§1.3#2τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Τίμαιος φυσιολογεῖ τὴν ψυχὴν κινεῖν τὸ σῶμα· τῷ γὰρ κινεῖσθαι αὐτὴν καὶ τὸ σῶμα κινεῖν διὰ τὸ συμπεπλέχθαι πρὸς αὐτό.
同样地,蒂迈欧也自然学地解释说,灵魂动员身体;因为由于它自身运动,所以它也动员身体,因为它与身体交织在一起。
συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικούς ἀριθμούς, ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχη καὶ τὸ πᾶν φέρηται συμφώνους φοράς, τὴν εὐθυωρίαν εἰς κύκλον κατέκαμψεν· καὶ διελὼν ἐκ τοῦ ἑνὸς δύο κύκλους δισσαχῇ συνημμένους πάλιν τὸν ἕνα διεῖλεν εἰς ἑπτὰ κύκλους, ὡς οὔσας τὰς τὸῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις.
因为,[造物主]将它由元素构成,并按照和谐的数目加以分割,以便它既能具有对和谐的先天感觉,且让整个宇宙以和谐的轨道运行,从而将它的直线弯曲成圆圈;并且,他把那单一的一个分割成在两处相连的两个圆圈,又将其中一个再次分割成七个圆圈,就好像将天体的运行视为灵魂的运动一样。
πρῶτον μὲν οὖν οὐ καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος εἶναι· τὴν γὰρ τοῦ παντὸς δῆλον ὅτι τοιαύτην εἶναι βούλεται οἷόν ποτʼ ἐστὶν ὁ καλούμενος νοῦς (οὐ γὰρ δὴ οἷόν γʼ ἡ αἰσθητική, οὐδʼ οἷον ἡ ἐπιθυμητική· τούτων γὰρ ἡ κίνησις οὐ κυκλοφορία)· ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς ὥσπερ καὶ ἡ νόησις· ἡ δὲ νόησις τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἕν, ὡς ὁ ἀριθμός, ἀλλʼ οὐχ ὡς τὸ μέγεθος· διόπερ οὐδʼ ὁ νοῦς οὕτω συνεχής, ἀλλʼ ἤτοι ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής.
首先,说灵魂是一个量是不对的;因为他显然希望宇宙的灵魂是像那被称为理智的东西一样(因为这肯定不像感觉灵魂,也不像欲望灵魂;因为这些灵魂的运动并不是圆周运动);而理智是单一且连续的,就像思维一样;思维就是那些思想;而这些思想是通过顺次相联而合一的,如同数目,而不是如同一个量;因此,理智也不是以这种方式连续的,而是要么无部,要么不作为一个量而连续。
πῶς γὰρ δὴ καὶ νοήσει, μέγεθος ὤν;
因为,作为一个量,它究竟如何进行思维呢?
πότερον ὁτῳοῦν τῶν μορίων τῶν αὑτοῦ, μορίων δʼ ἤτοι κατὰ μέγεθος ἢ κατὰ στιγμήν, εἰ δεῖ καὶ τοῦτο μόριον εἰπεῖν;
它是用它自身的任何一个部分去思维吗? 而这里的“部分”是指按量度划分的部分,还是按点划分的部分(如果这也应该被称为“部分”的话)?
εἰ μὲν οὖν κατὰ στιγμήν, αὗται δʼ ἄπειροι, δῆλον ὡς οὐδέποτε διέξεισιν· εἰ δὲ κατὰ μέγεθος, πολλάκις ἢ ἀπειράκις νοήσει τὸ αὐτό.
如果按点来算,而点是无限的,显然它将永远无法遍历它们;如果按量度来算,它将多次或无限次地思维同一个对象。
φαίνεται δὲ καὶ ἅπαξ ἐνδεχόμενον.
