Humanitext Reader

亚里士多德 · 论灵魂 §2.3

灵魂诸能力的阶梯与各个特有定义的必要性

第 15 段,共 43 段 · 希腊语

内容简介

亚里士多德列举了灵魂的五种能力,并解释说它们在生物阶梯中呈相续的顺序,即居先者潜在地包含在居后者之中。因此,他主张不能仅凭一个共同定义来论述灵魂,而必须具体且分别地探究植物、人类、野兽等每种特定生物的固有灵魂。

§2.3Τῶν δὲ δυνάμεων τῆς ψυχῆς αἱ λεχθεῖσαι τοῖς μὲν ὑπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δὲ τινὲς αὐτῶν, ἐνίοις δὲ μία μόνη.
在灵魂的这些能力中,正如我们所说,有些生物具有上述所有的能力,有些生物则具有其中的一部分,而另一些则只有一种。
δυνάμεις δʼ εἴπομεν θρεπτικόν, αἰσθητικόν, ὀρεκτικόν, κινητικὸν κατὰ τόπον, διανοητικόν.
我们说过,这些能力包括:营养能力、感觉能力、欲望能力、空间移动能力和思考能力。
ὑπάρχει δὲ τοῖς μὲν φυτοῖς τὸ θρεπτικὸν μόνον, ἑτέροις δὲ τοῦτό τε καὶ τὸ αἰσθητικόν.
植物仅具有营养能力,而其他生物则同时具有营养能力和感觉能力。
εἰ δὲ τὸ αἰσθητικόν, καὶ τὸ ὀρεκτικόν· ὄρεξις μὲν γὰρ ἐπιθυμία καὶ θυμὸς καὶ βούλησις, τὰ δὲ ζῷα πάντʼ ἔχουσι μίαν γε τῶν αἰσθήσεων, τὴν ἁφήν, ᾧ δʼ αἴσθησις ὑπάρχει, τούτῳ ἡδονή τε καὶ λύπη καὶ τὸ ἡδύ τε καὶ λυπηρόν, οἷς δὲ ταῦτα, καὶ ἡ ἐπιθυμία· τοῦ γὰρ ἡδέος ὄρεξις αὕτη.
如果具有感觉能力,也就具有欲望能力;因为欲望包括欲求、激情和意志,而所有动物都至少具有一种感觉,即触觉。 凡是具有感觉的,也具有快乐和痛苦,以及令人愉快和令人痛苦的事物;而凡是具有这些的,也就具有欲求;因为欲求就是对愉快之物的欲望。
ἔτι δὲ τῆς τροφῆς αἴσθησιν ἔχουσιν (ἡ γὰρ ἁρὴ τῆς τροφῆς αἴσθησις· ξηροῖς γὰρ καὶ ὑγροῖς καὶ θερμοῖς καὶ ψυχροῖς τρέφεται τὰ ζῶντα πάντα, τούτων δʼ αἴσθησις ἁφή), τῶν δʼ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός.
此外,它们具有对食物的感觉(因为触觉就是对食物的感觉;所有活着的生物都依靠干燥、湿润、温暖和寒冷的东西来滋养,而触觉就是对这些东西的感觉),但对于其他感觉对象,则是偶性的。
οὐθὲν γὰρ εἰς τροφὴν συμβάλλεται ψόφος οὐδὲ χρῶμα οὐδὲ ὀσμή, ὁ δὲ χυμὸς ἕν τι τῶν ἁπτῶν ἐστιν.
因为声音、颜色和气味对营养毫无贡献,而味觉则是触觉对象的一种。
πεῖνα δὲ καὶ δίψα ἐπιθυμία, καὶ ἡ μὲν πεῖνα ξηροῦ καὶ θερμοῦ, δὲ δίψα ὑγροῦ καὶ ψυχροῦ· ὁ δὲ χυμὸς οἷον ἥδυσμά τι τούτων ἐστίν, διασαφητέον δὲ περὶ αὐτῶν ὕστερον, νῦν δʼ ἐπὶ τοσοῦτον εἰρήσθω, ὅτι τῶν ζώντων τοῖς ἔχουσιν ἁφὴν καὶ ὄρεξις ὑπάρχει.
饥饿和口渴是欲求,饥饿是对干燥和温暖之物的欲求,口渴是对湿润和寒冷之物的欲求;而味觉就像是这些东西的调味品。 这些问题我们以后必须说清楚,现在只需说到这个程度即可:在活着的生物中,凡具有触觉的也具有欲望。
περὶ δὲ φαντασίας ἄδηλον, ὕστερον δʼ ἐπισκεπτέον.
至于想象,目前尚不清楚,以后必须加以考察。
ἐνίοις δὲ πρὸς τούτοις ὑπάρχει καὶ τὸ κατὰ τόπον κινητικόν, ἑτέροις δὲ καὶ τὸ διανοητικόν τε καὶ νοῦς, οἶον ἀνθρώποις καὶ εἴ τι τοιοῦτον ἕτερον ἔστιν ἢ τιμιώτερον.
在某些生物中,除这些之外还具有空间移动能力,而在另一些生物中还具有思考能力和理智,例如人类,或者如果还有其他类似或更尊贵的存在。
δῆλον οὖν ὅτι τὸν αὐτὸν τρόπον εἷς ἂν εἴη λόγος ψυχῆς τε καὶ σχήματος·
显而易见,以同样的方式,灵魂和几何图形也各自只有一种定义。
οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τὸ τρίγωνον ἔστι καὶ τὰ ἐφεξῆς, οὔτʼ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας.
因为正如在那里,除了三角形和接下来的图形之外,并不存在一个独立的图形一样;在这里,除了上述的灵魂之外,也不存在一个独立的灵魂。
γένοιτο δʼ ἂν καὶ ἐπὶ τῶν σχημάτων λόγος κοινός, ὃς ἐφαρμόσει μὲν πᾶσιν, ἴδιος δʼ οὐδενὸς ἔσται σχήματος.
尽管也可以对图形下一个共同的定义,它适用于所有图形,但不属于任何一个特定的图形。
ὁμοίως δὲ καὶ ἐπὶ ταῖς εἰρημέναις ψυχαῖς.
对于上述的各类灵魂也是如此。
διὸ γελοῖον ζητεῖν τὸν κοινόν λόγον καὶ ἐπὶ τούτων καὶ ἐφʼ ἑτέρων, ὃς οὐδενὸς ἔσται τῶν ὄντων ἴδιος λόγος, οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, ἀφέντας τόν τοιοῦτον.
因此,如果放弃那种特定的定义,而去寻求一个既适用于这些也适用于其他事物的共同定义(它既不是任何现存事物的固有定义,也不符合适当和不可分的种),那将是荒谬的。
(παραπλησίως δʼ ἔχει τῷ περὶ τῶν σχημάτων καὶ τὰ κατὰ ψυχήν· ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον ἐπί τε τῶν σχημάτων καὶ ἐπί τῶν ἐμψύχων, οἷον. ἐν τετραγώνῳ μὲν τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θρεπτικόν.
(而关于灵魂的情况与图形的情况非常相似:因为在图形和有灵魂的生命体中,在顺序上居后者之中总是潜在地包含着居先者,例如在四边形中包含着三角形,在感觉能力中包含着营养能力。
) ὥστε καθʼ ἕκαστον ζητητέον, τίς ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου ἢ θηρίου.
)因此,我们必须针对每一种生物去探寻其各自的灵魂是什么,例如植物的灵魂是什么,人类或野兽的灵魂又是什么。
διὰ τίνα δʼ αἰτίαν τῷ ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον.
但是,它们为什么会处于这种相承的顺序之中,我们必须加以考察。
ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ τὸ αἰσθητικὸν· οὐκ ἔστιν· τοῦ δʼ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτικὸν ἐν τοῖς φυτοῖς.
因为没有营养能力,感觉能力就不能存在;但是在植物中,营养能力却与感觉能力相分离。
πάλιν δʼ ἄνευ μὲν τοῦ ἁπτικοῦ τῶν ἄλλων αἰσθήσεων οὐδεμία ὑπάρχει, ἁφὴ δʼ ἄνευ τῶν ἄλλων ὑπάρχει· πολλὰ γὰρ τῶν ζῴων οὔτʼ ὄψιν οὔτʼ ἀκοὴν ἔχουσιν οὔτʼ ὀσμῆς αἴσθησιν.
再次,没有触觉,其他任何感觉都不能存在,但触觉却能脱离其他感觉而存在;因为许多动物既没有视觉,也没有听觉,也没有嗅觉。
καὶ τῶν αἰσθητικῶν δὲ τὰ μὲν ἔχει τὸ κατὰ τόπον κινητικόν, τὰ δʼ οὐκ ἔχει·
在具有感觉能力的生物中,有些具有空间移动能力,有些则不具有。
τελευταῖον δὲ καὶ ἐλάχιστα λογισμὸν καὶ διάνοιαν·
最后,具有推理和思考能力的生物最少。
οἷς μὲν γάρ ὑπάρχει λογισμὸς τῶν φθαρτῶν, τούτοις καὶ τὰ λοιπὰ πάντα, οἷς δʼ ἐκείνων ἕκαστον, οὐ πᾶσι λογισμός, ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ ζῶσιν.
因为在可毁灭的生物中,凡是具有推理能力的,也都具有其余所有的能力;但具有其余各项能力的生物并不都具有推理能力,有些甚至连想象都没有,而另一些则仅靠想象生活。
περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος.
至于沉思的理智,则是另外一个问题。
ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος, οὗτος οἰκειότατος καὶ περὶ ψυχῆς, δῆλον.
因此,显而易见,关于其中每一个能力的定义,也是关于灵魂的最适当的定义。

