Humanitext Reader

亚里士多德 · 论灵魂 §2.2#1

包含原因的定义与生命诸能力的分离

第 13 段,共 43 段 · 希腊语

内容简介

亚里士多德论证了定义不应仅给出结论还应当表明其原因。随后他通过生命在不同层面的表现形式(营养、感觉、位移、理智)来界定灵魂,并以植物和昆虫的分离为例探讨了这些能力的可分性。

§2.2#1Ἐπεὶ δʼ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίνεται τό σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον, πειρατέον πάλιν οὕτω γʼ ἐπελθεῖν περὶ αὐτῆς·
然而,既然从那些虽然不清晰但对我们来说更显著的事物中,可以产生出清晰且在理性上更容易被认识的事物,我们就必须试图再次以这种方式来探讨灵魂。
οὐ γὰρ μόνον τὸ ὅτι δεῖ τόν ὁριστικόν λόγον δηλοῦν, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων λέγουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐνυπάρχειν καὶ ἐμφαίνεσθαι.
因为一个定义性的公式不仅应该表明事实,正如大多数定义所说的那样,而且其原因也必须包含并显现在其中。
νῦν δʼ ὥσπερ συμπεράσμαθʼ οἱ λόγοι τῶν ὄρων εἰσίν·
但现在,定义的形式就像是结论。
οἷον τί ἐστιν ὁ τετραγωνισμός;
例如,什么是求方?
τό ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον.
即让一个不规则的矩形等于一个等边的正方形。
ὁ δὲ τοιοῦτος ὄρος λόγος τοῦ συμπεράσματος·
但这样的定义只是结论的表述。
ὁ δὲ λέγων ὅτι ἐστὶν ὁ τετραγωνισμός μέσης εὕρεσις τοῦ πράγματος λέγει τὸ αἴτιον.
而如果有人说求方是“寻找比例中项”,那么他就说出了原因。
λέγομεν· οὖν, ἀρχὴν λαβόντες τῆς σκέψεως, διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν.
因此,我们说,作为我们考察的起点,有灵魂之物与无灵魂之物的区别在于“活着”。
πλεοναχῶς δὲ τοῦ ζῆν λεγομένου, κἄν ἕν τι τούτων ἐνυπάρχῃ μόνον, ζῆν αὐτό φαμεν, οἷον νοῦς, αἴσθησις, κίνησις καὶ στάσις ἡ κατὰ τόπον, ἔτι κίνησις ἡ κατὰ τροφὴν καὶ φθίσις τε καὶ αὔξησις.
既然“活着”有多种含义,即使其中仅有一项存在,我们也说它活着,例如:理性、感觉、在空间上的运动和静止,以及关于营养、衰退和生长的运动。
διὸ καὶ τὰ φυόμενα πάντα δοκεῖ ζῆν· φαίνεται γὰρ ἐν αὑτοῖς ἔχοντα δύναμιν καὶ ἀρχὴν τοιαύτην, διʼ ἧς αὔξησίν τε καὶ φθίσιν λαμβάνουσι κατὰ τοὺς ἐναντίους τόπους·
因此,一切生长的植物似乎也都活着;因为它们显然在自身中拥有这样一种能力和原理,通过它,它们在相反的方向上进行生长和衰退。
οὐ γὰρ ἄνω μὲν αὔξεται, κάτω δʼ ὄ, ἀλλʼ ὁμοίως ἐπʼ ἄμφω καὶ πάντη, ὅσα ἀεὶ τρέφεταί τε καὶ ζῇ διὰ τέλους, ἕως ἄν δύνηται λαμβάνειν τροφήν.
因为它们并不是只向上生长而不向下生长,而是同样向两个方向及向各个方向,所有始终获得营养并能存活到底的植物,只要能够摄取食物,都是如此。
χωρίζεσθαι δὲ τοῦτο μὲν τῶν ἄλλων δυνατόν, τὰ δʼ ἄλλα τούτου ἀδύνατον ἐν τοῖς θνητοῖς.
而这种(营养的)能力可以与其他能力分离,但是在凡夫(必死之物)中,其他能力要与它分离是不可能的。
φανερὸν δʼ ἐπὶ τῶν φυομένων· οὐδεμία γὰρ αὐτοῖς ὑπάρχει δύναμις ἄλλη ψυχῆς.
这在生长的植物身上是很明显的,因为它们没有灵魂的其他任何能力。
τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει τοῖς ζῶσι, τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως· καὶ γὰρ τὰ μὴ κινούμενα μηδʼ ἀλλάττοντα τόπον, ἔχοντα δʼ αἴσθησιν, ζῶα λέγομεν καὶ οὐ ζῆν μόνον.
因此,活着是由于这一原理而存在于活物之中的,而动物则是首要地由于感觉而成为动物的;因为那些甚至不运动、不改变位置但具有感觉的生物,我们也称之为动物,而不仅仅是活着。
αἰσθήσεως δὲ πρῶτον ὑπάρχει πᾶσιν ἁφή.
在感觉中,触觉最先存在于所有(动物)中。
ὥσπερ δὲ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς καὶ πάσης αἰσθήσεως, οὕτως ἡ ἁφὴ τῶν ἄλλων αἰσθήσεων.
正如营养能力可以与触觉及一切感觉分离一样,触觉也可以与其他感觉分离。
θρεπτικὸν δὲ λέγομεν τὸ τοιοῦτον μόριον τῆς ψυχῆς οὗ καὶ τὰ φυόμενα μετέχει· τὰ δὲ ζῷα πάντα φαίνεται τὴν ἁπτικὴν αἴσθησιν ἔχοντα·
我们把植物也分享的这部分灵魂称为“营养部分”;而所有的动物显然都具有触觉。
διʼ ἣν δʼ αἰτίαν ἑκάτερον τούτων συμβέβηκεν, ὕστερον ἐροῦμεν.
至于这两者中每一个出现的起因是什么,我们以后再说。
νῦν δʼ ἐπὶ τοσοῦτον εἰρήσθω μόνον, ὅτι ἐστὶν ἡ ψυχὴ τῶν· εἰρημένων τούτων ἀρχὴ καὶ τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει.
现在,且仅谈到这一步,即:灵魂是上述这些事情的原理,并且是由它们所规定的,即营养、感觉、理智和运动。
πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόριον ψυχῆς, καὶ εἰ μόριον, πότερον οὕτως ὥστʼ εἶναι χωριστὸν·
但是,这些之中的每一个究竟是灵魂还是灵魂的一部分?
λόγῳ μόνον ἢ καὶ τόπῳ, περὶ μὲν τινῶν τούτων οὐ χαλεπὸν ἰδεῖν, ἔνια δὲ ἀπορίαν ἔχει.
如果是部分,它究是仅在定义(概念)上可分离,还是在空间(位置)上也可以分离? 关于这其中的一些,并不难看清,但另一些则存在着困难。
ὥσπερ γὰρ ἐπὶ τῶν φυτῶν ἔνια διαιρούμενα φαίνεται ζῶντα καὶ χωριζμενα ἀπʼ ἀλλήλων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δὲ πλειόνων, οὕτως ὁρῶμεν καὶ περὶ ἑτέρας διαφορὰς τῆς ψυχῆς συμβαῖνον ἐπὶ τῶν ἐντόμων ἐν τοῖς διατεμνομένοις·
因为正如在植物中,有些在被分割、彼此分离后,显然依然活着,这表明它们里面的灵魂在现实上在每个植物中是一个,但在潜能上是多个;同样,我们看到灵魂的其他差异在昆虫被切割时也发生着同样的情况。
καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καὶ κίνησιν τὴν κατὰ τόπον, εἰ δʼ αἴσθησιν, καὶ φαντασίαν καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, καὶ λύπη τε καὶ ἡδονή, ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία.
因为它的每一个部分都具有感觉和在空间上的运动,而如果具有感觉,也就具有表象和欲望;因为哪里有感觉,哪里就有痛苦和快乐,而哪里有这些,哪里就必然有欲求。

