§2.10Τὸ δὲ γευστόν ἐστιν ἁπιόν τι· καὶ τοῦτʼ αἴτιον τοῦ μὴ εἶναι αἰσθητὸν διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώματος· οὐδὲ γὰρ τῇ ἁφῇ.
可尝之物是某种可触之物;这就是为什么它不能通过异己的物体作为介质而被感知的原因,因为触觉也不以此种方式感知。
καὶ τὸ σῶμα δὲ ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ· τοῦτο δʼ ἁπτόν τι.
而且,味(即味觉的地点,可尝之物)所寓于的物体,是以湿润之物为质料的;而这也是某种可触之物。
διὸ κἂν εἰ ἐν ὕδατι ἧμεν, ᾐσθανόμεθ᾿ ἂν ἐμβληθέντος τοῦ γλυκέος· οὐκ ἦν δʼ ἂν ἡ αἴσθησις ἡμῖν διὰ τοῦ μεταξύ, ἀλλὰ τῷ μιχθῆναι τῷ ὑγρῷ, καθάπερ ἐπὶ τοῦ ποτοῦ.
因此,即使我们是在水中,如果有甜的东西扔进来,我们也能够感知到它;但这种感知对我们来说并不是通过介质,而是由于它与湿润之物相混合,正如在饮料的情况下那样。
τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι, οὐδὲ ταῖς ἀπορροίαις.
但色彩并不是通过这种混合而被看见的,也不是通过流出物。
ὡς μὲν οὖν τὸ μεταξὺ οὐθὲν ἔστιν· ὡς δὲ χρῶμα τὸ ὁρατόν, οὕτω τὸ γευστὸν ὁ χυμός.
因此,介质是一无所有的;但正如色彩是可见之物,味也是可尝之物。
οὐθὲν δὲ ποιεῖ χυμοῦ αἴσθησιν ἄνευ ὑγρότητος, ἀλλʼ ἔχει ἐνεργείᾳ ἢ δυνάμει ὑγρότητα, οἷον τὸ ἁλμυρόν· εὔτηκτόν τε γὰρ αὐτὸ καὶ συντηκτικὸν γλώττης.
没有任何东西能在没有湿气的情况下产生对味的感知,而是或在现实中或在潜能中拥有湿气,例如咸味;因为其自身既易溶,又能溶解舌头。
ὥσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου (τὸ γὰρ σκότος ἀόρατον, κρίνει δὲ καὶ τοῦτο ἡ ὄψις), ἔτι τε τοῦ λίαν λαμπροῦ (καὶ γὰρ τοῦτο ἀόρατον, ἄλλον δὲ τρόπον τοῦ σκότους), ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ψόφου τε καὶ σιγῆς, ὧν τὸ μὲν ἀκουστὸν τὸ δʼ οὐκ ἀκουστόν, καὶ μεγάλου ψόφου καθάπερ ἡ ὄψις τοῦ λαμπροῦ (ὥσπερ γὰρ ὁ μικρὸς ψόφος ἀνήκουστος, τρόπον τινὰ καὶ ὁ μέγας τε καὶ ὁ βίαιος), ἀόρατον δὲ τὸ μὲν ὅλως λέγεται, ὥσπερ καὶ ἐπ᾿ ἄλλων τὸ ἀδύνατον, τὸ δʼ ἐὰν πεφυκὸς μὴ ἔχῃ ἢ φαύλως, ὥσπερ τὸ ἄπουν καὶ τὸ ἀπύρηνον—οὕτω δὴ καὶ ἡ γεῦσις τοῦ γευστοῦ τε καὶ ἀγεύστου, τοῦτο δὲ τὸ μικρὸν ἢ φαῦλον ἔχον χυμὸν ἢ φθαρτικὸν τῆς γεύσεως.
