§1.5#1Συμβαίνει δέ, καθάπερ εἴπομεν, τῇ μὲν ταὐτὸ λέγειν τοῖς σῶμά τι λεπτομερὲς αὐτὴν τιθεῖσι, τῇ δʼ, ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς, ἴδιον τὸ ἄτοπον.
就像我们说过的那样,结果是一方面,他们说了与那些把灵魂设定为某种细微身体的人相同的话,另一方面,就像德谟克利特所说灵魂动员身体一样,产生出了特有的荒谬。
εἴπερ γάρ ἐστιν ἡ ψυχὴ ἐν παντὶ τῷ αἰσθανομένῳ σώματι, ἀναγκαῖον ἐν τῷ αὐτῷ δύο εἶναι σώματα, εἰ σῶμά τι ἡ ψυχή· τοῖς δʼ ἀριθμὸν λέγουσιν, ἐν τῇ μιᾷ στιγμῇ πολλὰς στιγμάς, ἢ πᾶν σῶμα ψυχὴν ἔχειν, εἰ μὴ διαφέρων τις ἀριθμὸς ἐγγίνεται καὶ ἄλλος τις τῶν ὑπαρχουσῶν ἐν τοῖς σώμασι στιγμῶν.
因为,如果灵魂存在于每一个具有感觉的身体中,那么在同一个地方就必然存在两个身体(如果灵魂是某种身体的话);而对于那些称灵魂为数的人来说,要么在一个点中存在许多个点,要么所有的身体都具有灵魂,除非在身体中产生出某种不同的数以及某种不同于身体中已存在之点的东西。
συμβαίνει τε κινεῖσθαι τὸ ζῷον ὑπὸ τοῦ ἀριθμοῦ, καθάπερ καὶ Δημόκριτον αὐτὸ ἔφαμεν κινεῖν· τί γὰρ διαφέρει σφαίρας λέγειν μικρὰς ἢ μονάδας μεγάλας, ἢ ὅλως μονάδας φερομένας;
而且,动物被数所动员,正如我们说过德谟克利特使它动员一样;因为说微小的球体,还是说巨大的单位,或者说一般在运动着的单位,又有什么区别呢?
ἀμφοτέρως γὰρ ἀναγκαῖον κινεῖν τὸ ζῷον τῷ κινεῖσθαι ταύτας.
因为无论哪种方式,由于这些在运动,动物都必然在运动。
τοῖς δὴ συμπλέξασιν εἰς τὸ αὐτὸ κίντησιν καὶ ἀριθμόν ταῦτά τε συμβαίνει καὶ πολλὰ ἕτερα τοιαῦτα· οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς ἀδύνατον τοιοῦτον εἶναι, ἀλλὰ καὶ συμβεβηκός.
对于那些将运动和数结合为同一物的人来说,这些情况以及许多其他类似的情况都会发生;因为这样的定义不仅不可能成为灵魂的定义,而且也不可能成为解释其附带属性的定义。
δῆλον δʼ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς, λύπας, ὅσα ἄλλα τοιαῦτα· ὥσπερ γὰρ εἴπομεν πρότερον, οὐδὲ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν.
如果有人试图根据这一学说来解释灵魂的受动状态和活动,例如推论、感觉、快乐、痛苦以及所有其他类似的事情,这就会变得很明显;因为正如我们之前所说,甚至连根据它们来进行推测也并不容易。
τριῶν δὲ τρόπων παραδεδομένων καθʼ οὓς ὁρίζονται τὴν ψυχήν, οἱ μὲν τὸ κιντητικώτατον ἀπεφήναντο τῷ κινεῖν ἑαυτό, οἱ δὲ σῶμα τὸ λεπτομερέστατον ἢ τὸ ἀσωματώτατον τῶν ἄλλων.
在流传下来的定义灵魂的三种方式中,一些人通过其自我运动而表明它是最具动员力的,另一些人则表明它是最细微的身体,或是其他事物中最无身体性。
ταῦτα δὲ τίνας ἀπορίας τε καὶ ὑπεναντιώσεις ἔχει, διεληλύθαμεν σχεδόν.
这些观点包含哪些疑难和矛盾,我们已经差不多讨论完毕。
λείπεται δʼ ἐπισκέψασθαι πῶς λέγεται τὸ ἐκ τῶν στοιχείων αὐτὴν εἶναι.
剩下的则是要考察,关于灵魂由元素构成的说法是如何被表述的。
λέγουσι μὲν γάρ, ἵνʼ αἰσθάνηταί τε τῶν ὄντων καὶ ἕκαστον γνωρίζῃ, ἀναγκαῖον δὲ συμβαίνειν πολλὰ καὶ ἀδύνατα τῷ λόγῳ.
