Humanitext Reader

亚里士多德 · 论灵魂 §2.4#2

食物的定义与营养作用的三要素

第 17 段,共 43 段 · 希腊语

内容简介

亚里士多德为了阐明灵魂的营养能力,探讨了食物的定义。针对食物是“由同类滋养”还是“由相反滋养”的传统难题,他通过区分未消化和已消化的两种状态予以解决。此外,他解释了食物如何保存有灵魂者的本质并促进成长,并梳理了营养过程中的三个要素。

§2.4#2ἐπεὶ δʼ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητική, περὶ τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον· ἀφορίζεται γὰρ πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ.
因为灵魂的同一能力既是营养性的又是繁殖性的,因而首先必须对食物进行规定;因为灵魂正是通过这一功能而与其他能力区分开来的。
δοκεί δʼ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν δὲ παντί, ἀλλʼ ὅσα τῶν ἐναντίων μὴ μόνον γένεσιν ἐξ ἀλλήλων ἔχουσιν ἀλλὰ καὶ αὔξησιν·
通常认为,食物是相反者对于相反者,但并非任意的相反者对任意的相反者,而是指那些在相反者中不仅可以相互产生、而且还能一同成长的东西。
γίνεται γὰρ πολλὰ ἐξ ἀλλήλων, ἀλλʼ οὐ πάντα ποσά, οἷον ὑγιὲς ἐκ κάμνοντος.
因为许多事物虽然可以相互产生,但并非所有都是数量(即具有大小),例如健康者产生于病患者。
φαίνεται δʼ οὐδʼ ἐκεῖνα τὸν αὐτὸν τρόπον ἀλλήλοις εἶναι τροφή, ἀλλὰ τὸ μὲν ὕδωρ τῷ πυρὶ τροφή, τὸ δὲ πῦρ οὐ τρέφει τὸ ὕδωρ.
而且即使是那些事物,似乎也并不是以同样的方式互为食物,而是水为火之食物,火却不能滋养水。
ἐν μὲν οὖν τοῖς ἁπλοῖς σώμασι ταῦτʼ εἶναι δοκεῖ μάλιστα, τὸ μὲν τροφὴ τὸ δὲ τρεφόμενον.
因此,在简单身体中,这些事物最明显地表现出这一方是食物、而另一方是被滋养者的关系。
ἀπορίαν δʼ ἔχει· φασὶ γὰρ οἱ μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ τρέφεσθαι, καθάπερ καὶ αὐξάνεσθαι, τοῖς δʼ ὥσπερ εἴπομεν τοὔμπαλιν δοκεῖ, τὸ ἐναντίον τῷ ἐναντίῳ, ὡς ἀπαθοῦς ὄντος τοῦ ὁμοίου ὑπό τοῦ ὁμοίου, τὴν δὲ τροφὴν μεταβάλλειν καὶ πέττεσθαι·
但这引起了一个疑难:因为一些人认为同类者是由同类者来滋养的,正如成长也是如此;而在另一些人看来,正如我们所说,情况恰恰相反,即相反者由相反者来滋养,理由是同类者不受同类者的影响,而食物则会发生变化并被消化。
ἡ δὲ μεταβολὴ πᾶσιν εἰς τὸ ἀντικείμενον ἢ τὸ μεταξύ, ἔτι πάσχει τι ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἀλλʼ οὐ τοῦτο ὑπὸ τῆς τροφῆς, ὥσπερ οὐδʼ ὁ τέκτων ὑπὸ τῆς ὕλης, ἀλλʼ ὑπʼ ἐκείνου αὕτη· ὁ δὲ τέκτων μεταβάλλει μόνον εἰς ἐνέργειαν ἐξ ἀργίας.
对于所有事物来说,变化都是向着相反者或中间物进行的。 此外,食物会受到被滋养者的作用,而被滋养者却不受到食物的作用,就像木匠不受到木材的作用,相反是木材受到木匠的作用一样;木匠自身仅仅是从无活动状态转变为活动状态。
πότερον δʼ ἐστὶν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον ἢ τὸ πρῶτον, ἔχει διαφοράν.
然而,食物是指最后添加进来的东西,还是指最初添加进来的东西,这会带来区别。
εἰ δʼ ἄμφω, ἀλλʼ ἡ μὲν ἄπεπτος ἡ δὲ πεπεμμένη, ἀμφοτέρως ἂν ἐνδέχοιτο τὴν τροφὴν λέγειν· ᾗ μὲν γὰρ ἄπεπτος, τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεται, ᾗ δὲ πεπεμμένη, τὸ ὅμοιον τῷ ὁμοίῳ.
如果两者都是食物,但一者是未消化的,另一者是已消化的,那么就可以在两种意义上谈论食物:因为就其是未消化的而言,是相反者由相反者滋养;就其是已消化的而言,是同类者由同类者滋养。
ὥστε φανερὸν ὅτι λέγουσί τινα τρόπον ἀμφότεροι καὶ ὀρθῶς καὶ οὐκ ὀρθῶς.
因此显然,双方在某种意义上说得都对,也都不对。
ἐπεὶ δʼ οὐθὲν τρέφεται μὴ μετέχον ζωῆς, τὸ ἔμψυχον ἂν εἴη σῶμα τὸ τρεφόμενον, ᾗ ἔμψιυχον, ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμφυχόν ἐστι, καὶ οὐ κατὰ συμβεβηκός.
既然没有不分享生命的东西能被滋养,那么被滋养的应当是有灵魂的身体,就其是有灵魂的而言。 因此,食物也是相对于有灵魂者而言的,并且这不是出于偶然。
ἔστι δʼ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι· ᾗ μὲν γὰρ ποσόν τι τὸ ἔμψυχον, αὐξητικόν, ᾗ δὲ τόδε τι καὶ οὐσία, τροφή·
然而,作为食物与作为促使成长者是不同的:就其作为有灵魂者的某种数量而言,它是促使成长者;就其作为“这个(个物)”和本质而言,它是食物。
σώζει γὰρ τὴν οὐσίαν, καὶ μέχρι τούτου ἔστιν ἕως ἂν τρέφηται·
因为食物保存其本质,只要它还受到滋养,它就能存续到这个地步。
καὶ γενέσεως ποιητικόν, οὐ τοῦ τρεφομένου, ἀλλʼ οἷον τὸ τρεφόμενον·
而且食物也能促进产生——不是被滋养者自身的产生,而是产生像被滋养者那样的东西。
ἤδη γὰρ ἔστιν αὐτοῦ ἡ οὐσία, γεννᾷ δʼ οὐθὲν αὐτὸ ἑαυτό, ἀλλὰ σώζει.
因为其本质已经存在,而没有任何东西能产生自身,却只能保存自身。
ὥσθ’ ἡ μὲν τοιαύτη τῆς ψυχῆς ἀρχὴ δύναμίς ἐστιν οἵα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον, ἡ δὲ τροφὴ παρασκευάζει ἐνεργεῖν· διὸ στερηθὲν τροφῆς οὐ δύναται εἶναι.
因此,灵魂的这样一种始原,是一种能够保存拥有它的主体的能力,只要它是这样的主体;而食物则为其活动作准备,因此一旦失去食物,它就无法存续。
ἐπεὶ δʼ ἔστι τρία, τὸ τρεφόμενον καὶ ᾧ τρέφεται καὶ τὸ τρέφον, τὸ μὲν τρέφον ἐστίν ἡ πρώτη ψυχή, τὸ δὲ τρεφόμενον τὸ ἔχον ταύτην σῶμα, ᾧ δὲ τρέφεται, ἡ τροφή.
既然有三样东西:被滋养者、用以滋养的东西,以及进行滋养者;那么,进行滋养者就是最初的灵魂,被滋养者是拥有这一灵魂的身体,而用以滋养的东西就是食物。
ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους ἅπαντα προσαγορεύειν δίκαιον, τέλος δὲ τὸ γεννῆσαι οἷον αὐτό, εἴη ἂν ἡ πρώτη ψυχὴ γεννητικὴ οἷον αὐτό.
既然根据目的来为所有事物命名是公正的,而目的是产生像自身那样的东西,那么最初的灵魂就应当是产生像自身那样的东西的能力。
ἔστι δὲ ᾧ τρέφει διττόν, ὥσπερ καὶ ᾧ κυβερνᾷ, καὶ ἡ χεὶρ καὶ τὸ πηδάλιον, τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινούμενον μόνον.
而用以滋养的工具是双重的,正如用以驾驶的工具既是手又是舵,一者是既推动又被推动的,另一者是仅被推动的。
πᾶσαν δʼ ἀναγκαῖον τροφὴν δύνασθαι πέττεσθαι, ἐργάζεται δὲ τὴν πέψιν τὸ θερμόν· διὸ πᾶν ἔμψυχον ἔχει θερμότητα.
而且所有的食物都必须能够被消化,而热致力于消化;因此所有有灵魂者都具有热。
τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται· διασαφητέον δʼ ἐστὶν ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις.
总之,关于食物是什么,我们已作了粗线条的说明;但稍后必须在相关的专门讨论中进一步阐明它。

