§2.1Τὰ μὲν δὴ ὑπὸ τῶν πρότερον παραδεδομένα περὶ ψυχῆς εἰρήσθω· πάλιν δʼ ὥσπερ ἐξ ὑπαρχῆς ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστι ψυχὴ καὶ τίς ἂν εἴη κοινότατος λόγος αὐτῆς.
关于前人所传授的关于灵魂的学说,且就谈到这里;让我们再次仿佛从头开始,试图规定灵魂是什么,以及什么是它最普遍的定义。
λέγομεν δὴ γένος ἕν τι τῶν ὄντων τὴν οὐσίαν, ταύτης δὲ τὸ μὲν ὡς ὕλην, ὃ καθ’ αὑτὸ οὐκ ἔστι τόδε τι, ἕτερον δὲ μορφὴν καὶ εἶδος, καθʼ ἣν ἤδη λέγεται τόδε τι, καὶ τρίτον τὸ ἐκ τούτων.
我们说,实体是存在者的一类,在这实体中,一种是作为质料,它本身并不是“这个”,另一种是形状和形相,因其我们已经称之为“这个”,并第三种是由这些所构成的。
ἔστι δʼ ἡ μὲν ὕλη δύναμις, τὸ δʼ εἶδος ἐντελέχεια, καὶ τοῦτο διχῶς, τὸ μὲν ὡς ἐπιστήμη, τὸ δʼ ὡς τὸ θεωρεῖν.
而质料是潜能,形相是现实,而这又有两种意义:一种如知识,另一种如静观。
οὐσίαι δὲ μάλιστʼ εἶναι δοκοῦσι τὰ σώματα, καὶ τούτων τὰ φυσικά· ταῦτα γὰρ τῶν ἄλλων ἀρχαί.
而最被看作实体的是物体,尤其是其中的自然物体;因为这些是其他东西的原理。
τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δʼ οὐκ ἔχει· ζωὴν δὲ λέγομεν τὴν διʼ αὑτοῦ τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν.
在自然物体中,有些具有生命,有些则没有;我们所说的生命,是指依靠自身进食、生长和衰退。
ὥστε πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία ἂν εἴη, οὐσία δʼ οὕτως ὡς συνθέτη.
因此,凡分享生命的自然物体都会是实体,并且是在合成物这种意义上的实体。
ἐπεὶ δʼ ἐστὶ καὶ σῶμα τοιόνδε, ζωὴν γὰρ ἔχον, οὐκ ἂν εἴη σῶμα ἡ ψυχή· οὐ γάρ ἐστι τῶν καθʼ ὑποκειμένου τὸ σῶμα, μᾶλλον δʼ ὡς ὑποκείμενον καὶ ὕλη.
但是,既然它也是一个如此这般的物体,即具有生命的物体,那么灵魂就不会是物体;因为物体并不是被述说于基体的属性,而更像是基体和质料。
ἀναγκαῖον ἄρα τὴν ψυχὴν οὐσίαν εἶναι ὡς εἶδος σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος.
因此,灵魂必然是作为潜在具有生命的自然物体的形相的实体。
ἡ δʼ οὐσία ἐντελέχεια.
而实体是现实。
τοιούτου ἄρα σώματος ἐντελέχεια.
所以,灵魂是这种物体的现实。
αὕτη δὲ λέγεται διχῶς, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δʼ ὡς τὸ θεωρεῖν.
而这现实有两种说法,一种如知识,另一种如静观。
φανερὸν οὖν ὅτι ὡς ἐπιστήμη· ἐν γὰρ τῷ ὑπάρχειν τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν, ἀνάλογον δʼ ἡ μὲν ἐγρήγορσις τῷ θεωρεῖν, ὁ δʼ ὕπνος τῷ ἔχειν καὶ μὴ ἐνεργεῖν· προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ ἐπιστήμη.
显而易见,灵魂是如知识(那样的现实);因为在灵魂存在的情况下,既有睡眠也有觉醒,觉醒类比于静观,而睡眠则类比于拥有(知识)而不活动;在同一个体中,知识在生成上是在先的。
διὸ ἡ ψυχή ἐστιν ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος.
因此,灵魂是潜在具有生命的自然物体的第一现实。
τοιοῦτον δὲ ὃ ἄν ᾖ ὀργανικόν.
而这种物体就是任何具有器官的物体。
ὄργανα δὲ καὶ τὰ τῶν φυτῶν μέρη, ἀλλὰ παντελῶς ἀπλᾶ, οἶον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ δὲ περικάρπιον καρποῦ· αἱ δὲ ῥίζαι τῷ στόματι ἀνάλογον· ἄμφω γὰρ ἕλκει τὴν τροφήν.
植物的部分也是器官,虽然是极其简单的,例如,叶是果皮的遮蔽物,而果皮是果实的遮蔽物;而根则类比于口;因为两者都吸取营养。
εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἂν ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ.
那么,如果必须对所有的灵魂说一个共同的定义,它应该是“自然有机物体的第一现实”。
διὸ καὶ οὐ δεῖ ζητεῖν εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τὸν κηρὸν καὶ τὸ σχῆμα, οὐδʼ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ οὗ ἡ ὕλη· τὸ γὰρ ἓν καὶ τὸ εἶναι ἐπεὶ πλεοναχῶς λέγεται, τὸ κυρίως ἡ ἐντελέχειά ἐστιν.