词汇与语法注释

  1. ¦2¦ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ — 意为“虽然不清晰但(对我们而言)更显著的事物”。反映了亚里士多德的认识论原则,即认识应当从感官上对我们而言显而易见的事物,提升到在本质或定义上更为清晰和可知的事物(即事物的原因)。
  2. ¦20¦μέσης εὕρεσις — 指几何学中的“寻找比例中项”。制作等边矩形(正方形)本身仅仅是结论,而求方的数学原理和原因在于寻找不等两边之间的比例中项(即求满足 $x^2 = ab$ 的 $x$),因此这是“给出原因的定义”的范例。
  3. ¦p.29¦χωρίζεσθαι δὲ τοῦτο μὲν τῶν ἄλλων δυνατόν — 意为“这一能力(营养能力)可以与其它能力分离”。其省略的主语是根据前文“营养”(`τροφή`)而来的“营养能力”(`τὸ θρεπτικόν`)。指植物可以在仅拥有该能力的情况下生存,而无需具备感觉或理性等其他灵魂能力。
  4. ¦20¦ἐντελεχείᾳ μὲν μιᾶς... δυνάμει δὲ πλειόνων — 采用对比结构,意为“(植物中的灵魂)在现实上是一,在潜能上是多”。指在未被分割的植物中,其灵魂在功能上被整合为一个现实的灵魂,但由于分割后各部分仍能继续存活,它在潜能上包含了多个能够独立维持生命活动的灵魂。

引用这一段

亚里士多德, 论灵魂 §2.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。