Humanitext Reader

亚里士多德 · 论灵魂 §1.3#1

灵魂自身运动说的审查与对德谟克利特的批判

第 5 段,共 43 段 · 希腊语

内容简介

亚里士多德考察了灵魂是否按本性运动,通过分析空间、受外力运动以及静止等概念,指出了“运动本质地属于灵魂”这一观点的重重困难。此外,他反驳了德谟克利特等人认为灵魂通过物理牵引来运动身体的学说,转而主张灵魂是通过选择和思维来运动动物的。

§1.3#1Ἑπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεως· ἴσως γάρ οὐ μόνον ψεῦδός ἐστι τό τὴν οὐσίαν αὐτῆς τοιαύτην εἶναι οἵαν φασὶν οἱ λέγοντες ψυχὴν εἶναι τὸ κινοῦν ἑαυτὸ ἢ δυνάμενον κινεῖν, ἀλλʼ ἕν τι τῶν ἀδυνάτων τὸ ὑπάρχειν αὐτῇ κίνησιν.
首先必须考察运动;因为,不仅那些声称灵魂是自我运动者或具有运动能力者的人所说的灵魂本质是虚假的,而且运动属于灵魂本身也可能是绝不可能的事情之一。
ὅτι μὲν οὖν οὐκ ἀναγκαῖον τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι, πρότερον εἴρηται.
因此,起运动作用者自身不一定必须运动,这一点先前已经说过。
διχῶς δὲ κινουμένου παντός—ἢ γὰρ καθʼ ἕτερον ἢ καθʼ αὑτό καθʼ ἕτερον δὲ λέγομεν ὅσα κινείται τῷ ἐν κινουμένῳ εἶναι, οἷον πλωτῆρες· οὐ γὰρ ὁμοίως κινοῦνται τῷ πλοίῳ· τὸ μὲν γὰρ καθ’ αὑτὸ κινεῖται, οἱ δὲ τῷ ἐν κινουμένῳ εἶναι·
由于凡是运动着的事物都以两种方式运动——即要么由于他物(附带地),要么由于自身(本质地)——我们说“由于他物”是指那些由于处于运动着的事物之中而运动的事物,例如水手;因为他们不像船那样运动;船是由于自身而运动,而他们则是由于处于运动着的事物之中。
δῆλον δʼ ἐπὶ τῶν μορίων· οἰκεία μὲν γάρ ἐστι κίνησις ποδῶν βάδισις, αὕτη δὲ καὶ ἀνθρώπων· οὐχ ὑπάρχει δὲ τοῖς πλωτῆρσι τότε—διχῶς δὴ λεγομένου τοῦ κινεῖσθαι νῦν ἐπισκοποῦμεν περὶ τῆς ψυχῆς εἰ καθʼ αὑτὴν κινεῖται καὶ μετέχει κινήσεως.
这在部分上是很明显的;因为步行是脚的固有运动,这也是人的运动,但那时并不属于水手——既然运动是以两种方式被谈论,那么我们现在就来考察关于灵魂的事:它是否由于自身而运动并分有运动。
τεσσάρων δὲ κινήσεων οὐσῶν, φορᾶς ἀλλοιώσεως φθίσεως αὐξήσεως, ἢ μίαν τούτων κινοῦτʼ ἂν ἢ πλείους ἢ πάσας.
既然运动有四种——位移、质变、减少、增加——它可能以其中的一种、几种或全部而运动。
εἰ δὲ κινεῖται μὴ κατὰ συμβεβηκός, φύσει ἂν ὑπάρχοι κίνησις αὐτῇ· εἰ δὲ τοῦτο, καὶ τόπος· πᾶσαι γὰρ αἱ λεχθεῖσαι κινήσεις ἐν τόπῳ.
如果它不是附带地运动,那么运动就应当自然地属于它;如果是这样,空间也属于它;因为所有上述运动都在空间中。
εἰ δʼ ἐστὶν ἡ οὐσία τῆς ψυχῆς τὸ κινεῖν ἑαυτήν, οὐ κατὰ συμβεβηκὸς αὐτῇ τὸ κινεῖσθαι ὑπάρξει, ὥσπερ τῷ λευκῷ ἢ τῷ τριπήχει· κινεῖται γὰρ καὶ ταῦτα, ἀλλὰ κατὰ συμβεβηκός· ὧ γὰρ ὑπάρχουσιν, ἐκεῖνο κινεῖται, τὸ σῶμα.
如果灵魂的本质是自我运动,那么运动就不会像属于白色或三肘长之物那样附带地属于它;因为这些也运动,但只是附带地运动;因为它们所属的那个东西,即身体,在运动。
διὸ καὶ οὐκ ἔστι τόπος αὐτῶν· τῆς δὲ ψυχῆς ἔσται, εἴπερ φύσει κινήσεως μετέχει.
因此,它们也没有空间;但如果灵魂按本性分有运动,它就会有空间。
ἔτι δʼ εἰ φύσει κινεῖται, κἂν βίᾳ κινηθείη· κἂν εἰ βίᾳ, καὶ φύσει.
此外,如果它是按本性运动,那么它也能被外力动员;如果被外力运动,也能按本性运动。
τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἠρεμίας· εἰς ὃ γὰρ κινεῖται φύσει, καὶ ἠρεμεῖ ἐν τούτῳ φύσει· ὁμοίως δὲ καὶ εἰς ὃ κινεῖται βίᾳ, καὶ ἠρεμεῖ ἐν τούτῳ βίᾳ.
关于静止也是同样的情况;因为凡是它按本性向之运动的地方,它也按本性在那里静止;同样,凡是它受外力向之运动的地方,它也受外力在那里静止。
ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι, οὐδὲ πλάττειν βουλομένοις ῥᾴδιον ἀποδοῦναι.
