食物。
φυσικώτατον γὰρ τῶν ἔργων τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα ἢ τὴν γένεσιν αὐτομάτην ἔχει, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῷον μὲν ζῷον, φυτὸν δὲ φυτόν, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν ᾗ δύνανται·
因为对于所有完整的、非畸形的、或者其产生并非自然发生的生物来说,最合乎自然的功能就是创造另一个像它自身一样的存在:动物创造动物,植物创造植物,以便在它们所能及的范围内,分享永恒与神性。
πάντα γὰρ ἐκείνου ὀρέγεται, καὶ ἐκείνου ἕνεκα πράττει ὅσα πράττει κατά φύσιν.
因为一切事物都向往它,并且为了它而进行一切合乎自然的活动。
τὸ δʼ οὗ ἕνεκα διττόν, τό μὲν οὗ, τὸ δὲ ᾧ.
不过,“为了它(目的)”是双重的:一个是它(目标),另一个是它(受益者)。
ἐπεὶ οὖν κοινωνεῖν ἀδυνατεῖ τοῦ ἀεὶ καὶ τοῦ θείου τῇ συνεχείᾳ, διὰ τὸ μηδὲν ἐνδέχεσθαι τῶν φθαρτῶν ταὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν, ᾗ δύναται μετέχειν ἕκαστον, κοινωνεῖ ταύτῃ, τὸ μὲν μᾶλλον τὸ δʼ ἧττον, καὶ διαμένει οὐκ αὐτὸ ἀλλʼ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δʼ ἕν.
因此,由于可消灭的生物无法通过连续性来分享永恒与神性,因为没有任何可消灭的事物能够保持自身在数量上恒常为一,所以在每个生物所能及的范围内,它们都以这种方式分享:有的多些,有的少些,并且保持下来的不是它自身,而是像它自身一样的东西,在数量上不为一,但在种上为一。
ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος αἰτία καὶ ἀρχή.
而灵魂是活的身体的原因和始原。
ταῦτα δὲ πολλαχῶς λέγεται, ὁμοίως δʼ ἡ ψυχὴ κατὰ τοὺς διωρισμένους τρόπους τρεῖς αἰτία· καὶ γὰρ ὅθεν ἡ κίνησις αὕτη, καὶ οὗ ἕνεκα, καὶ ὡς ἡ οὐσία τῶν ἐμψύχων σωμάτων ἡ ψυχὴ αἰτία.
不过,原因有多重含义,同样地,灵魂在已界定的三种方式上也是原因:因为运动的来源、目的,以及作为有灵魂身体的本质,灵魂都是原因。
ὅτι μὲν οὖν ὡς οὐσία, δῆλον·
因此,灵魂作为本质是原因,这是显而易见的。
τὸ γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία, τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν, αἰτία δὲ καὶ ἀρχὴ τούτου ἡ ψυχή.
因为对一切事物来说,存在的原因就是本质,而对活着的生物来说,活着就是存在,而灵魂正是这一原因和始原。
ἔτι τοῦ δυνάμει ὄντος λόγος ἡ ἐντελέχεια.
此外,现实活动是潜在存在者的定义(逻辑)。
φανερὸν δʼ ὡς καὶ οὗ ἕνεκεν ἡ ψυχὴ αἰτία·
显然,灵魂作为目的也是原因。
ὥσπερ γὰρ ὁ νοῦς ἕνεκά του ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις, καὶ τοῦτʼ ἔστιν αὐτῆς τέλος.
因为正如理智为了某种目的而活动一样,自然也以同样的方式活动,而这就是它的终点。
τοιοῦτον δʼ ἐν· τοῖς ζῴοις ἡ ψυχὴ κατὰ φύσιν·
在动物中,合乎自然的灵魂就是这样的目的。
πάντα γὰρ τὰ φυσικὰ σώματα τῆς ψυχῆς ὄργανα, καὶ καθάπερ τὰ τῶν ζῴων, οὕτω καὶ τὰ τῶν φυτῶν, ὡς ἕνεκα τῆς ψυχῆς ὄντα.
因为所有自然的身体都是灵魂的工具,不仅动物的身体如此,植物的也是如此,它们都是为了灵魂而存在的。
διττῶς δὲ τὸ οὗ ἕνεκα, τό τε οὗ καὶ τὸ ᾧ.
不过,“目的”有双重含义:目标与受益者。
ἀλλὰ μὴν καὶ ὅθεν· πρῶτον ἡ κατὰ τόπον κίνησις, ψυχή· οὐ πᾶσι δʼ ὑπάρχει τοῖς ζῶσιν ἡ δύναμις αὕτη.
