§1.4#1Καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς, πιθανὴ μὲν πολλοῖς οὐδεμιᾶς ἧττον τῶν λεγομένων, λόγον δʼ ὥσπερ εὐθύνοις δεδωκυῖα κἀν τοῖς ἐν κοινῷ γινομένοις λόγοις.
关于灵魂,还流传着另一种学说,它对许多人来说不亚于已提及的任何学说,而且在公共讨论中也提交了说明,仿佛是对审计官做账目报告一样。
ἁρμονίαν γάρ τινα αὐτὴν λέγουσι· καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν ἐναντίων εἶναι, καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων.
因为他们说,灵魂是某种和谐;因为他们认为和谐是相反者的混合与结合,而身体也是由相反者组成的。
καίτοι γε ἡ μὲν ἁρμονία λόγος τίς ἐστι τῶν μιχθέντων ἢ σύνθεσις, τὴν δὲ ψυχὴν οὐδέτερον οἷόν τʼ εἶναι τούτων.
然而,和谐是混合物的一定比例或结合,而灵魂不可能属于这两者中的任何一个。
ἔτι δὲ τὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας, ψυχῇ δὲ τπάντες ἀπονέμουσι τοῦτο μάλισθʼ ὡς εἰπεῖν.
此外,动员并非和谐的特征,而对于灵魂,几乎所有人最主要都赋予其这一特征。
ἁρμόζει δὲ μᾶλλον καθʼ ὑγιείας λέγειν ἁρμονίαν, καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν, ἢ κατὰ ψυχῆς.
相比于灵魂,将和谐用于说明健康,以及一般地说明身体的德性更为合适。
φανερώτατον δʼ εἴ τις ἀποδιδόναι πειραθείη τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἁρμονίᾳ τινί· χαλεπὸν γὰρ ἐφαρμόζειν.
如果有人试图将灵魂的受动状态和功能归结于某种和谐,这将是最显而易见的;因为要使其契合是困难的。
ἔτι δʼ εἰ λέγομεν τὴν ἁρμονίαν εἰς δύο ἀποβλέποντες, κυριώτατα μέν, τῶν μεγεθῶν ἐν τοῖς ἔχουσι κίνησιν καὶ θέσιν, τὴν· σύνθεσιν αὐτῶν, ἐπειδὰν οὕτω συναρμόζωσιν ὥστε μηδὲν συγγενὲς παραδέχεσθαι, ἐντεῦθεν δὲ καὶ τὸν τῶν μεμιγμένων λόγον, οὐδετέρως μὲν οὖν εὔλογον, ἡ δὲ σύνθεσις τῶν τοῦ σώματος μερῶν λίαν εὐεξέταστος.
此外,如果我们考虑到两点而使用“和谐”一词:最本真的意义上,是指在具有运动和位置的事物中,其量度的结合,当它们紧密结合到在其间不能容纳任何同类物时,以及由此派生出的,混合物的比例;然而,无论在哪种意义上,这都是不合理的。 而身体部分的结合作为灵魂,则是极易检验的。
πολλαί τε γὰρ αἱ συνθέσεις τῶν μερῶν καὶ πολλαχῶς· τίνος οὖν ἢ πῶς ὑπολαβεῖν τὸν νοῦν χρὴ σύνθεσιν εἶναι, ἢ καὶ τὸ αἰσθητικόν ἢ ὀρεκτικόν;
因为部分的结合有许多,且以多种方式进行;那么,应当认为理智,或者感觉能力、欲求能力,是什么部分的、或是如何形成的结合呢?
ὁμοίως δὲ ἄτοπον καὶ τὸ τόν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν· οὐ γὰρ τὸν αὐτὸν ἔχει λόγον ἡ μίξις τῶν στοιχείων· καθʼ ἥν σὰρξ καὶ καθʼ ἥν ὀστοῦν.
同样,认为灵魂是混合的比例也是荒谬的;因为元素的混合,在形成肉和形成骨时并没有相同的比例。
συμβήσεται οὖν πολλάς τε ψυχὰς ἔχειν καὶ κατὰ πᾶν τὸ σῶμα, εἴπερ πάντα μὲν ἐκ τῶν στοιχείων μεμιγμένων, ὁ δὲ τῆς μίξεως λόγος ἁρμονία καὶ ψυχή.
因此,如果所有的部分都是由混合的元素构成的,且混合的比例就是和谐与灵魂,那么结果将是[一个人]拥有许多灵魂,而且遍布整个身体。
(ἀπαιτήσειε δʼ ἄν τις τοῦτό γε καὶ παρʼ Ἐμπεδοκλέους· ἕκαστον γὰρ αὐτῶν λόγῳ τινί φησιν εἶναι· πότερον οὖν ὁ λόγος ἐστὶν ἡ ψυχή, ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μέρεσιν;
(这一点也可以向恩培多克勒质问;因为他说它们中的每一个都是通过某种比例存在的;那么,是这个比例本身就是灵魂,还是说灵魂作为与此不同的某种东西产生于这些部分之中?
ἔτι δὲ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατὰ τόν λόγον, καὶ αὕτη πότερον ὁ λόγος ἐστὶν ἢ παρὰ τὸν λόγον ἕτερόν τι;
再者,友爱是任意混合的原因,还是符合比例的混合的原因? 而这友爱本身是比例,还是比例之外的其他东西?
