Humanitext Reader

亚里士多德 · 论灵魂 §2.11#1

触觉的单一性与作为器官或介质的肉体

第 27 段,共 43 段 · 希腊语

内容简介

提出关于触觉是单一感觉还是多种感觉的难题,并考察感觉器官是肉体本身,还是肉体仅为中间介质而真正的感觉器官位于内部。

§2.11#1Περὶ δὲ τοῦ ἁπτοῦ καὶ περὶ ἁφῆς ὁ αὐτὸς λόγος·
关于可触之物与触觉,存在着相同的道理。
εἰ γὰρ ἡ ἁφὴ μὴ μία ἐστὶν αἴσθησις ἀλλὰ πλείους, ἀναγκαῖον καὶ τὰ ἁπτὰ αἰσθητὰ πλείω εἶναι.
因为如果触觉不是一种感觉而是多种,那么作为其对象的可触之物也必然是多种。
ἔχει δʼ ἀπορίαν πότερον πλείους εἰσὶν ἢ μία, καὶ τί τὸ αἰσθητήριον τὸ τοῦ ἁπτικοῦ, πότερον ἡ σὰρξ καὶ ἐν τοῖς ἄλλοις τὸ ἀνάλογον, ἢ οὔ, ἀλλὰ τοῦτο μέν ἐστι τὸ μεταξύ, τὸ δὲ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός.
然而,它们是多种还是一种,以及触觉器官是什么,这存在着困难:它究竟是肉(以及在其他动物中与其相对应者),还是并非如此,肉反而是中间介质,而第一感觉器官是内部的某种其他东西?
πᾶσα γὰρ αἴσθησις μιᾶς ἐναντιώσεως εἶναι δοκεῖ, οἷον ὄψις λευκοῦ καὶ μέλανος, καὶ ἀκοὴ ὀξέος καὶ βαρέος, καὶ γεῦσις πικροῦ καὶ χλυκέος· ἐν δὲ τῷ ἁπτῷ πολλαὶ ἔνεισιν ἐναντιώσεις, θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, σκληρὸν μαλακόν, καὶ τῶν ἄλλων ὅσα τοιαῦτα.
因为每种感觉似乎都属于单一的对立关系,例如视觉关于白与黑,听觉关于高音与低音,味觉关于苦与甜;但在可触之物中存在着许多对立关系:冷与热、干与湿、硬与软,以及其他诸如此类。
ἔχει δέ τινα λύσιν πρός γε ταύτην τὴν ἀπορίαν, ὅτι καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων εἰσὶν ἐναντιώσεις πλείους, οἶον ἐν φωνῇ οὐ μόνον ὀξύτης καὶ βαρύτης, ἀλλὰ καὶ μέγεθος καὶ μικρότης, καὶ λειότης καὶ τραχύτης φωνῆς, καὶ τοιαῦθʼ ἕτερα.
不过,至少对于这个困难有一个解决方案,即在其他感觉中也存在着多种对立,例如在声音中不仅有高与低,还有大与小、声音的平滑与粗糙,以及其他类似的东西。
εἰσὶ δὲ καὶ περὶ χρῶμα διαφοραὶ τοιαῦται ἕτεραι.
关于颜色也有其他类似的差异。
ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ ἀκοῇ ψόφος, οὕτω τῇ ἁφῇ, οὐκ ἔστιν ἔνδηλον.
但是,正如声音之于听觉一样,触觉所对应的单一基质是什么,却并不明显。
πότερον δʼ ἐστὶ τὸ αἰσθητήριον ἐντός, ἢ οὔ, ἀλλʼ εὐθέως ἡ σάρξ, οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγανομένων.
至于感觉器官是在内部,还是并非如此,而是直接就是肉,当接触发生时同时产生感觉,这似乎不能作为任何证据。
καὶ γὰρ νῦν εἴ τις περὶ τὴν σάρκα περιτείνειεν οἷον ὑμένα ποιήσας, ὁμοίως τὴν αἴσθησιν εὐθέως ἁψάμενος ἐνσημαίνει· καίτοι δῆλον ὡς οὐκ ἔστιν ἐν τούτῳ τὸ αἰσθητήριον· εἰ δὲ καὶ συμφυὴς γένοιτο, θᾶττον ἔτι διικνοῖτʼ ἂν ἡ αἴσθησις.
因为即使在现在,如果有人在肉的周围像制作膜一样将其包裹起来,一旦接触,他也同样会立刻传达感觉;然而显而易见的是,感觉器官并不在这膜里;如果这膜甚至是与肉合生一体的,感觉还会更快地穿透。
διὸ τὸ τοιοῦτον μόριον τοῦ σώματος ἔοικεν οὕτως ἔχειν ὥσπερ ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ· ἐδοκοῦμεν γὰρ ἂν ἑνί τινι αἰσθάνεσθαι καὶ ψόφου καὶ χρώματος καὶ ὀσμῆς, καὶ μία τις αἴσθησις εἶναι ὄψις ἀκοὴ ὄσφρησις.
因此,身体的这部分似乎处于这样一种状态,就好像空气在我们的周围合生包围着一样;因为如果是这样的话,我们就会以为是通过某种单一的东西来感知声音、颜色和气味的,而且视觉、听觉和嗅觉似乎也会是一种单一的感觉。
νῦν δὲ διὰ τὸ διωρίσθαι διʼ οὗ γίνονται αἱ κινήσεις, φανερὰ τὰ εἰρημένα αἰσθητήρια ἕτερα ὄντα.
但实际上,由于产生运动的介质被区分开来,上述的感觉器官显然是不同的。
ἐπὶ δὲ τῆς ἁφῆς τοῦτο νῦν ἄδηλον· ἐξ ἀέρος μὲν γὰρ ἢ ὕδατος ἀδύνατον συστῆναι τὸ ἔμψυχον σῶμα· δεῖ γάρ τι στερεὸν εἶναι.
然而在触觉的情况下,这一点目前还不清楚;因为生命体是不可能仅由空气或水构成的;因为它必须是某种固体。
λείπεται δὴ μικτὸν ἐκ γῆς καὶ τούτων εἶναι, οἷον βούλεται εἶναι ἡ σὰρξ καὶ τὸ ἀνάλογον· ὥστε ἀναγκαῖον τὸ σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ προσπεφυκός, διʼ οὗ γίνονται αἱ αἰσθήσεις πλείους οὖσαι.
因此,剩下的只能是由土和这些物质混合而成,正如肉及其对应物所意图成为的那样;所以身体必然是与触觉器官合生相连的中间介质,通过它,作为多数的感觉得以发生。
δηλοῖ δʼ ὅτι πλείους ἡ ἐπὶ τῆς γλώττης ἁφή· ἁπάντων γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον καὶ χυμοῦ.
舌头上的触觉表明它们是多数;因为舌头在同一部位既感知所有的可触之物,也感知味。
εἰ μὲν οὖν καὶ ἡ ἄλλη σὰρξ ᾐσθάνετο τοῦ χυμοῦ, ἐδόκει ἂν ἡ αὐτὴ καὶ μία εἶναι αἴσθησις ἡ γεῦσις καὶ ἡ ἁφή· νῦν δὲ δύο διὰ τὸ μὴ ἀντιστρέφειν.
因此,如果其余的肉也能感知味,那么味觉与触觉就会被认为是同一的、单一的感觉;但现在因为不可逆,它们是两种感觉。