因为他们这样说,是为了使它能够感觉存在的事物并认识每一个事物,但在这一学说中必然会产生许多不可能的结果。
τίθενται γὰρ γνωρίζειν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἂν εἰ τὴν ψυχὴν τὰ πράγματα τιθέντες.
因为他们设定同类被同类所认识,就好像他们把灵魂设定为事物本身一样。
οὐκ ἔστι δὲ μόνα ταῦτα, πολλὰ δὲ καὶ ἕτερα, μᾶλλον δʼ ἴσως ἄπειρα τὸν ἀριθμὸν τὰ ἐκ τούτων.
然而,存在的事物并不只有这些[元素],还有许多其他的事物,或者说,由这些元素构成的、在数量上也许是无限的事物。
ἐξ ὧν μὲν οὖν ἐστιν ἕκαστον τούτων, ἔστω γινώσκειν τὴν ψυχὴν καὶ αἰσθάνεσθαι· ἀλλὰ τὸ σύνολον τίνι γνωριεῖ ἢ αἰσθήσεται, οἷον τί θεὸς ἢ ἄνθρωπος ἢ σὰρξ ἢ ὀστοῦν;
因此,且让我们假定,灵魂认识并感觉这些事物中每一个是由什么组成的;但它将用什么来认识或感觉其结合的整体,例如什么是神、什么是人、什么是肉、什么是骨?
ὁμοίως δὲ καὶ ἄλλο ὃτιοῦν τῶν συνθέτων· οὐ γὰρ ὁπωσοῦν ἔχοντα τὰ στοιχεῖα τούτων ἕκαστον, ἀλλὰ λόγῳ τινὶ καὶ συνθέσει, καθάπερ φησὶ καὶ Ἐμπεδοκλῆς τὸ ὀστοῦν· ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισιν
τὼ δύο τῶν ὀκτώ μερέων λάχε νήστιδος αἴγλης,
τέσσαρα δʼ Ἡφαίστοιο· τὰ δʼ ὀστέα λευκὰ γένοντο.
同样地,对于任何其他复合之物也是如此;因为这些元素并非以任意的方式构成这些事物中的每一个,而是根据某种比例和结合,正如恩培多克勒谈到骨时所说: “而悦人的大地在它宽阔胸膛的坩埚中,从不饥的辉光中获得了八份中的两份,从赫菲斯托斯那里获得了四份;于是白骨诞生了。
οὐδὲν οὖν ὄφελος ἐνεῖναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ, εἰ μὴ καὶ οἱ λόγοι ἐνέσονται καὶ ἡ σύνθεσις· γνωριεῖ γὰρ ἕκαστον τὸ ὅμοιον, τὸ δʼ ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐθέν, εἰ μὴ καὶ ταῦτʼ ἐνέσται.
” 因此,如果比例和结合不同时存在于灵魂中,那么元素存在于灵魂中便毫无用处;因为每一个元素虽然会认识其同类,但却绝不会认识骨或人,除非这些也存在于灵魂中。
τοῦτο δʼ ὅτι ἀδύνατον, οὐθὲν δεῖ λέγειν· τίς γὰρ ἄν ἀπορήσειεν εἰ ἔνεστιν ἐν τῇ ψυχῇ λίθος ἢ ἄνθρωπος;
但这绝不可能,无需多言;因为谁会怀疑灵魂中是否存在石头或人呢?
ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν· τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῶν ἄλλων.
同样,关于善和非善,以及关于其他事物,也是同样的方法。
ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος (σημαίνει γὰρ τὸ μὲν τόδε τι, τὸ δὲ ποσόν ἢ ποιὸν ἢ καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον ἐξ ἀπάντων ἔσται ἡ ψυχὴ ἢ οὔ;
此外,既然“存在”有多种意义(因为它指代“这个”[实体]、数量、质量,或者已被划分的其他范畴之一),那么灵魂是由所有这些范畴构成的,还是不是呢?
ἀλλʼ οὐ δοκεῖ κοινὰ πάντων εἶναι στοιχεῖα.
但是,似乎不存在所有范畴共有的元素。
ἆρʼ οὖν ὅσα τῶν οὐσιῶν, ἐκ τούτων μόνον;
那么,它是仅由那些属于实体的元素构成的吗?
πῶς οὖν γινώσκει καὶ τῶν ἄλλων ἕκαστον;
如果是这样,它又如何认识其他范畴中的每一个呢?
ἢ φήσουσιν ἑκάστου γένους εἶναι στοιχεῖα καὶ ἀρχὰς ἰδίας, ἐξ ὧν τὴν ψυχὴν συνεστάναι;
或者,他们会说每个属都有其特有的元素和原理,灵魂正是由这些构成的?
ἔσται ἄρα ποσὸν καὶ ποιὸν καὶ οὐσία.
那么,灵魂就将既是数量、又是质量,且是实体。