) ταῦτα μὲν οὖν ἔχει τοιαύτας ἀπορίας.
)因此,这些事情存在着这样的困难。
εἰ δʼ ἐστίν ἕτερον ἡ ψνχὴ τῆς μίξεως, τί δή ποτε ἅμα τὸ σαρκὶ εἶναι ἀναιρεῖται καὶ τό τοῖς ἄλλοις μορίοις τοῦ ζῴου;
但如果灵魂与混合不同,那么当灵魂消逝时,为什么“肉之为其肉”与动物其他部分的存在会同时毁灭呢?
πρός δὲ τούτοις εἴπερ μὴ ἕκαστον τῶν μορίων ψνχὴν ἔχει, εἰ μὴ ἔστιν ἡ ψυχὴ ὁ λόγος τῆς μίξεως, τί ἐστιν ὅ φθείρεται τῆς ψυχῆς ἀπολιπούσης;
此外,如果并非每个部分都拥有灵魂,且如果灵魂不是混合的比例,那么当灵魂离开时,被毁灭的东西究竟是什么?
ὅτι μὲν οὖν οὔθʼ ἁρμονίαν οἷόν τʼ εἶναι τὴν ψυχὴν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων.
因此,灵魂既不能是和谐,也不能作圆周运动,这从前文所言已很明显。
κατὰ συμβεβηκός δὲ κινεῖσθαι, καθάπερ εἴπομεν, ἔστι καὶ κι· νεῖν ἑαυτήν, οἶον κινεῖσθαι μὲν ἐν ᾧ ἐστι, τοῦτο δὲ κινεῖσθαι ὑπὸ τῆς ψυχῆς· ἄλλως δʼ οὐχ οἷόν τε κινεῖσθαι κατὰ τόπον αὐτήν.
但是,正如我们所说,它伴随性地运动并动员自身是可能的——例如,它所在的东西运动,而这东西是由灵魂动员的;但在其他方面,它自身不可能在空间上运动。
εὐλογώτερον δʼ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης, εἰς τὰ τοιαῦτα ἀποβλέψας.
但是,如果有人注意到以下的事情,就会更合理地对灵魂处于运动中提出质疑。
φαμὲν γὰρ τὴν ψυχὴν λυπεῖσθαι χαίρειν, θαρρεῖν φοβεῖσθαι, ἔτι δὲ ὀργίζεσθαί τε καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ πάντα κινήσεις εἶναι δοκοῦσιν.
因为我们说,灵魂会痛苦、快乐、勇敢、恐惧,此外还会发怒、感觉和思考;而所有这些似乎都是运动。
ὅθεν οἰηθείη τις ἂν αὐτὴν κινεῖσθαι· τὸ δʼ οὐκ ἔστιν ἀναγκαῖον.
由此,有人可能会认为它自身在运动;但这并不是必然的。
εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι κινήσεις εἰσί, καὶ ἕκαστον κινεῖσθαι τούτων, τὸ δὲ κινεῖσθαί ἐστιν ὑπὸ τῆς ψυχῆς, οἷον τὸ ὀργίζεσθαι ἢ φοβεῖσθαι τὸ τὴν καρδίαν ὡδὶ κινεῖσθαι, τὸ δὲ διανοεῖσθαι ἢ τὸ τοῦτο ἴσως ἢ ἕτερόν τι, τούτων δὲ συμβαίνει τὰ μὲν κατὰ φορὰν τινῶν κινουμένων, τὰ δὲ κατʼ ἀλλοίωσιν (ποῖα δὲ καὶ πῶς, ἕτερός ἐστι λόγος)— τὸ δὴ λέγειν ὀργίζεσθαι τὴν ψυχὴν ὅμοιον κἂν εἴ τις λέγοι τὴν ψυχὴν ὑφαίνειν ἢ οἰκοδομεῖν· βέλτιον γὰρ ἴσως μὴ λέγειν τὴν ψυχὴν ἐλεεῖν ἢ μανθάνειν ἢ διανοεῖσθαι, ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ· τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης, ἀλλʼ ὁτὲ μὲν μέχρι ἐκείνης, ὁτὲ δʼ ἀπʼ ἐκείνης, οἷον ἡ μὲν αἴσθησις ἀπὸ τωνδί, ἡ δʼ ἀνάμνησις ἀπʼ ἐκείνης ἐπὶ τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς.
因为,即使痛苦、快乐或思考在最大程度上是运动,且这些状态中的每一个都是在运动,而这一运动是由灵魂引起的(例如,发怒或恐惧是心脏以这种方式运动,而思考也许是这个或别的什么东西在运动,而这些运动中,有些作为某些事物的位移运动发生,有些作为质变发生——至于是什么类型以及如何发生,那是另一个讨论)——那么,说灵魂发怒,就类似于说灵魂在织布或盖房;因为也许最好不要说灵魂在怜悯、学习或思考,而应当说人“通过”灵魂如此;而且这并不是因为运动在灵魂之中,而是有时运动达到它,有时运动源于它,例如感觉源于这些外物,而回忆则源于灵魂,导向感觉器官中的运动或静止。