词汇与语法注释

  1. ¦20¦τοῦτο μέν ἐστι τὸ μεταξύ, τὸ δὲ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός — 此处的指示代词 τοῦτο 指代前文的 ἡ σάρξ(肉)。而表示“第一(或本原)感觉器官”的 τὸ πρῶτον αἰσθητήριον 指的并非身体表面的肉,而是位于内部的最终感觉中枢(如心脏),这意味着肉体仅仅是将刺激传递给该中枢的中间介质(τὸ μεταξύ)。
  2. ¦25¦ὅτι καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων εἰσὶν ἐναντιώσεις πλείους — 连词 ὅτι 在此引导名词性从句,起同格作用(即……),具体解释前文 λύσιν(解决方案)的内容。虽然也可以解释为表原因的副词从句(因为……),但在上下文语境中,将其视为提示解决方案的具体内容更为自然。
  3. ¦423a¦οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγανομένων — 整句的结构中,不定式短语 τὸ γίνεσθαι τὴν αἴσθησιν(感觉的产生)作为系动词 δοκεῖ 的主语,而 οὐδὲν σημεῖον(毫无证据)作为表语。后半部分的 ἅμα θιγγανομένων 是省略了主语的属格绝对结构(“在[人们]接触的同时”)。
  4. ¦15¦οἷον βούλεται εἶναι ἡ σὰρξ — 动词 βούλομαι(想要、意图)以无生物(肉)为主语的拟人化表达。在此处的自然哲学语境中,它并非指主观意愿,而是表示“(肉)本质上被要求具有此类性质”或“旨在成为如此”。
  5. ¦20¦διὰ τὸ μὴ ἀντιστρέφειν — 带前置词 διά 的冠词不定式。不及物动词 ἀντιστρέφω 在此处于逻辑学意义上使用,意为“可逆的、可换位的”。它指的是一种非对称关系:舌头同时具有触觉和味觉,而其他肉体(皮肤)仅有触觉而无味觉,即“不可逆转”。

引用这一段

亚里士多德, 论灵魂 §2.11#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.11%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。