§1.5#3(ἐπιζητήσειε δʼ ἄν τις καὶ διὰ τίνʼ αἰτίαν ἡ ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς ζῴοις βελτίων ἐστὶ καὶ ἀθανατωτέρα.
(人们可能还会探究,由于什么原因,空气中的灵魂比动物中的灵魂更为优越且更为不死。
) συμβαίνει δʼ ἀμφοτέριως ἄτοπον καὶ παράλογον· καὶ γὰρ τὸ λέγειν ζῷον τὸ πῦρ ἢ τὸν ἀέρα τῶν παραλογωτέρων ἐστί, καὶ τὸ μὴ λέγειν ζῷα ψυχῆς ἐνούσης ἄτοπον.
)但无论在哪种情况下,都会发生荒谬且不合理的事情;因为,一方面,说火或空气是动物是更为不合理的事情之一,另一方面,在有灵魂存在于其中的情况下,不称它们为动物则是荒谬的。
ὑπολαβεῖν δʼ ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις, ὅτι τὸ ὅλον τοῖς μορίοις ὁμοειδές· ὥστʼ ἀναγκαῖον αὐτοῖς λέγειν καὶ τὴν ψυχὴν ὁμοειδῆ τοῖς μορίοις εἶναι, εἰ τῷ ἀπολαμβάνεσθαί τι τοῦ περιέχοντος ἐν τοῖς ζῴοις ἔμψυχα τὰ ζῷα γίνεται.
他们似乎假定灵魂存在于这些之中,是因为整体与部分是同类的;因此,如果动物是因为周围环境的一部分被吸入并在动物内部被截留而成为有生命的,那么他们就必须说灵魂也与其部分同类。
εἰ δʼ ὁ μὲν ἀὴρ διασπώμενος ὁμοειδής, ἡ δὲ ψυχὴ ἀνομοιομερής, τὸ μέν τι αὐτῆς ὑπάρξει δῆλον ὅτι, τὸ δʼ οὐχ ὑπάρξει.
但是,如果一方面空气被分割时是同类的,而另一方面灵魂是由不同性质的部分组成的,那么显然灵魂的某一部分会存在,而另一部分则不会存在。
ἀναγκαῖον οὖν αὐτὴν ἢ ὁμοιομερῆ εἶναι ἢ μὴ ἐνυπάρχειν ἐν ὁτῳοῦν μορίῳ τοῦ παντός.
因此,灵魂要么是由同类部分组成的,要么就不存在于宇宙的任何一个部分中。
φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε τὸ γινώσκειν ὑπάρχει τῇ ψυχῇ διὰ τὸ ἐκ τῶν στοιχείων εἶναι, οὔτε τὸ κινεῖσθαι αὐτὴν καλῶς οὐδʼ ἀληθῶς λέγεται.
显而易见,从已经说过的话来看,既不因为灵魂是由元素构成的而使认识属于它,人们说它被动员也不是正确或真实的。
ἐπεὶ δὲ τὸ γινώσκειν τῆς ψυχῆς ἐστὶ καὶ τὸ αἰσθάνεσθαί τε καὶ τὸ δοξάζειν, ἔτι δὲ τὸ ἐπιθυμεῖν καὶ βούλεσθαι καὶ ὅλως αἱ ὀρέξεις, γίνεται δὲ καὶ ἡ κατὰ τόπον κίνησις τοῖς ζῴοις ὑπὸ τῆς ψυχῆς, ἔτι δʼ αὔξη τε καὶ ἀκμὴ καὶ φθίσις, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει, καὶ πάση νοοῦμέν τε καὶ αἰσθανόμεθα καὶ κινούμεθα καὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ἢ μορίοις ἑτέροις ἕτερα;
既然认识、感觉和思想属于灵魂,进而欲望、意愿以及总括起来的欲求也是如此,而且空间运动也是由灵魂而在动物中产生的,此外还有生长、繁盛和衰退,那么这些活动中的每一项究竟是属于整个灵魂,即我们是用整个灵魂去思考、感觉、运动,以及做和承受其余的每一件事,还是用不同的部分去做不同的事呢?
καὶ τὸ ζῆν δὴ πότερον ἔν τινι τούτων ἐστίν ἐνὶ ἢ καὶ ἐν πλείοσιν ἢ πᾶσιν, ἢ καὶ ἄλλο τι αἴτιον;
而且,生活究竟是存在于这些之中的某一个里面,还是存在于多个或全部里面,抑或还有其他什么原因?
λέγουσι δή τινες μεριστὴν αὐτήν, καὶ ἄλλῳ μὲν νοεῖν ἄλλῳ δὲ ἐπιθυμεῖν.