正如视觉是关于可见和不可见之物的(因为黑暗是不可见的,而视觉也能对此作出判断),以及关于过度明亮之物的(因为这同样是不可见的,但其方式与黑暗不同),同样,听觉也是关于声音与寂静的,其中一者是可听的,另一者是不可听的,以及关于巨大的声音,正如视觉是关于明亮之物的一样(因为正如微弱的声音是不可听的一样,在某种意义上,巨大的和暴力的声音也是不可听的),而不可见之物,一者是指绝对不可见,正如在其他情况下不可能性那样,另一者是指本应具有却不具有或只有拙劣具有的情况,正如无足的和无核的——因此,味觉也是关于可尝与不可尝之物的,而后者是指那些只有微弱或拙劣的味,或者能毁灭味觉之物。
δοκεῖ δʼ εἶναι ἀρχὴ τὸ ποτὸν καὶ ἄποτον (γεῦσις γάρ τις ἀμφοτέρου· ἀλλὰ τοῦ μὲν φαύλη καὶ φθαρτικὴ, τοῦ δὲ κατὰ φύσιν)· ἔστι δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν.
饮用之物与不可饮之物似乎是一个原理(因为两者都有某种味觉;但一者是拙劣且具有毁灭性的,另一者则是顺应自然的);而饮用之物是触觉和味觉所共有的。
ἐπεὶ δʼ ὑγρὸν τὸ γευστόν, ἀνάγκη καὶ τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι.
既然可尝之物是湿润的,那么它的感觉器官必然既不能在现实中是湿润的,也不能是无法被湿润的。
πάσχει γάρ τι ἡ γεῦσις ὑπὸ τοῦ γευστοῦ, ᾖ γευστόν.
因为味觉在作为可尝之物的可尝之物的作用下会受到某种影响。
ἀναγκαῖον ἄρα ὑγρανθῆναι τὸ δυνάμενον μὲν ὑγραίνεσθαι σωζόμενον, μὴ ὑγρὸν δέ, τὸ γευστικὸν αἰσθητήριον.
因此,味觉器官必然要被湿润,它能够在保持自身的同时被湿润,但其自身并不是湿润的。
σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν ὑγράν· ταύτῃ γὰρ ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ, ὥσπερ ὅταν προγευματίσας τις ἰσχυροῦ χυμοῦ γεύηται ἑτέρου, καὶ οἷον τοῖς κάμνουσι πικρὰ πάντα φαίνεται διὰ τὸ τῇ γλώττῃ πλήρει τοιαύτης ὑγρότητος αἰσθάνεσθαι.
其证据是,舌头在极度干燥和过度湿润时都无法感知;因为在后一种情况下,会发生与第一种湿润之物的接触,正如当某人先尝了强烈的味道,然后再尝另一种味道时,又如对病人来说一切都显得苦涩,因为他们是在舌头充满了此类湿气的情况下来感知的。
τὰ δʼ εἴδη τῶν χυμῶν, ὥσπερ καὶ ἐπὶ τῶν χρωμάτων, ἁπλᾶ μὲν τἀναντία. τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐχόμενα δὲ τοῦ μὲν τὸ λιπαρόν, τοῦ δὲ τὸ ἁλμυρόν· μεταξὺ δὲ τούτων τό τε δριμὺ καὶ τὸ αὐστηρὸν καὶ στρυφνὸν καὶ ὀξύ· σχεδὸν γὰρ αὗται δοκοῦσιν εἶναι διαφοραὶ χυμῶν.
而味的种类,正如在色彩的情况下一样,当它们是对立面时就是简单的,即甜与苦,与前者相邻的是油腻,与后者相邻的是咸;而在这些之间则是辛辣、涩、酸、以及尖酸;因为这些似乎基本就是味的差异。
ὥστε τὸ γευστικόν ἐστι τὸ δυνάμει τοιοῦτον, τὸ γευστὸν δὲ τὸ ποιητικὸν ἐντελεχείᾳ αὐτοῦ.
因此,味觉能力是在潜能上作为此类之物,而可尝之物则是使其在现实中成为如此的能动者。