Humanitext Reader

亚里士多德 · 论灵魂 §1.4#2

理智的不灭性与灵魂为自动数说之批判

第 8 段,共 43 段 · 希腊语

内容简介

亚里士多德论证了理智是一种不可毁灭的实体,老年时感觉的衰退并不是灵魂本身受动。随后,他批判了将灵魂视为“自我运动的数”的观点,指出了关于单位(单子)和点的运动在几何学和物理学上的各种荒谬结论。

§1.4#2ὁ δὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα, καὶ οὐ φθείρεσθαι.
而理智似乎作为某种实体产生于我们之中,且不会被毁灭。
μάλιστα γὰρ ἐφθείρετʼ ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως, νῦν δʼ ὥσπερ ἐπὶ τῶν αἰσθητηρίων συμβαίνει· εἰ γὰρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι ἂν ὥσπερ καὶ ὁ νέος.
因为,如果它被毁灭,最主要是由于老年时的衰退,但实际上,情况正如在感觉器官那里所发生的一样;因为如果老年人能获得某种特定的眼睛,他就会像年轻人一样看。
ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχήν τι πεπονθέναι, ἀλλʼ ἐν ᾧ, καθάπερ ἐν μέθαις καὶ νόσοις.
所以,老年并不是因为灵魂遭受了某种影响,而是因为灵魂所处其中的器官[身体]遭受了影响,就像在醉酒和生病时一样。
καὶ τὸ νοεῖν δὴ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς ἔσω φθειρομένου, αὐτὸ δὲ ἀπαθές ἐστιν.
因此,思考和观照也因为内部其他某物的消灭而衰退,而理智自身则是无受动性的。
τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη, ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο, ᾗ ἐκεῖνο ἔχει.
然而,推论以及爱或恨,并不是理智的受动状态,而是这个拥有理智的主体的受动状态,在此主体拥有理智的限度内。
διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ κοινοῦ, ὃ ἀπόλωλεν· ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστιν.
因此,当这个主体毁灭时,它既不记忆也不爱;因为这些并不属于那个理智,而属于那个已经毁灭的共同主体;而理智本身也许是某种更神圣且无受动性的东西。
ὅτι μὲν οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν ἐκ τούτων· εἰ δʼ ὅλως μὴ κινεῖται, δῆλον ὡς οὐδʼ ὑφʼ ἑαυτῆς.
因此,灵魂不可能运动,这从前文已很明显;而如果它根本不运动,显然它也不会被自身动员。
πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθʼ ἑαυτόν· ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἴδια δʼ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν.
而在已提及的观点中,最不合理的莫过于说灵魂是一个自我运动的数;因为他们首先面临着因运动而产生的各种不可能的后果,特别是面临着因称灵魂为数而产生的特有后果。
πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην, καὶ ὑπὸ τίνος, καὶ πῶς, ἀμερῆ καὶ ἀδιάφορον οὖσαν;
因为,一个无部分且无差别的单位(单子)在运动,这究竟该如何理解,由什么引起,又如何进行?
ᾗ γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ.
因为在作为动员者和被动员者方面,它们必须有所不同。
ἔτι δʼ ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων κινήσεις γραμμαὶ ἔσονται· ἡ γὰρ στιγμὴ μονάς ἐστι θέσιν ἔχουσα, ὁ δʼ ἀριθμὸς τῆς ψυχῆς ἤδη πού ἐστι καὶ θέσιν ἔχει.
此外,既然他们说线运动产生面,点运动产生线,那么单位的运动也将产生线;因为点是具有位置的单位,而灵魂的数也已经在某处并具有位置。
ἔτι δʼ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃ τις ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· τὰ δὲ φυτὰ καὶ τῶν ζῴων πολλὰ διαιρούμενα ζῇ καὶ δοκεῖ τὴν αὐτὴν ψυχὴν ἔχειν τῷ εἴδει.
再者,如果从一个数中减去一个数或一个单位,还剩下另一个数;但是植物和许多动物在被分割后仍能存活,并且似乎拥有种属相同的灵魂。
δόξειε δʼ ἂν οὐθὲν διαφέρειν μονάδας λέγειν ἢ σωμάτια μικρά· καὶ γὰρ ἐκ τῶν Δημοκρίτου σφαιρίων ἐὰν γένωνται στιγμαί, μόνον δὲ μένῃ τὸ ποσόν, ἔσται τι ἐν αὐτῷ τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, ὥσπερ ἐν τῷ συνεχεῖ· οὐ γὰρ διὰ τὸ μεγέθει διαφέρειν ἢ μικρότητι συμβαίνει τὸ λεχθέν, ἀλλʼ ὅτι ποσόν· διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσον τὰς μονάδας.
此外,说单位还是说微小躯体似乎并无区别;因为即使从德谟克利特的球体[原子]中产生出点,而仅保留其数量,在其中也必然有某种东西在动员,某种东西在被动员,就像在连续体中一样;因为所说的情况发生,并非由于大小或细微的差别,而是因为它是数量;因此必然存在某种动员单位的东西。
εἰ δʼ ἐν τῷ ζῴῳ τὸ κινοῦν ἡ ψυχή, καὶ ἐν τῷ ἀριθμῷ, ὥστε οὐ τὸ κινοῦν καὶ τὸ κινούμενον ἡ ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον.
但是,如果在动物中动员者是灵魂,在数中也是如此,那么灵魂就不仅是动员者和被动员者,而仅仅是动员者。
ἐνδέχεται δὲ δὴ πῶς μονάδα ταύτην εἶναι;
然而,这究竟如何可能是单位呢?
δεῖ γὰρ ὑπάρχειν τινὰ αὐτῇ διαφορὰν πρὸς τὰς ἄλλας, στιγμῆς δὲ μοναδικῆς τίς ἂν εἴη διαφορὰ πλὴν θέσις;
因为它必须拥有与其它单位的某种区别,而对于单子性的点,除了位置之外,还能有什么区别呢?
εἰ μὲν οὖν εἰσὶν ἕτεραι αἱ ἐν τῷ σώματι μονάδες καὶ αἱ στιγμαί, ἐν τῷ αὐτῷ ἔσονται αἱ μονάδες· καθέξει γὰρ χώραν στιγμῆς.
因此,如果身体中的单位与点是不同的,那么单位将处于与点相同的位置;因为单位将占据点的空间。
καίτοι τί κωλύει ἐν τῷ αὐτῷ εἶναι, εἰ δύο, καὶ ἀπείρους;
然而,如果两个可以处于相同位置,又有什么能阻止无限个处于相同位置呢?
ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτά.
因为那些位置不可分割的东西,它们自身也是不可分割的。
εἰ δʼ αἱ ἐν τῷ σώματι στιγμαὶ ὁ ἀριθμός ὁ τῆς ψυχῆς, ἢ εἰ ὁ τῶν ἐν τῷ σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, διὰ τί οὐ πάντα ψυχὴν ἔχουσι τὰ σώματα;
但是,如果身体中的点是灵魂的数,或者说身体中的点的数是灵魂,那么为什么不是所有的身体都拥有灵魂呢?
στιγμαὶ γὰρ ἐν ἅπασι δοκοῦσιν εἶναι καὶ ἄπειροι.
因为点似乎存在于一切事物中,而且是无限的。
ἔτι δὲ πῶς οἷόν τε χωρίζεσθαι τὰς στιγμὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, εἴ γε μὴ διαιροῦνται αἱ γραμμαὶ εἰς στιγμάς;
此外,如果线不能被分割为点,点又如何可能从身体中分离并解放出来呢?