词汇与语法注释

  1. 3εἰ δὲ τὸ αἰσθητικόν, καὶ τὸ ὀρεκτικόν — 在该条件句的条件从句和主句中,系动词(或结合上下文的 `ὑπάρχει`“具有”)均被省略。中性名词化的形容词 `τὸ αἰσθητικόν`(感觉能力)和 `τὸ ὀρεκτικόν`(欲望能力)作主语。应理解为“如果具有感觉能力,也就具有欲望能力”。
  2. 5τοῦ γὰρ ἡδέος ὄρεξις αὕτη — 指示代词 `αὕτη`(阴性单数)在文意上指代前文紧邻的阴性名词 `ἐπιθυμία`(欲求),作句子的主语。`τοῦ ἡδέος`(中性属格“愉快之物”)是修饰名词 `ὄρεξις`(欲望)的宾格性属格。因此,该句应理解为“因为这(欲求)是对愉快之物的欲望”。
  3. 30ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον — `ἐν τῷ ἐφεξῆς` 是形容词 `ἐφεξῆς`(相续的、接下来的)的中性单数配定冠词,意为“在相续之物中”。`δυνάμει`(潜在地、在潜能上)是与格的副词性用法。整句表达了一种逻辑包含关系:“因为在顺序上居后者之中,总是潜在地包含着居先者”。

引用这一段

亚里士多德, 论灵魂 §2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。