的确,有些人说它是可分割的,用一个部分去思考,而用另一个部分去欲望。
τί οὖν δή ποτε συνέχει τὴν ψυχήν, εἰ μεριστὴ πέφυκεν;
那么,如果灵魂在自然上是可分割的,究竟是什么把灵魂维系在一起呢?
οὐ γὰρ δὴ τό γε σῶμα· δοκεῖ γὰρ τοὐναντίον μᾶλλον ἡ ψυχὴ τὸ σῶμα συνέχειν· ἐξελθούσης γοῦν διαπνεῖται καὶ σήπεται.
绝不是身体;因为相反,似乎倒更是灵魂把身体维系在一起;至少,当灵魂离开时,身体就会散气并腐烂。
εἰ οὖν ἕτερόν τι μίαν αὐτὴν ποιεί, ἐκεῖνο μάλιστʼ ἄν εἴη ψυχή.
如果是其他某种东西使它成为一体,那么那个东西最应当是灵魂。
δεήσει δὲ πάλιν κἀκεῖνο ζητεῖν πότερον ἓν ἢ πολυμερές.
但是,对于那个东西,也将需要再次探究它是单一的还是由许多部分组成的。
εἰ μὲν γὰρ ἕν, διὰ τί οὐκ εὐθέως καὶ ἡ ψυχὴ ἕν;
因为如果它是单一的,为什么不直接说灵魂也是单一的呢?
εἰ δὲ μεριστόν, πάλιν ὁ λόγος ζητήσει τί τὸ συνέχον ἐκεῖνο, καὶ οὕτω δὴ πρόεισιν ἐπὶ τὸ ἄπειρον.
但如果是可分割的,论证将再次探究什么维系着那个东西,如此这般就会进行到无限。
ἀπορήσειε δʼ ἄν τις καὶ περὶ τῶν μορίων αὐτῆς, τίνʼ ἔχει δύναμιν ἕκαστον ἐν τῷ σώματι.
人们也可能会关于灵魂的部分提出一个疑问,即每一个部分在身体中具有什么样的能力。
εἰ γὰρ ἡ ὅλη ψυχὴ πᾶν τὸ σῶμα συνέχει, προσήκει καὶ τῶν μορίων ἕκαστον συνέχειν τι τοῦ σώματος.
因为如果整个灵魂维系着整个身体,那么其每一个部分也维系着身体的某个部分,这才是应当的。
τοῦτο δʼ ἔοικεν ἀδυνάτῳ· ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι.
但这似乎是不可能的;因为智性将维系什么样的部分、或者如何维系,这甚至是难以想象的。
φαίνεται δὲ καὶ τὰ φυτὰ διαιρούμενα ζῆν καὶ τῶν ζῴων ἔνια τῶν ἐντόμων, ὡς τὴν αὐτὴν ἔχοντα ψυχὴν τῷ εἴδει, εἰ καὶ μὴ ἀριθμῷ· ἑκάτερον γὰρ τῶν μορίων αἴσθησιν ἔχει καὶ κινεῖται κατὰ τόπον ἐπί τινα χρόνον.
另一方面,植物在被分割时也显然活着,昆虫类动物中的一些也是如此,它们仿佛拥有在种上是相同的、即使在数目上不是相同的灵魂;因为被分割的每一个部分都具有感觉,并能在一定时间内进行空间运动。
εἰ δὲ μὴ διατελοῦσιν, οὐθὲν ἄτοπον· ὄργανα γὰρ οὐκ ἔχουσιν ὥστε σώζειν τὴν φύσιν.
如果它们不能持久生存,这也没什么荒谬的;因为它们没有用以保存其自然本性的器官。
ἀλλʼ οὐδὲν ἧττον ἐν ἑκατέρῳ τῶν μορίων ἅπαντ’ ἐνυπάρχει τὰ μόρια τῆς ψυχῆς, καὶ ὁμοειδῆ ἐστιν ἀλλήλοις καὶ τῇ ὅλη, ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα, τῆς δʼ ὅλης ψυχῆς ὡς οὐ διαιρετῆς οὔσης.
但尽管如此,在每一个部分中都存在着灵魂的所有部分,并且它们彼此之间以及与整个灵魂都是同类的,它们彼此之间是不可分离的,而与整个灵魂则是不可分割的。
ἔοικε δὲ καὶ ἡ ἐν τοῖς φυτοῖς ἀρχὴ ψυχή τις εἶναι· μόνης γὰρ ταύτης κοινωνεῖ καὶ ζῷα καὶ φυτά· καὶ αὕτη μὲν χωρίζεται τῆς αἰσθητικῆς ἀρχῆς, αἴσθησιν δʼ οὐθὲν ἄνευ ταύτης ἔχει.
而植物中的原理似乎也是某种灵魂;因为动物和植物仅分享这一原理;虽然这一原理与感觉原理相分离,但没有这一原理,任何东西都无法拥有感觉。