§1.5#2ἀλλʼ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ στοιχείων οὐσίαν εἶναι καὶ μὴ ποσόν.
但是,从属于数量范畴的元素中产生出实体而不是数量,这是不可能的。
τοῖς δὴ λέγουσιν ἐκ πάντων ταῦτά τε καὶ τοιαῦθʼ ἕτερα συμβαίνει.
因此,对于那些说灵魂由万物构成的人来说,就会发生这些以及其他类似的困难。
ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, αἰσθάνεσθαι δὲ τὸ ὅμοιον τοῦ ὁμοίου καὶ γινώσκειν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὸ δʼ αἰσθάνεσθαι πάσχειν τι καὶ κινεῖσθαι τιθέασιν· ὁμοίως δὲ καὶ τὸ νοεῖν τε καὶ γινώσκειν.
另外,一方面说同类不受同类影响,另一方面又说同类感觉同类、同类通过同类来认识,这也是荒谬的;因为他们假定感觉是某种受动和被动员,对于思考和认识也是同样假定。
πολλὰς δʼ ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ Ἑμπεδοκλῆς, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται, καὶ πρὸς τὸ ὅμοιον, μαρτυρεῖ τὸ νῦν λεχθέν·
至于这种说法(正如恩培多克勒所说,每个事物都是通过身体元素被认识,并且指向同类)包含着许多疑难和不便,刚才所说的话就是明证。
ὅσα γάρ ἐστιν ἐν τοῖς τῶν ζῴων σώμασιν ἁπλῶς γῆς, οἷον ὀστᾶ νεῦρα τρίχες, οὐθενὸς αἰσθάνεσθαι δοκεῖ, ὥστʼ οὐδὲ τῶν ὁμοίων· καίτοι προσῆκεν.
因为在动物身体中纯粹属于土的那些东西,例如骨、腱、毛发,似乎什么都不感觉,因此它们甚至不感觉它们的同类;然而它们本应当感觉的。
ἔτι δʼ ἑκάστῃ τῶν ἀρχῶν ἄγνοια πλείων ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ ἓν ἑκάστη, πολλὰ δʼ ἀγνοήσει· πάντα γὰρ τἆλλα.
此外,对于每个原理来说,无知将多于理解;因为每一个原理都将只认识一个东西,而对许多东西无知,即对所有其他东西无知。
συμβαίνει δʼ Ἐμπεδοκλεῖ γε καὶ ἀφρονέστατον εἶναι τὸν θεόν· μόνος γὰρ τῶν στοιχείων ἓν οὐ γνωριεῖ, τὸ νεῖκος, τὰ δὲ θνητὰ πάντα· ἐκ πάντων γὰρ ἕκαστον.
而且,至少对于恩培多克勒来说,结果是神是最愚蠢的;因为在诸元素中,只有神一个人不认识“争斗”,而凡人却认识所有元素,因为每个人都是由所有元素构成的。
ὅλως τε διὰ τίνʼ αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, ἐπειδὴ πᾶν ἤτοι στοιχεῖον ἢ ἐκ στοιχείου ἑνὸς ἢ πλειόνων ἢ πάντων;
而且一般而言,由于万物要么是元素本身,要么是由一个、几个或所有元素构成,那么为什么并非所有存在的事物都有灵魂呢?
ἀναγκαῖον γάρ ἐστιν ἕν τι γινώσκειν ἢ τινὰ ἢ πάντα.
因为它们必然要认识某一个东西、某些东西或全部东西。
ἀπορήσειε δʼ ἄν· τις καὶ τί ποτʼ ἐστὶ τὸ ἑνοποιοῦν αὐτά·
人们也可能会提出一个疑问:到底是什么使它们统一起来的?
ὕλῃ γὰρ ἔοικε τά γε στοιχεῖα, κυριώτατον δʼ ἐκεῖνο τὸ συνέχον, ὅ τί ποτʼ ἐστίν·
因为元素就像质料,而那维持它们在一起的东西,无论它是什么,才是最具支配性的。
τῆς δὲ ψυχῆς εἶναί τι κρεῖττον καὶ ἄρχον ἀδύνατον· ἀδυνατώτερον δʼ ἔτι τοῦ νοῦ· εὔλογον γὰρ τοῦτον εἶναι προγενέστατον καὶ κύριον κατὰ φύσιν, τὰ δὲ στοιχεῖά φασι πρῶτα τῶν ὄντων εἶνσι.
