§2.9Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἧττον εὐδιόριστόν ἐστι τῶν εἰρημένων·
关于嗅觉与嗅觉对象,它比前面所讨论的那些更难规定。
οὐ γὰρ δῆλον ποῖόν τί ἐστιν ἡ ὀσμή, οὕτως ὡς ὁ ψόφος ἢ τὸ χρῶμα.
因为气味是什么样的东西,并不像声音或色彩那样显而易见。
αἴτιον δʼ ὅτι τὴν αἴσθησιν ταύτην οὐκ ἔχομεν ἀκριβῆ, ἀλλὰ χείρω πολλῶν ζῴων· φαύλως γὰρ ἄνθρωπος ὀσμᾶται, καὶ οὐθενὸς αἰσθάνεται τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, ὡς οὐκ ὄντος ἀκριβοῦς τοῦ αἰσθητηρίου.
其原因在于,我们没有精确地拥有这种感觉,而是比许多动物要差;因为人类的嗅觉很差,如果不伴随着痛苦或快乐,就无法感知到任何嗅觉对象,这仿佛是因为感觉器官不够精确。
εὔλογον δʼ οὕτω καὶ τὰ σκληρόφθαλμα τῶν χρωμάτων αἰσθάνεσθαι, καὶ μὴ διαδήλους αὐτοῖς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ· οὕτω δὲ καὶ περὶ τὰς ὀσμὰς τὸ τῶν ἀνθρώπων γένος.
同样,硬眼动物以这种方式感知色彩,且除了可怕的和不可怕的之外,色彩的差异对它们来说并不明显,这也是合乎情理的;而人类在气味方面也是如此。
ἔοικε μὲν γὰρ ἀνάλογον ἔχειν πρὸς τὴν γεῦσιν, καὶ ὁμοίως τὰ εἴδη τῶν χυμῶν τοῖς τῆς ὀσμῆς, ἀλλʼ ἀκριβεστέραν ἔχομεν τὴν γεῦσιν διὰ τὸ εἶναι αὐτὴν ἁφήν τινα, ταύτην δʼ ἔχειν τὴν αἴσθησιν τὸν ἄνθρωπον ἀκριβεστάτην· ἐν μὲν γὰρ ταῖς ἄλλαις λείπεται πολλῶν τῶν ζῴων, κατὰ δὲ τὴν ἁφὴν πολλῷ τῶν ἄλλων διαφερόντως ἀκριβοῖ.
因为气味似乎与味觉具有类比关系,且味的种类与气味的种类也是相似的,但我们的味觉更为精确,因为它是某种触觉,而人类最精确地拥有这种感觉;因为在其他感觉方面,人类落后于许多动物,但在触觉方面,人类比其他动物要敏锐得多。
διὸ καὶ φρονιμώτατόν ἐστι τῶν ζῴων.
因此,人类也是动物中最聪明的。
σημεῖον δὲ τὸ καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων παρὰ τὸ αἰσθητήριον τοῦτο εἶναι εὐφυεῖς καὶ ἀφυεῖς, παῤ ἄλλο δὲ μηδέν· οἱ μὲν γὰρ σκληρόσαρκοι ἀφυεῖς τὴν διάνοιαν, οἱ δὲ μαλακόσαρκοι εὐφυεῖς.
其证据是,即使在人类这一物种内部,也是根据这种感觉器官,人们才分为有天赋的和无天赋的,而不是根据其他任何器官;因为那些肌肉坚硬的人在理智上缺乏天赋,而肌肉柔软的人则富有天赋。
ἔστι δʼ, ὥσπερ χυμὸς μὲν γλυκὺς ὁ δὲ πικρός, οὕτω καὶ ὀσμαί.
正如味有甜有苦,气味也是如此。
ἀλλὰ τὰ μὲν ἔχουσι τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, λέγω δὲ οἷον γλυκεῖαν ὀσμὴν καὶ γλυκὺν χυμόν, τὰ δὲ τοὐναντίον.
但是,有些事物具有类比的气味和味道——我的意思是,例如甜的气味和甜的味道——而另一些事物则相反。
ὁμοίως δὲ καὶ δριμεῖα καὶ αὐστηρὰ καὶ ὀξεῖα καὶ λιπαρά ἐστιν ὀσμήἀλλʼ ὥσπερ εἴπομεν, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμὰς ὥσπερ τοὺς χυμούς, ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθʼ ὁμοιότητα τῶν πραγμάτων· ἡ μὲν γὰρ γλυκεῖα κρόκου καὶ μέλιτος, ἡ δὲ δριμεῖα θύμου καὶ τῶν τοιούτων· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
同样,也有辛辣的、涩的、酸的和油腻的气味;但是正如我们所说,因为气味不像味道那样非常明显,它们是根据事物的相似性从味道那里获得名称的;因为甜的气味是藏红花和蜂蜜的气味,而辛辣的是百里香及此类事物的气味;对于其他的也是同样的方式。
ἔστι δʼ ὥσπερ καὶ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων, ἡ μὲν τοῦ ἀκουστοῦ καὶ ἀνηκούστου, ἡ δὲ τοῦ ὁρατοῦ καὶ ἀοράτου, καὶ ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου.
正如听觉和每一种感觉一样,一者是关于可听与不可听的,另一者是关于可见与不可见的,嗅觉也是关于可嗅与不可嗅的。
ἀνόσφραντον δὲ τὸ μὲν παρὰ τὸ ἀδύνατον εἶναι μηδʼ ὅλως ἔχειν ὀσμήν, τὸ δὲ μικρὰν ἔχον καὶ φαύλην.