但看起来一次也是可以实现的。
εἰ δʼ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κύκλῳ κινεῖσθαι, ἢ καὶ ὅλως μέγεθος ἔχειν;
如果只需以任何一个部分接触就足够了,那为什么还要作圆周运动,或者根本为什么要具有量度呢?
εἰ δʼ ἀναγκαῖον νοῆσαι τῷ ὅλῳ κύκλῳ θιγόντα, τίς ἐστιν ἡ τοῖς μορίοις θίξις;
但如果必须由整个圆圈接触来进行思维,那么各个部分的接触又是怎么回事?
ἔτι δὲ πῶς νοήσει τὸ μεριστόν ἀμερεῖ ἢ τὸ ἀμερὲς μεριστῷ;
再者,它如何用无部分的东西去思维有部分的东西,或者用有部分的东西去思维无部分的东西呢?
ἀναγκαῖον δὲ τὸν νοῦν εἶναι τὸν κύκλον τοῦτον· νοῦ μὲν γὰρ κίντησις νόησις, κύκλου δὲ περιφορά· εἰ οὖν ἡ νόησις περιφορά, καὶ νοῦς ἂν εἴη ὁ κύκλος οὗ ἡ τοιαύτη περιφορὰ νόησις.
而理智必须是这个圆圈;因为理智的运动是思维,而圆圈的运动是旋转;如果思维是旋转,那么理智就是那以这种旋转为思维的圆圈。
ἀεὶ δὲ δὴ τί νοήσει (δεῖ γάρ, εἴπερ ἀΐδιος ἡ περιφορά);
那么它究竟会一直思维什么呢(因为如果旋转是永恒的,它就必须一直思维)?
τῶν μὲν γὰρ πρακτικῶν νοήσεων ἔστι πέρατα (πᾶσαι γὰρ ἑτέρου χάριν), αἱ δὲ θεωρητικαὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται· λόγος δὲ πᾶς ὁρισμὸς ἢ ἀπόδειξις·
因为实践性的思维是有终点的(因为它们都是为了他物),而理论性的思维也同样由论证所限定;而一切论证要么是定义,要么是证明。
ἡ μὲν οὖν ἀπόδειξις καὶ ἀπʼ ἀρχῆς καὶ ἔχουσά πως τέλος, τὸν συλλογισμὸν ἢ τὸ συμπέρασμα (εἰ δὲ μὴ περατοῦνται, ἀλλʼ οὐκ ἀνακάμπτουσί γε πάλιν ἐπʼ ἀρχήν, προσλαμβάνουσαι δʼ ἀεὶ μέσον καὶ ἄκρον εὐθυποροῦσιν· ἡ δὲ περιφορὰ πάλιν ἐπʼ ἀρχὴν ἀνακάμπτει)· οἱ δʼ ὁρισμοὶ πάντες πεπερασμένοι.
证明既始于起点,又在某种程度上具有终点,即推论或结论(即便它们没有终点,至少它们不会再折回到起点,而是总是通过引入中项和外项而直行;而旋转则是折回到起点的);而定义全都是有限的。
ἔτι εἰ ἡ αὐτὴ περιφορὰ πολλάκις, δεήσει πολλάκις νοεῖν τὸ αὐτό, ἔτι δʼ ἡ νόησις ἔοικεν ἠρεμήσει τινὶ καὶ ἐπιστάσει μᾶλλον ἢ κινήσει· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ συλλογισμός.
此外,如果同一个旋转重复多次,就必须多次思维同一个事物。 而且,思维似乎更像是一种静止和停顿,而不是运动;推论也是如此。
ἀλλὰ μὴν οὐδὲ μακάριόν γε τὸ μὴ ῥᾴδιον ἀλλὰ βίαιον· εἰ δʼ ἐστὶν ἡ κίνησις αὐτῆς ᾗ οὐσία, παρὰ φύσιν ἂν κινοῖτο.