但是,灵魂的外力运动和静止会是怎样的,即使对于那些想要虚构的人来说,也不是容易说明的。
ἔτι δʼ εἰ μὲν ἄνω κινήσεται, πῦρ ἔσται, εἰ δὲ κάτω, γῆ· τούτων γὰρ τῶν σωμάτων αἱ κινήσεις αὗται.
此外,如果它向上运动,它就是火,如果向下运动,它就是土;因为这些是这些身体的运动。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν μεταξύ.
关于中间的元素也是同样的道理。
ἔτι δʼ ἐπεὶ φαίνεται κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον κινεῖν τὰς κινήσεις ἃς καὶ αὐτὴ κινεῖται.
此外,既然灵魂显现为运动着身体,那么合理的是,它所引起的正是它自身也处于其中的那些运动。
εἰ δὲ τοῦτο, καὶ ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι ἣν τὸ σῶμα κινεῖται, ταύτην καὶ αὐτή.
如果是这样,反过来解释也是真实的:身体如何运动,灵魂也如何运动。
τὸ δὲ σῶμα κινεῖται φορᾷ· ὥστε καὶ ἡ ψυχὴ μεταβάλλοι ἄν κατὰ τόπον ἢ ὅλη ἢ κατὰ μόρια μεθισταμένη.
而身体是到位移运动的;因此,灵魂也会改变空间,或者整体地或者部分地移动。
εἰ δὲ τοῦτʼ ἐνδέχεται, καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν ἐνδέχοιτʼ ἄν· τούτῳ δʼ ἕποιτ’ ἂν τὸ ἀνίστασθαι τὰ τεθνεῶτα τῶν ζῴων.
如果这是可能的,那么它在出去之后再次进入也应当是可能的;由此带来的后果是死去的动物会复活。
τὴν δὲ κατὰ συμβεβηκὸς κίνησιν κἂν ὑφ’ ἑτέρου κινοῖτο· ὠσθείη γὰρ ἂν βίᾳ τὸ ζῷον.
至于附带的运动,它甚至可能被他物所运动;因为动物可能会被外力强行推搡。
οὐ δεῖ δὲ ᾧ τὸ ὑφʼ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦθʼ ὑπ’ ἄλλου κινεῖσθαι, πλὴν εἰ μὴ κατὰ συμβεβηκός, ὥσπερ οὐδὲ τὸ καθʼ αὑτὸ ἀγαθὸν ἢ διʼ αὑτό, τὸ μὲν διʼ ἄλλο εἶναι, τὸ δʼ ἑτέρου ἕνεκεν.
但是,凡是以自我运动为其本质者,不应当被他物运动,除非是附带地,正如由于自身或为了自身而善的东西,不应当由于他物而存在,也不应当为了他物而存在。
τὴν δὲ ψυχὴν μάλιστα φαίη τις ἂν ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαι, εἴπερ κινεῖται.
但如果灵魂确实运动,人们最有可能说它是被感觉对象所运动的。
ἀλλὰ μὴν καὶ εἰ κινεῖ γε αὐτὴ αὑτήν, καὶ αὐτὴ κινοῖτʼ ἄν, ὥστʼ εἰ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου ᾗ κινεῖται, καὶ ἡ ψυχὴ ἐξίσταιτʼ ἂν ἐκ τῆς οὐσίας, εἰ μὴ κατὰ συμβεβηκός ἑαυτὴν κινεῖ ἀλλʼ ἐστὶν ἡ κίνησις τῆς οὐσίας αὐτῆς καθʼ αὐτήν.
然而,如果它自身运动自身,它自身也就会被运动,因此,如果凡运动都是运动着的事物在其运动的范围内的脱离(改变),那么灵魂也会脱离其本质,如果它不是附带地运动自身,而是运动本身就属于它自身的本质。
ἔνιοι δὲ καὶ κινεῖν φασὶ τὴν ψυχὴν τὸ σῶμα ἐν ᾧ ἐστιν, ὡς αὐτὴ κινεῖται, οἶον Δημόκριτος, παραπλησίως λέγων Φιλίππῳ τῷ κωμῳδοδιδασκάλῳ· φησὶ γὰρ τὸν Δαίδαλον κινουμένην ποιῆσαι τὴν ξυλίνην Ἀφροδίτην, ἐγχέαντʼ ἄργυρον χυτόν· ὁμοίως δὲ καὶ Δμόκριτος λέγει· κινουμένας γάρ φησι τὰς ἀδιαιρέτους σφαίρας διὰ τὸ πεφυκέναι μηδέποτε μένειν συνεφέλκειν καὶ κινεῖν τὸ σῶμα πᾶν.
有些人还说,灵魂是以它自身运动的方式来运动它所处的身体的,例如德谟克利特,他的说法与喜剧作家菲利普极其相似;因为他说代达罗斯通过注入液体水银,制作了那个能运动的木制阿佛洛狄忒像;德谟克利特也同样说:因为他说不可分割的球体由于具有永不静止的本性,从而牵引并运动整个身体。
ἡμεῖς δʼ ἐρωτήσομεν εἰ καὶ ἠρέμμησιν ποιεῖ τοῦτʼ αὐτό· πῶς δὲ ποιήσει, χαλεπόν ἢ καὶ ἀδύνατον εἰπεῖν.
但我们要问,这同一个东西是否也引起静止;而它如何能引起静止,是很难甚至无法说清楚的。
ὅλως δʼ οὐχ οὕτω φαίνεται κινεῖν ἡ ψυχὴ τὸ ζῷον, ἀλλὰ διὰ προαιρέσεώς τινος καὶ νοήσεως.
总的来说,灵魂似乎并不是以这种方式运动动物,而是通过某种选择和思维。

