§2.11#2ἀπορήσειε δʼ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει, τοῦτο δʼ ἐστὶ τὸ τρίτον μέγεθος, ὧν δʼ ἐστὶ δύο σωμάτων μεταξὺ σῶμά τι, οὐκ ἐνδέχεται ταῦτα ἀλλήλων ἅπτεσθαι, τὸ δʼ ὑγρὸν οὐκ ἔστιν ἄνευ σώματος, οὐδὲ τὸ διερόν, ἀλλʼ ἀναγκαῖον ὕδωρ εἶναι ἢ ἔχειν ὕδωρ, τὰ δὲ ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι, μὴ ξηρῶν τῶν ἄκρων ὄντων, ἀναγκαῖον ὕδωρ ἔχειν μεταξύ, οὗ ἀνάπλεα τὰ ἔσχατα, εἰ δὲ τοῦτʼ ἀληθές, ἀδύνατον ἅψασθαι ἄλλο ἄλλου ἐν ὕδατι, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῷ ἀέρι (ὁμοίως γὰρ ἔχει ὁ ἀὴρ πρὸς τὰ ἐν αὐτῷ καὶ τὸ ὕδωρ πρὸς τὰ ἐν τῷ ὕδατι, λανθάνει δὲ μᾶλλον ἡμᾶς, ὥσπερ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα, εἰ διερὸν διεροῦ ἅπτεται)—πότερον οὖν πάντων ὁμοίως ἐστὶν ἡ αἴσθησις, ἢ ἄλλων ἄλλως, καθάπερ νῦν δοκεῖ ἡ μὲν γεῦσις καὶ ἡ ἁφὴ τῷ ἅπτεσθαι, αἱ δʼ ἄλλαι ἄποθεν.
人们可能会提出这样一个疑难:如果每个物体都有深度,而这就是第三种大小,且如果在两个物体之间存在着某种物体,那么这两个物体就不可能相互接触;又由于湿润之物不能脱离物体而存在,潮湿之物也是如此,而必然是水或者含有水,且在水中相互接触的东西,只要其边缘不是干燥的,就必然在它们之间有水,其边缘被水充满,如果这是真的,那么在水中一个物体要接触另一个物体就是不可能的;同样的方式在空气中也是不可能的(因为空气对于其中的东西的关系,正如水对于水中的东西的关系一样,只是这更容易被我们所忽略,正如水中的动物也同样忽略了潮湿之物是否接触到潮湿之物一样)——那么,究竟是对所有东西的感知都以相似的方式进行,还是对不同的东西以不同的方式进行,正如现在人们认为味觉和触觉是通过接触,而其他感觉是从远处进行的一样?
τὸ δʼ οὐκ ἔστιν, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν διʼ ἑτέρων αἰσθανόμεθα, ὥσπερ καὶ τὸ ψοφητικὸν καὶ τὸ ὁρατὸν καὶ τὸ ὀσφραντόν· ἀλλὰ τὰ μὲν πόρρωθεν, τὰ δʼ ἐγγύθεν, διὸ λανθάνει· ἐπεὶ αἰσθανόμεθά γε πάντων διὰ τοῦ μέσου, ἀλλʼ ἐπὶ τούτων λανθάνει.
但这并非事实;相反,我们甚至是通过其他媒介来感知硬与软,正如我们感知发声之物、可见之物以及可闻之物一样;只不过后者是从远处,前者是从近处,因此被我们忽略了;因为我们确实是通过媒介感知一切事物的,但在这些情况下却被我们忽略了。
καίτοι καθάπερ εἴπομεν καὶ πρότερον, κἂν εἰ διʼ ὑμένος αἰσθανοίμεθα τῶν ἁπτῶν· ἁπάντων λανθάνοντος ὅτι διείργει, ὁμοίως ἂν ἔχοιμεν ὥσπερ καὶ νῦν ἐν τῷ ὕδατι καὶ ἐν τῶ ἀέρι· δοκοῦμεν γὰρ νῦν αὐτῶν ἅπτεσθαι καὶ οὐδὲν εἶναι διὰ μέσου.
然而,正如我们之前也说过的,即使我们是通过一层膜来感知可触之物的,只要在我们忽略了它起着阻隔作用的所有情况下,我们的状态也会和现在在水中和在空气中一样;因为我们现在似乎接触到了它们,且中间没有任何东西。
ἀλλὰ διαφέρει τὸ ἁπιὸν τῶν ὁρατῶν καὶ τῶν ψοφητικῶν, ὅτι ἐκείνων μὲν αἰσθανόμεθα τῷ τὸ μεταξὺ ποιεῖν τι ἡμᾶς, τῶν δὲ ἁπτῶν οὐχ ὑπὸ τοῦ μεταξὺ ἀλλʼ ἅμα τῷ μεταξύ, ὥσπερ ὁ διʼ ἀσπίδος πληγείς· οὐ γὰρ ἡ ἀσπὶς πληγείσα ἐπάταξεν, ἀλλʼ ἅμ᾿ ἄμφω συνέβη πληγῆναι.