此外,那不易且被迫的东西绝不是幸福的;而如果运动是它的本质,它就会违反本性地运动。
ἐπίπονον δὲ καὶ τὸ μεμῖχθαι τῷ σώματι μὴ δυνάμενον ἀπολυθῆναι, καὶ προσέτι φευκτόν, εἴπερ βέλτιον τῷ νῷ μὴ μετὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς συνδοκεῖ.
而且,无法解脱地与身体相混合是痛苦的,更是应该避免的,如果对于理智而言,不与身体在一起确实更好,正如通常所说且为许多人所赞同的那样。
ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία· οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι, ἀλλὰ κατὰ συμβεβηκὸς οὕτω κινεῖται, οὔτε τὸ σῶμα αἴτιον, ἀλλʼ ἡ ψυχὴ μᾶλλον ἐκείνῳ.
而天体作圆周运动的原因也是不明的;因为既不是灵魂的本质导致了它作圆周运动——相反,它是附带地这样运动的——也不是身体是其原因,反而更应当是灵魂作为身体作圆周运动的原因。
ἀλλὰ μὴν οὐδʼ ὅτι βέλτιον λέγεται· καίτοι γʼ ἐχρῆν διὰ τοῦτο τὸν θεὸν· κύκλῳ ποιεῖν φέρεσθαι τὴν ψυχήν, ὅτι βέλτιον αὐτῇ τὸ κινεῖσθαι τοῦ μένειν, κινεῖσθαι δʼ οὕτως ἢ ἄλλως.
而且,也没有人说这是因为这样做更好;然而,神正是应该为此原因而使灵魂作圆周运动,即因为运动对它来说比静止更好,且以这种方式运动比以其他方式更好。
ἐπεὶ δʼ ἐστὶν ἡ τοιαύτη σκέψις ἑτέρων λόγων οἰκειοτέρα, ταύτην μὲν ἀφῶμεν τὸ νῦν.
但是,由于这种考察更适合在其他讨论中进行,我们现在就先搁置它。
ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τῶν περὶ ψυχῆς· συνάπτουσι γὰρ καὶ τιθέασιν εἰς σῶμα τὴν ψυχήν, οὐθὲν προσδιορίσαντες διὰ τίν’ αἰτίαν καὶ πῶς ἔχοντος τοῦ σώματος.
然而,这个说法的荒谬之处,也同样发生在关于灵魂的大多数其他学说中:因为他们把灵魂与身体结合并置于其中,却根本没有进一步说明这是因为什么原因,以及身体处于何种状态。
καίτοι δόξειεν ἄν τοῦτʼ ἀναγκαῖον εἶναι· διὰ γάρ τὴν κοινωνίαν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει καὶ τὸ μὲν κινεῖται τὸ δὲ κινεῖ, τούτων δʼ οὐθὲν ὑπάρχει πρὸς ἄλληλα τοῖς τυχοῦσιν.
然而,这似乎是必不可少的;因为通过他们的结合,一者施动而另一者受动,一者运动而另一者动员,而这些相互关系绝不会发生在任意两个偶然的事物之间。
οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, περὶ δὲ τοῦ δεξομένου σώματος οὐθὲν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενον κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα· δοκεῖ γὰρ ἕκαστον ἴδιον ἔχειν εἶδος καὶ μορφήν.
然而,他们只试图说明灵魂具有何种性质,而对于那将容纳它的身体则没有作任何规定,仿佛根据毕达哥拉斯的神话,任意的灵魂都可以进入任意的身体一样;因为每个身体似乎都拥有其特有的形式和形状。
παραπλήσιον δὲ λέγουσιν ὥσπερ εἴ τις φαίη τὴν τεκτονικὴν εἰς αὐλοὺς ἐνδύεσθαι· δεῖ γὰρ τὴν μὲν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τὴν δὲ ψυχὴν τῷ σώματι.
他们的说法非常类似于,如果有人说木工手艺可以进入笛子一样;因为手艺必须使用它的工具,而灵魂必须使用它的身体。