此外,灵魂也是运动的来源:首先,空间移动是由灵魂引起的,但这一能力并不存在于所有活着的生物中。
ἔστι δὲ καὶ ἀλλοίωσις καὶ αὔξησις κατὰ ψυχήν·
质变和成长也取决于灵魂。
ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ, αἰσθάνεται δʼ οὐθὲν ὃ μὴ μετέχει ψυχῆς, ὁμοίως δὲ καὶ περὶ αὐξήσεώς τε καὶ φθίσεως ἔχει·
因为感觉似乎是一种质变,而如果不分有灵魂,就没有任何东西能够进行感觉。 对于成长和衰退也是一样。
οὐδὲν γὰρ φθίνει οὐδʼ αὔξεται φυσικῶς μὴ τρεφόμενον, τρέφεται δʼ οὐθὲν ὃ μὴ κοινωνεῖ ζωῆς.
因为如果不摄取营养,就没有任何东西能自然地衰退或成长,而如果不分享生命,就没有任何东西能够摄取营养。
Ἐμπεδοκλῆς δʼ οὐ καλῶς εἴρηκε, τοῦτο προστιθείς, τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς, κάτω μὲν συρριζουμένοις διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν, ἄνω δὲ διὰ τὸ. πῦρ ὡσαύτως.
然而,恩培多克勒说得并不对,他补充说,植物的成长是由于:根向下延伸是因为土自然地向那个方向运动,向上延伸则是火同样运动的结果。
οὔτε γὰρ τὸ ἄνω καὶ κάτω καλῶς λαμβάνει (οὐ γὰρ ταὐτὸ πᾶσι τὸ ἄνω καὶ κάτω καὶ τῷ παντί, ἀλλʼ ὡς ἡ κεφαλὴ τῶν ζῴων, οὕτως αἱ ῥίζαι τῶν φυτῶν, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις)·
因为他没有正确地理解“上”和“下”(因为上和下对于所有事物和宇宙来说并不是相同的;但正如动物的头部,植物的根也是如此,如果必须根据功能来判定器官是不同还是相同的话)。
πρὸς δὲ τούτοις τί τὸ συνέχον εἰς τἀναντία φερόμενα τὸ πῦρ καὶ τὴν γῆν;
此外,是什么将向相反方向运动的火和土结合在一起呢?
διασπασθήσεται γάρ, εἰ μή τι ἔσται τὸ κωλύον·
因为如果没有什么东西来阻碍,它们就会被撕裂。
εἰ δʼ ἔσται, τοῦτʼ ἔστιν ἡ ψυχή, καὶ τὸ αἴτιον τοῦ αὔξεσθαι καὶ τρέφεσθαι.
如果有,那这就是灵魂,也是成长和摄取营养的原因。
δοκεῖ δέ τισιν ἡ τοῦ πυρὸς φύσις ἁπλῶς αἰτία τῆς τροφῆς καὶ τῆς αὐξήσεως εἶναι·
但在某些人看来,火的自然就是食物和成长的简单原因。
καὶ γὰρ αὐτὸ φαίνεται μόνον τῶν σωμάτων τρεφόμενον καὶ αὐξόμενον, διὸ καὶ ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς ζῴοις ὑπολάβοι τις ἂν τοῦτο εἶναι τὸ ἐργαζόμενον.
因为火似乎是身体中唯一能够摄取营养并成长的东西,因此,有人可能会认为在植物和动物中,正是火在起作用。
τὸ δὲ συναίτιον μέν πώς ἐστιν, οὐ μὴν ἁπλῶς γε αἴτιον, ἀλλὰ μᾶλλον ἡ ψυχή·
不过,它只是某种协振原因(辅助原因),并非简单的原因,而更应当是灵魂。
ἡ μὲν γὰρ τοῦ πυρὸς αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τὸ καυστόν, τῶν δὲ φύσει συνισταμένων πάντων· ἔστι πέρας καὶ λόγος μεγέθους τε καὶ αὐξήσεως·
因为火的成长是无限的,只要有可燃物存在;但对于所有由自然构成的事物,都有其大小和成长的界限与比率(定义)。
ταῦτα δὲ ψυχῆς, ἀλλʼ οὐ πυρός, καὶ λόγου μᾶλλον ἢ ὕλης.
而这些属于灵魂,而不属于火,且属于形式(定义)多于物质。