但是,不可能有任何东西优于并支配灵魂,更不可能优于理智;因为理智在自然上最先存在且具有支配性才是合乎情理的,但他们却说元素是存在物中最先存在的。
πάντες δὲ καὶ οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὰ ὄντα τὴν ψυχὴν ἐκ τῶν στοιχείων λέγοντες αὐτήν, καὶ οἱ τὸ κινητικώτατον, οὐ περὶ πάσης λέγουσι ψυχῆς.
所有那些因认识和感觉存在物而说灵魂由元素构成的人,以及那些说灵魂是最具动员力的人,所说的都不是关于所有的灵魂。
οὔτε γὰρ τὰ αἰσθανόμενα πάντα κινητικά (φαίνεται γάρ εἶναί τινα μόνιμα τῶν ζῴων κατὰ τόπον· καίτοι δοκεῖ γε ταύτην μόνην τῶν κινήσεων κινεῖν ἡ ψυχὴ τὸ ζῷον), ὁμοίως δὲ καὶ ὅσοι τὸν νοῦν καὶ τὸ αἰσθητικὸν ἐκ τῶν στοιχείων ποιοῦσιν·
因为并非所有感觉的事物都是有动员力的(因为动物中似乎有一些在空间上静止不动的,尽管人们认为灵魂仅以这种运动来动员动物)。
φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα αἰσθήσεως, καὶ τῶν ζῴων πολλὰ διάνοιαν οὐκ ἔχειν.
对于那些用元素来制造理智和感觉部分的人来说,也是同样的情况;因为植物似乎在没有分享感觉的情况下生存,而许多动物并不具有理智。
εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδʼ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς.
即使有人让步并把理智设定为灵魂的一个部分,同样也把感觉部分设定为灵魂的一个部分,即使这样,他们也无法普遍地谈论所有的灵魂,也无法谈论任何一个完整的灵魂。
(τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς καλουμένοις ἔπεσι λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπό τῶν ἀνέμων, οὐχ οἶόν τε δὲ τοῖς φυτοῖς τοῦτο συμβαίνειν οὐδὲ τῶν ζῴων ἐνίοις, εἴπερ μὴ πάντα ἀναπνέουσιν· τοῦτο δὲ λέληθε τοὺς οὕτως ὑπειληφότας.
(这同样发生在所谓的俄耳甫斯诗篇里的学说中;因为它说灵魂随着呼吸从宇宙整体中进入,被风所携带,但对于植物和某些动物来说,这是不可能发生的,因为并不是所有的动物都呼吸;而这已经被如此设想的人所忽视了。
) εἴ τε δεῖ τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖν, οὐθὲν δεῖ ἐξ ἁπάντων· ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἐναντιώσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον.
)而且,即使必须由元素来制造灵魂,也完全没有必要由所有的元素来制造;因为对立面的任何一方就足以判断其自身和其对立面。
καὶ γὰρ τῷ εὐθεῖ καὶ αὐτὸ καὶ τὸ καμπύλον γινώσκομεν· κριτὴς γὰρ ἀμφοῖν ὁ κανών, τὸ δὲ καμπύλον οὔθʼ ἑαυτοῦ οὔτε τοῦ εὐθέος.
实际上,我们通过直线来认识它自身和曲线;因为直尺是两者的裁判者,而曲线既不能作为它自身、也不能作为直线的裁判者。
καὶ ἐν τῷ ὅλῳ δέ τινες αὐτὴν μεμῖχθαί φασιν, ὅθεν ἴσως καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν· εἶναι.
而且,有些人说灵魂混杂在整体中,这也许就是泰勒斯认为“万物都充满了神”的原因。
τοῦτο δʼ ἔχει τινὰς ἀπορίας· διὰ τίνα γὰρ αἰτίαν ἐν μὲν τῷ ἀέρι ἢ τῷ πυρὶ οὖσα ἡ ψυχὴ οὐ ποιεῖ ζῷον, ἐν δὲ τοῖς μικτοῖς, καὶ ταῦτα βελτίων ἐν τούτοις εἶναι δοκοῦσα;
但这也有一些疑难;因为由于什么原因,当灵魂在空气或火中时不制造动物,而在混合物中却制造,况且人们还认为灵魂在前者中更为优越?