但是可触之物不同于可见之物和发声之物,因为我们感知后者,是因为中间介质对我们施加了某种作用,而我们感知可触之物,不是通过中间介质的作用,而是与中间介质同时受到作用,就像一个隔着盾牌被击中的人一样;因为并不是盾牌被击中后再去打击人,而是两者同时被击中。
ὅλως δʼ ἔοικεν ἡ σὰρξ καὶ ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥσπερ ἐκείνων ἕκαστον.
总之,肉和舌头对于感觉器官的关系,似乎就像空气和水对于视觉、听觉和嗅觉的关系一样,它们中的每一个在各自的情况下都是如此。
αὐτοῦ δὲ τοῦ αἰσθητηρίου ἁπτομένου οὔτʼ ἐκεῖ οὔτʼ ἐνταῦθα γένοιτʼ ἂν αἴσθησις, οἷον εἴ τις σῶμά τι λευκὸν ἐπὶ τοῦ ὄμματος θείη τὸ ἔσχατον.
但是,如果感觉器官本身接触到对象,无论在彼处还是在此处都不会产生感觉,就像有人将一个白色的物体直接放在眼球的最外表面上一样。
ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν.
由此也显然可见,触觉的感官能力是在内部的。
οὕτω γὰρ ἂν συμβαίνοι ὅπερ καὶ ἐπὶ τῶν ἄλλων· ἐπιτιθεμένων γὰρ ἐπὶ τὸ αἰσθητήριον οὐκ αἰσθάνεται, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένων αἰσθάνεται· ὥστε τὸ μεταξὺ τοῦ ἁπτικοῦ ἡ σάρξ.
因为只有这样,在其他感觉中发生的事情才会在触觉中发生:当物体直接放在感觉器官上时,它无法感知,但放在肉上时,它就能感知;所以肉是触觉器官的中间介质。
ἁπταὶ μὲν οὖν εἰσὶν αἱ διαφοραὶ τοῦ σώματος ᾖ σῶμα· λέγω δὲ διαφορὰς αἳ τὰ στοιχεῖα διορίζουσι, θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, περὶ ὧν εἰρήκαμεν πρότερον ἐν τοῖς περὶ τῶν στοιχείων.
因此,可触之物就是作为身体之身体的差异;我所说的差异,是指规定元素的东西,即热与冷、干与湿,关于这些,我们之前在关于元素的著作中已经讨论过了。
τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει αἴσθησις πρώτῳ, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον· τὸ γὰρ αἰσθάνεσθαι πάσχειν τι ἐστίν· ὥστε τὸ ποιοῦν, οἷον αὐτὸ ἐνεργείᾳ, τοιοῦτον ἐκεῖνο ποιεῖ, δυνάμει ὄν.
而它们的感觉器官,即触觉器官,以及被称为触觉的感觉主要存在于其中的部位,就是潜在地具有这种性质的部位;因为感知是一种遭受;所以,施加作用的东西(它自身是现实的)使潜在地具有这种性质的东西变得像它一样。
διὸ τοῦ ὁμοίως θερμοῦ καὶ ψυχροῦ, ἢ σκληροῦ καὶ μαλακοῦ, οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν, ὡς τῆς αἰσθήσεως οἶον μεσότητός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως.
这就是为什么我们感知不到与我们同样热和冷、或者同样硬和软的东西,而只能感知到过度(超越)的东西,因为感觉就好像是感觉对象中对立关系的某种中庸(中间状态)一样。
καὶ διὰ τοῦτο κρίνει τὰ αἰσθητά.
正是因为这个原因,它能判定感觉对象。
τὸ γὰρ μέσον κριτικόν· γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων· καὶ δεῖ ὥσπερ τὸ μέλλον αἰσθήσεσθαι λευκοῦ καὶ μέλανος μηδέτερον αὐτῶν εἶναι ἐνεργείᾳ, δυνάμει δʼ ἄμφω (οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων), καὶ ἐπὶ τῆς ἁφῆς μήτε θερμὸν μήτε ψυχρόν.
因为中庸具有判定能力;因为相对于两极中的每一极,它都成了另一极;正如要感知白与黑的东西在现实上必须既不是白也不是黑,但在潜在上必须两者都是一样(其他感觉也是如此),在触觉上,也必须既不热也不冷。
ἔτι δʼ ὥσπερ ὁρατοῦ καὶ ἀοράτου ἦν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ λοιπαὶ τῶν ἀντικειμένων, οὅτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου·
此外,正如视觉在某种意义上是关于可见与不可见的,其余的感觉同样是关于它们的对立面的一样,触觉也是关于可触与不可触的。
ἄναπτον δʼ ἐστὶ τό τε μικρὰν ἔχον πάμπαν διαφορὰν τῶν ἁπτῶν, οἷον πέπονθεν ὁ ἀήρ, καὶ τῶν ἁπτῶν αἱ ὑπερβολαί, ὥσπερ τὰ φθαρτικά.
不可触之物既包括那些极微小地具有可触之差异的东西(如空气所呈现的状态),也包括那些过度的可触之物,如具有破坏性的东西。
καθʼ ἑκάστην μὲν οὖν τῶν αἰσθήσεων εἴρηται τύπῳ.
因此,关于每一种感觉,已经作了概要的说明。