词汇与语法注释

  1. 416a21τὸ ἐναντίον τῷ ἐναντίῳ — 与格 τῷ ἐναντίῳ 依赖于名词化的形容词 τὸ ἐναντίον,表示“相反者对于相反者”的关系。这是一个简练的公式,用以表达食物与被滋养者之间存在着相反的性质。
  2. 416a24οὐ πάντα ποσά — 中性复数形容词 ποσά(数量上的)回应了前句的 γίνεται γὰρ πολλά(许多事物的产生)。它指出虽然许多事物相互产生,但并非所有这些变化都涉及数量上的增加(即成长),而有些只是质的变化(如病愈)。
  3. 416b3πότερον δʼ ἐστὶν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον ἢ τὸ πρῶτον — 由 πότερον 引导的间接疑问从句作为动词短语 ἔχει διαφοράν(带来区别/具有重要意义)的主语。它提出了食物究竟是“最后添加进来的东西”(已被消化的同化物质)还是“最初添加进来的东西”(未消化的食物)的问题,这在理论上会产生重大差异。
  4. 416b11ἔστι δʼ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι — 典型的亚里士多德式句式,用以表达概念上的本质(某物的“存在”)。与格的 τροφῇ 和 αὐξητικῷ 配合不定式 εἶναι,分别意为“作为食物的存在”和“作为促使成长者的存在”,表示它们在定义或本质上是截然不同的。
  5. 416b24ἔστι δὲ ᾧ τρέφει διττόν — 关系代词与格 ᾧ 表示工具或手段(“借以[灵魂]进行养育的工具”)。这为随后关于“手”和“舵”的比喻作了铺铺垫,以此解释主动工具(热)与被动工具(食物)的双重性。

引用这一段

亚里士多德, 论灵魂 §2.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。