不可嗅之物,一者是由于根本不可能有气味,另一者是由于只有微弱且劣质的气味。
ὁμοίως δὲ καὶ τὸ ἄγευστον λέγεται.
同样,不可尝之物也是这样说的。
ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ἀέρος ἢ ὕδατος· καὶ γὰρ τὰ ἔνυδρα δοκοῦσιν ὀσμῆς αἰσθάνεσθαι, ὁμοίως καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν ὕποσμα γινόμενα.
嗅觉也是通过介质进行的,例如空气或水;因为水生动物似乎也感知气味,有血动物和无血动物都是如此,就像空气中的动物一样;因为其中有些动物通过闻到气味,从很远的地方就向食物走去。
διὸ καὶ ἄπορον φαίνεται εἰ πάντα μὲν ὁμοίως ὀσμᾶται, ὁ δʼ ἄνθρωπος ἀναπνέων μέν, μὴ ἀναπνέων δὲ ἀλλʼ ἐκπνέων ἢ κατέχων τὸ πνεῦμα οὐκ ὀσμᾶται, οὔτε πόρρωθεν οὔτʼ ἐγγύθεν, οὐδʼ ἂν ἐπὶ τοῦ μυκτῆρος ἐντὸς τεθῇ·
因此,如果所有动物都以同样的方式闻味,而人类在吸气时能闻到,但在不吸气、而是在呼气或屏气时,无论远近都闻不到,设置即使放在鼻孔内部也闻不到,这似乎就成了一个难题。
καὶ τὸ μὲν ἐπʼ αὐτῷ τιθέμενον τῷ αἰσθητηρίῳ ἀναίσθητον εἶναι κοινὸν πάντων, ἀλλὰ τὸ ἄνευ τοῦ ἀναπνεῖν μὴ αἰσθάνεσθαι ἴδιον ἐπὶ τῶν ἀνθρώπων· δῆλον δὲ πειρωμένοις·
将物体直接放在感觉器官上就无法感知,这是所有动物共有的,但不用吸气就无法感知,则是人类特有的;这对于尝试过的人来说是显而易见的。
ὥστε τὰ ἄναιμα, ἐπειδὴ οὐκ ἀναπνέουσιν, ἑτέραν ἄν τινʼ αἴσθησιν ἔχοι παρὰ τὰς λεγομένας.
因此,由于无血动物不呼吸,它们可能拥有某种与上述感觉不同的感觉。
ἀλλʼ ἀδύνατον, εἴπερ τῆς ὀσμῆς αἰσθάνεται· ἡ γὰρ τοῦ ὀσφραντοῦ αἴσθησις καὶ δυσώδους καὶ εὐώδους ὄσφρησίς ἐστιν.
但如果它们确实感知气味,那是不可能的;因为对可嗅物——包括恶臭和芳香——的感知就是嗅觉。
ἔτι δὲ καὶ φθειρόμενα φαίνεται ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν ὑφʼ ὧνπερ ἄνθρωπος, οἷον ἀσφάλτου καὶ θείου καὶ τῶν τοιούτων.
此外,它们似乎也会被那些能毁灭人类的强烈气味所毁灭,例如沥青和硫磺及此类事物。
ὀσφραίνεσθαι μὲν οὖν ἀναγκαῖον, ἀλλʼ οὐκ ἀναπνέοντα.
因此,它们必然能闻到气味,但不是通过呼吸。
ἔοικε δὲ τοῖς ἀνθρώποις διαφέρειν τὸ αἰσθητήριον τοῦτο πρὸς τὸ τῶν ἄλλων ζῴων, ὥσπερ τὰ ὄμματα πρὸς τὰ τῶν σκληροφθάλμων—τὰ μὲν γὰρ ἔχει φράγμα καὶ ὥσπερ ἔλυτρον τὰ βλέφαρα, ἃ μὴ κινήσας μηδʼ ἀνασπάσας οὐχ ὁρᾷ· τὰ δὲ σκληρόφθαλμα οὐδὲν ἔχει τοιοῦτον, ἀλλʼ εὐθέως ὁρᾷ τὰ γινόμενα ἐν τῷ διαφανεῖ—οὕτως οὖν καὶ τὸ ὀσφραντικὸν αἰσθητήριον τοῖς μὲν ἀκάλυφες εἶναι, ὥσπερ τὸ ὄμμα, τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχειν ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀποκαλύπτεται, διευρυνομένων τῶν φλεβίων καὶ τῶν πόρων.
这种感觉器官在人类身上与其他动物相比似乎有所不同,正如眼睛与硬眼动物的眼睛有所不同一样——因为一者有屏障,且像套子一样有眼睑,不移动或拉开眼睑就看不见;而硬眼动物没有任何这类东西,而是直接看到在透明介质中发生的事情——因此,嗅觉器官对于一些动物来说也是无遮盖的,就像眼睛一样,而对于那些吸入空气的动物,它有遮盖物,当它们呼吸时,随着微血管和通道的扩张,遮盖物就被揭开了。
καὶ διὰ τοῦτο τὰ ἀναπνέοντα οὐκ ὀσμᾶται ἐν τῷ ὑγρῷ· ἀναγκαῖον γὰρ ὀσφρανθῆναι ἀναπνεύσαντα, τοῦτο δὲ ποιεῖν ἐν τῷ ὑγρῷ ἀδύνατον.
因此,呼吸的动物在液体中无法闻到气味;因为必须在呼吸时才能闻到气味,而在液体中进行呼吸是不可能的。
ἔστι δʼ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ, τὸ δὲ ὀσφραντικὸν αἰσθητήριον δυνάμει τοιοῦτον.
气味属于干燥之物,正如味道属于湿润之物,而嗅觉器官在潜能上就是这样的。