Humanitext Reader

亚里士多德 · 论灵魂 §2.2#2

理智的可分离性与灵魂作为身体的形式

第 14 段,共 43 段 · 希腊语

内容简介

作者指出理智(沉思能力)是灵魂中唯一可能分离的部分,而其他部分仅在定义上不同,在空间上不可分离。接着,他利用知识和健康的比喻,将灵魂定义为身体的形式和现实(实现),而非其质料。

§2.2#2περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλʼ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι, καθάπερ τὸ ἀΐδιον τοῦ φθαρτοῦ.
至于理智和沉思的能力,目前还很不清楚,但它似乎是一种不同种类的灵魂,而且只有这一种有可能被分离,正如永恒之物与可毁灭之物分离一样。
τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερόν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά, καθάπερ τινές φασιν· τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν· αἰσθητικῷ γὰρ εἶναι καὶ δοξαστικῷ ἕτερον, εἴπερ καὶ τὸ αἰσθάνεσθαι τοῦ δοξάζειν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν εἰρημένων.
而从这些事实来看,灵魂的其他部分显然是不可能分离的,并不像有些人说的那样;但它们在定义上是不同的,这很明显;因为具有感觉能力与具有信念能力是不同的,既然感觉与形成信念也是不同的,对于上述其他每一个部分也是如此。
ἔτι δʼ ἐνίοις μὲν τῶν ζῴων ἅπανθ’ ὑπάρχει ταῦτα, τισὶ δὲ τινὰ τούτων, ἑτέροις δὲ ἓν μόνον (τοῦτο δὲ ποιήσει διαφορὰν τῶν· ζῴων)· διὰ τίνα δʼ αἰτίαν, ὕστερον ἐπισκεπτέον.
此外,在某些动物中,所有这些能力都存在,而在另一些动物中只存在其中一些,在其他动物中则只有一种(而这将会造成动物之间的差异);至于是什么原因,我们以后再考察。
παραπλήσιον δὲ καὶ περὶ τὰς αἰσθήσεις συμβέβηκεν· τὰ μὲν γὰρ ἔχει πάσας, τὰ δὲ τινάς, τὰ δὲ μίαν τὴν ἀναγκαιοτάτην, ἁφήν.
类似的情况也发生在感觉上:有些动物具有所有的感觉,有些具有几种,而有些则只具有最必需的一种,即触觉。
ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα διχῶς λέγεται, καθάπερ ᾧ ἐπιστάμεθα (λέγομεν δὲ τὸ μὲν ἐπιστήμην τὸ δὲ ψυχήν, ἑκατέρῳ γὰρ τούτων φαμὲν ἐπιστάσθαι), ὁμοίως δὲ καὶ ὑγιαίνομεν τὸ μὲν ὑγιείᾳ τὸ δὲ μορίῳ τινὶ τοῦ σώματος ἢ καὶ ὄλῳ, τούτων δʼ ἡ μὲν ἐπιστήμη τε καὶ ὑγίεια μορφὴ καὶ εἶδός τι καὶ λόγος καὶ οἷον ἐνέργεια τοῦ δεκτικοῦ, ἡ μὲν τοῦ ἐπιστημονικοῦ, ἡ δὲ τοῦ ὑγιαστοῦ (δοκεῖ γὰρ ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ ἡ τῶν ποιητικῶν ὑπάρχειν ἐνέργεια), ἡ ψυχὴ δὲ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ διανοούμεθα πρώτως—ὥστε λόγος τις ἂν εἴη καὶ εἶδος, ἀλλʼ οὐχ ὕλη καὶ τὸ ὑποκείμενον.
既然我们凭借它生存和感觉的东西有两种含义,正如我们凭借它认识的东西一样(我们称其中之一为知识,另一个为灵魂,因为我们说凭借这两者中的每一个来认识),同样,我们保持健康也是一方面凭借健康,另一方面凭借身体的某个部分甚至整个身体;在这些东西中,知识和健康是接受它们之物的一种形状、某种形式、比例和一种活性的现实活动,前者是能知者的现实活动,后者是能健康者的现实活动(因为施动者的现实活动似乎存在于受动且被处置的客体之中);而灵魂则是我们赖以生存、感觉和思考的第一原理——因此,它应该是一种公式和形式,而不是质料和基质。
τριχῶς γὰρ λεγομένης τῆς οὐσίας, καθάπερ εἴπομεν, ὧν τὸ μὲν εἶδος, τὸ δὲ ὕλη, τὸ δὲ ἐξ ἀμφοῖν, τούτων δʼ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια, ἐπεὶ τὸ ἐξ ἀμφοῖν ἔμώνχον, οὐ τὸ σῶμά ἐστιν ἐντελέχεια ψυχῆς, ἀλλʼ αὕτη σώματός τινος.
因为,正如我们所说,实体有三种含义:一是形式,二是质料,三是由两者结合而成之物。 在这些之中,质料是潜能,而形式是现实。 既然由两者结合而成之物是有灵魂的生命体,那么身体就不是灵魂的现实,相反,灵魂才是某种身体的现实。
καὶ διὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν οἷς δοκεῖ μήτʼ ἄνευ σώματος εἶναι μήτε σῶμά τι ἡ ψυχή· σῶμα μὲν γάρ οὐκ ἔστι, σώματος δέ τι, καὶ διὰ τοῦτο ἐν σώματι ὑπάρχει, καὶ ἐν σώματι τοιούτῳ, καὶ οὐχ ὥσπερ οἱ πρότερον εἰς σῶμα ἐνήρμοζον αὐτήν, οὐθὲν προσδιορίζοντες ἐν τίνι καὶ ποίῳ, καίπερ οὐδὲ φαινομένου τοῦ τυχόντος δέχεσθαι τὸ τυχόν.
因此,那些认为灵魂既不能脱离身体存在,自身又不是某种身体的人,其看法是正确的;因为灵魂确实不是身体,而是身体的某种东西,因此它存在于身体中,而且是存在于这样特定的身体中,而不像前人那样,把灵魂装进身体里,却不具体规定是在什么身体以及怎样的身体中,尽管显而易见,并不是任何任意的东西都能接受任何任意的东西。
οὕτω δὲ γίνεται καὶ κατὰ λόγον· ἑκάστου γὰρ ἡ ἐντελέχεια ἐν τῷ δυνάμει ὑπάρχοντι καὶ τῇ οἰκείᾳ ὕλη πέφυκεν ἐγγίνεσθαι.
而以这种方式,事情也合乎理性;因为每一事物的现实自然而然地产生在潜在地存在之物中,即产生在它自身的合适质料中。
ὅτι μὲν οὖν ἐντελέχειά τίς ἐστι καὶ λόγος τοῦ δύναμιν ἔχοντος εἶναι τοιούτου, φανερόν· ἐκ τούτων.
因此,显而易见,灵魂就是具有成为该事物之潜能的客体的某种现实和公式。

