Humanitext Reader

亚里士多德 · 论灵魂 §1.2#2

基于本原对灵魂的规定与三种基本特征

第 4 段,共 43 段 · 希腊语

内容简介

本节梳理了前人关于灵魂定义的各种学说,重点讨论了将运动与认识结合为“自我运动的数”的观点,以及基于火、空气、水、血液等不同原理的假说,阐明了如何通过运动、感觉和非物体性这三个维度来界定灵魂。

§1.2#2ἐπεὶ δὲ καὶ κινητικὸν ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωριστικὸν οὕτως, ἕνιοι συνέπλεξαν ἐξ ἀμφοῖν, ἀποφηνάμενοι τὴν ψυχὴν ἀριθμόν κινοῦνθʼ ἑαυτόν.
由于灵魂似乎既能起运动作用,又能以这种方式起认识作用,有些人便将这两者结合起来,宣称灵魂是自我运动的数。
διαφέρονται δὲ περὶ τῶν ἀρχῶν, τίνες καὶ πόσαι, μάλιστα μὲν οἱ σωματικὰς ποιοῦντες τοῖς ἀσωμάτους, τούτοις δʼ οἱ μίξαντες καὶ ἀπʼ ἀμφοῖν τὰς ἀρχὰς ἀποφηνάμενοι.
然而,关于原理是什么以及有多少,人们存在分歧,特别是那些主张物体性原理的人与主张非物体性原理的人之间,以及与此相对的、将两者混合并宣称原理源于这两者的人之间。
διαφέρονται δὲ καὶ περὶ τοῦ πλήθους· οἱ μὲν γὰρ μίαν οἱ δὲ πλείους λέγουσιν.
他们在原理的数量上也存在分歧:因为有些人说是一个,而另一些人则说是多个。
ἑπομένως δὲ τούτοις καὶ τὴν ψυχὴν ἀποδιδόασιν· τὸ γὰρ κινητικὸν τὴν φύσιν τῶν πρώτων ὑπειλήφασιν, οὐκ ἀλόγως.
他们也相应地以此来规定灵魂;因为他们非无道理地设想,起运动作用的东西按本性属于最初的范畴。
ὅθειν ἔδοξέ τισι πῦρ εἶναι· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δὲ κινεῖταί τε καὶ κινεῖ τὰ ἄλλα πρώτως.
因此,在有些人看来,灵魂是火;因为火在元素中最为微细,且最不具物体性,此外它自身运动并最先运动其他事物。
Δημόκριτος δὲ καὶ γλαφυρωτέρως εἴρηκεν ἀποφαινόμενος διὰ τί τούτων ἑκάτερον· ψυχὴν μὲν γὰρ εἶναι ταὐτὸ καὶ νοῦν, τοῦτο δʼ εἶναι τῶν πρώτων καὶ ἀδιαιρέτων σωμάτων, κινητικὸν δὲ διὰ μικρομέρειαν καὶ τὸ σχῆμα· τῶν δὲ σχημάτων εὐκινητότατον τὸ σφαιροειδὲς λέγει· τοιοῦτον δʼ εἶναι τόν τε νοῦν καὶ τὸ πῦρ.
而德谟克利特则说得更为精妙,他表明了这两者中每一个的原因:因为他认为灵魂和知性是同一的,且它属于最初的、不可分割的物体,并因其微细和形状而具有运动能力;在各种形状中,他说球形最易运动;而知性和火都是这样的。
Ἀναξαγόρας δʼ ἔοικε μὲν ἕτερον λέγειν ψυχήν τε καὶ νοῦν, ὥσπερ εἴπομεν καὶ πρότερον, χρῆται δʼ ἀμφοῖν ὡς μιᾷ φύσει, πλὴν ἀρχήν γε τὸν νοῦν τίθεται μάλιστα πάντων· μόνον γοῦν φησὶν αὐτὸν τῶν ὄντων ἀπλοῦν εἶναι καὶ ἀμιγῆ τε καὶ καθαρόν.
阿那克萨哥拉似乎认为灵魂和知性是不同的,正如我们前面所说的那样,但他把两者当作同一种自然来使用,只是他最把知性立为原理;至少他说在存在的事物中,唯独知性是单一、无混杂且纯洁的。
ἀποδίδωσι δʼ ἄμφω τῇ αὐτῇ ἀρχῇ, τό τε γινώσκειν καὶ τὸ κινεῖν, λέγων νοῦν κινήσαι τὸ πᾶν.