因此,也无需探究灵魂和身体是否是一体,正如无需探究蜡和它的形状是否是一体,或者总括来说无需探究每一个东西的质料与拥有该质料之物是否是一体一样;因为虽然“一”和“存在”有多种意义,但最本真的意义是现实。
καθόλου μὲν οὖν εἴρηται τί ἐστιν ἡ ψυχή· οὐσία γὰρ ἡ κατὰ τὸν λόγον.
这样,一般地已经说过了灵魂是什么;因为它就是依定义而论的实体。
τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι, καθάπερ εἴ τι τῶν ὀργάνων φυσικὸν ἦν σῶμα, οἶον πέλεκυς· ἦν μὲν γὰρ ἂν τὸ πελέκει εἶναι ἡ οὐσία αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦτο· χωρισθείσης δὲ ταύτης οὐκ ἂν ἔτι πέλεκυς ἦν, ἀλλʼ ἢ ὁμωνύμως, νῦν δʼ ἔστι πέλεκυς.
而这就是这种物体的本质,正如有如工具中的某一个如果是自然物体,例如斧头;因为“是斧头”就是它的实体,而这就是它的灵魂;如果这实体被分离了,它就不再是斧头了,除非是在同音异义的意义上;但实际上它现在确实是斧头。
οὐ γὰρ τοιούτου σώματος τὸ τί ἦν εἶναι καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ φυσικοῦ τοιουδὶ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν ἑαυτῷ.
因为灵魂并不是像斧头那样的物体的本质和定义,而是具有自身运动和静止原理的如此这般的自然物体的本质和定义。
θεωρεῖν δὲ καὶ ἐπὶ τῶν μερῶν δεῖ τὸ λεχθέν.
我们必须对于部分也来考察所说的话。
εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, ψυχὴ ἂν ἦν αὐτοῦ ἡ ὄψις· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ τὸν λόγον.
因为如果眼睛是一个动物,那么视力就是它的灵魂;因为这就是依定义而论的眼睛的实体。
ὁ δʼ ὀφθαλμὸς ὕλη ὄψεως, ἧς ἀπολειπούσης οὐκέτʼ ὀφθαλμός, πλὴν ὁμωνύμως, καθάπερ ὁ λίθινος καὶ ὁ γεγραμμένος.
而眼睛则是视力的质料,一旦视力丧失,它就再也不是眼睛了,除非是在同音异义的意义上,就像石头的眼睛或画出来的眼睛一样。
δεῖ δὴ λαβεῖν τὸ ἐπὶ μέρους ἐφʼ ὅλου τοῦ ζῶντος σώματος· ἀνάλογον γὰρ ἔχει ὡς τὸ μέρος πρὸς τὸ μέρος, οὕτως ἡ ὅλη αἴσθησις πρὸς τὸ ὅλον σῶμα τὸ αἰσθητικόν, ᾗ τοιοῦτον.
因此,必须把在部分身上适用的道理,运用到整个活着的物体上;因为正如部分对部分的关系,同样地,整个感觉也类比地对应于整个感觉物体(就其作为感觉物体而言)。
ἔστι δὲ οὐ τὸ ἀποβεβληκὸς τὴν ψυχὴν τὸ δυνάμει ὂν ὥστε ζῆν, ἀλλὰ τὸ ἔχον· τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιονδὶ σῶμα.
但是,那潜在地活着的东西,并不是已经丧失了灵魂的东西,而是占有灵魂的东西;至于种子和果实,则是潜在的如此这般的物体。
ὡς μὲν οὖν ἡ τμῆσις καὶ ἡ ὅρασις, οὕτω καὶ ἡ ἐγρήγορσις ἐντελέχεια, ὡς δʼ ἡ ὄψις καὶ ἡ δύναμις τοῦ ὀργάνου, ἡ ψυχή· τὸ δὲ σῶμα τὸ δυνάμει ὄν·
因此,正如切割和观看是现实,觉醒也是如此;但正如视力和工具的能力,灵魂也是如此;而物体则是那潜在存在的东西。
ἀλλʼ ὥσπερ ὀφθαλμὸς ἡ κόρη καὶ ἡ ὄφις, κἀκεῖ ἡ ψυχὴ καὶ τὸ σῶμα ζῷον.
但正如瞳孔与视力合起来构成眼睛,在那里,灵魂与身体合起来也同样构成动物。
ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον· ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν ἐστὶν αὐτῶν.
因此,很明显,灵魂是不可与身体分离的,或者(如果灵魂在自然上是可分割的)它的某些部分是不可分离的;因为在某些情况下,现实就是其身体部分自身的现实。
οὐ μὴν ἀλλʼ ἔνιά γε οὐθὲν κωλύει, διὰ τό μηθενὸς εἶναι σώματος ἐντελεχείας.
然而,至少没有任何东西阻止某些部分是可以分离的,因为它们并不是任何物体的现实。
ἔτι δὲ ἄδηλον εἰ οὕτως ἐντελέχεια τοῦ σώματος ἡ ψυχὴ ἢ ὥσπερ πλωτὴρ πλοίου.
此外,灵魂究竟是像前面说的那样作为物体的现实,还是像船员之于船只一样,这仍然是不清楚的。
τύπῳ μὲν οὖν ταύτη διωρίσθω καὶ ὑπογεγράφθω περὶ ψυχῆς.
那么,关于灵魂,姑且以此作为轮廓性的规定和描述。