词汇与语法注释

  1. 413b25ψυχῆς γένος ἕτερον εἶναι — 不定式短语,意为“是另一种灵魂”。这暗示了理智(nous)或沉思能力与灵魂的其他功能(如感觉和营养)不同,属于本质上不同的维度或范畴。
  2. 413b29αἰσθητικῷ γὰρ εἶναι καὶ δοξαστικῷ ἕτερον — 这是一个包含不定式 `εἶναι` 与本质与格的表达,意为“具有感觉能力与具有信念能力是不同的”。紧接着通过“感觉”(τὸ αἰσθάνεσθαι)与“形成信念”(τὸ δοξάζειν)的对比,表明了各功能在定义(本质)上的区别是通过其实际活动(现实态)的不同来证明的。
  3. 414a4ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα διχῶς λέγεται — 解释整句(414a4-14)的骨干结构。以 `ἐπεὶ δὲ...` 开始的从句在夹杂了关于知识和健康的长篇对比(414a5-12)后,最终由 414a12 处的 `ἡ ψυχὴ δὲ τοῦτο...` 作为主句来承接。与格关系代名词 `ᾧ` 表示手段或依凭的原理(“我们凭借它”)。
  4. 414a11ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ — 分词 `πάσχοντι`(受动者)和 `διατιθεμένῳ`(被处置者)代表相对于施动者(`τῶν ποιητικῶν`)而言作为接受主体的质料。这反映了亚里士多德的质形论,即施动者的活性现实活动(如健康或知识)是实现在受动客体之中的。
  5. 414a19καὶ διὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν οἷς δοκεῖ — `καλῶς ὑπολαμβάνουσιν`(正确地理解/认为)的主语是省略了先行词的关系代词从句 `οἷς δοκεῖ...`(那些认为……的人)。整句结构意为“那些认为……的人,其理解是正确的”。

引用这一段

亚里士多德, 论灵魂 §2.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。