词汇与语法注释

  1. 408b15ὁ δὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα — 阴性单数主格现在分词 οὖσα 由于同化作用(attraction),在性上与谓语名词 οὐσία(阴性)一致,而不是与主语 ὁ νοῦς(阳性)一致。其意为“理智似乎是作为某种实体而产生的”。
  2. 408b20ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχήν τι πεπονθέναι, ἀλλʼ ἐν ᾧ — ἀλλʼ ἐν ᾧ 是 ἀλλὰ τῷ ἐν ᾧ [τὴν ψυχήν τι πεπονθέναι](或 ἀλλὰ τῷ τὸ ἐν ᾧ τι πεπονθέναι)的省略。意为“因此,老衰并不是因为灵魂受动(遭受了某种影响),而是因为灵魂所处其中的器官(即身体)受动”。
  3. 408b25ᾗ ἐκεῖνο ἔχει — ᾗ 是关系副词,意为“在……的限度内”或“以……的方式”。ἐκεῖνο 指代理智(ὁ νοῦς),整句意为“在此主体拥有它(理智)的限度内”。
  4. 409a10τὰ δὲ φυτὰ καὶ τῶν ζῴων πολλὰ διαιρούμενα ζῇ — 指植物和某些动物即使被分割后也依然能够存活的现象。这是用以反驳“灵魂是数(不可分割的单位的集合)”的论据:如果是数,分割会导致数值改变,从而改变其属,但实际上分割后的部分仍保持着同种的灵魂。

引用这一段

亚里士多德, 论灵魂 §1.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:1.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。