词汇与语法注释

  1. 405bἴσως γάρ οὐ μόνον ψεῦδός ἐστι — 该句具有对称并列结构,包含两个形成对比的带冠词不定式从句作为主语:‘οὐ μόνον ψεῦδός ἐστι [τό ... εἶναι...]’(……不仅是虚假的)与‘ἀλλʼ [ἕν τι τῶν ἀδυνάτων] [τὸ ... ὑπάρχειν]’(而且……是绝不可能的事情之一)。
  2. 406aκινοῦτʼ ἂν — 动词‘κινοῦτο’(κινέομαι的单数第三人称现在时选择语气)在此作中动语态(‘它自身运动’),而前面的宾格词‘μίαν ... ἢ πλείους ἢ πάσας’作为限定宾格或同族宾格,用来限定其运动的方式或范围。
  3. 406bἐξελθοῦσαν εἰσιέναι — 阴性单数宾格分词‘ἐξελθοῦσαν’(出去)作为不定式‘εἰσιέναι’(进入)的逻辑主语,其性、数、格与宾格不定式结构中被省略的逻辑主语——阴性名词‘ψυχή’(灵魂)相一致。
  4. 406bᾧ τὸ ὑφʼ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ — 在由与格关系代词‘ᾧ’引导的关系从句中,省略了表示存在的动词(如‘ἐστί’或‘ὑπάρχει’),整句意为‘对于那些在本性中就包含自我运动的事物’。指示代词‘τοῦτο’作主句的主语。

引用这一段

亚里士多德, 论灵魂 §1.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:1.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。