而他将认识和运动两者都归因于同一个原理,说知性运动了万物。
(ἔοικε δὲ καὶ Θαλῆς ἐξ ὧν ἀπομνημονεύουσι κινητικόν τι τὴν ψυχὴν· ὑπολαβεῖν, εἴπερ τὴν λίθον ἔφη ψυχὴν ἔχειν, ὅτι τὸν σίδηρον κινεῖ.
(泰勒斯似乎也根据人们对他的记载,将灵魂设想为某种具有运动能力的东西,如果他确实说过磁石因其能运动铁而具有灵魂的话。
) Διογένης δʼ ὥσπερ καὶ ἕτεροί τινες ἀέρα, τοῦτον οἰηθεὶς πάντων λεπτομερέστατον εἶναι καὶ ἀρχήν· καὶ διὰ τοῦτο γινώσκειν τε καὶ κινεῖν τὴν ψυχήν, ᾗ μὲν πρῶτόν ἐστι, καὶ ἐκ τούτου τὰ λοιπά, γινώσκειν, ᾗ δὲ λεπτότατον, κινητικὸν εἶναι.
)而迪奥根尼就像其他一些人一样,认为是空气,他认为空气在所有事物中最为微细,且是原理;并因此,灵魂既认识又运动——就其是第一位的而言,且其余的事物由此而来,它认识;就其最微细而言,它具有运动能力。
καὶ Ἡράκλειτος δὲ τὴν ἀρχὴν εἶναί φησι ψυχήν, εἴπερ τὴν ἀναθυμίασιν, ἐξ ἡς τἆλλα συνίστησιν· καὶ ἀσωματώτατόν τε καὶ ῥέον ἀεί· τὸ δὲ κινούμενον κινουμένῳ γινώσκεσθαι.
赫拉克利特也说原理是灵魂,如果他确实把灵魂等同于他用以构成其他事物的蒸气(息)的话;它最不具物体性,且处于恒常的流变之中;而运动着的事物被运动着的事物所认识。
ἐν κινήσει δʼ εἶναι τὰ ὄντα κἀκεῖνος ᾤετο καὶ οἱ πολλοί.
他和大多数人都认为存在的事物处于运动之中。
παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ἔοικεν ὑπολαβεῖν περὶ ψυχῆς· φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι διὰ τὸ ἐοικέναι τοῖς ἀθανάτοις· τοῦτο δʼ ὑπάρχειν αὐτῇ ὡς ἀεὶ κινουμένῃ· κινεῖσθαι γὰρ καὶ τὰ θεία πάντα συνεχῶς ἀεί, σελήνην, ἥλιον, τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ὅλον.
阿尔克迈翁似乎也以与此类似的方式设想灵魂;因为他说灵魂是不朽的,因为它类似于不朽之物;而这一属性因其恒常运动而属于它;因为所有神圣的事物也都在始终不断地运动,月亮、太阳、星辰以及整个天宇。
τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς ἀπεφήναντο, καθάπερ Ἵππων· πεισθῆναι δʼ ἐοίκασιν ἐκ τῆς γονῆς, ὅτι πάντων ὑγρά.
在那些较为粗俗的人中,有些人也宣称它是水,正如希蓬那样;他们似乎是被种子所说服,因为种子在所有情况下都是湿润的。
καὶ γὰρ ἐλέγχει τοὺς αἶμα φάσκοντας τὴν ψυχήν, ὅτι ἡ γονὴ οὐχ οἷμα· ταύτην δʼ εἶναι τὴν πρώτην ψυχήν.
因为他也驳斥了那些主张灵魂是血液的人,指出种子不是血液;而这就是最初的灵魂。
ἕτεροι δʼ αἷμα, καθάπερ Κριτίας, τὸ αἰσθάνεσθαι ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες, τοῦτο δʼ ὑπάρχειν διὰ τὴν τοῦ αἵματος φύσιν.
另一些人则说是血液,正如克里提亚斯那样,他们设想感觉是灵魂最固有的属性,而这由于血液的本性而存在。
πάντα γὰρ τὰ στοιχεῖα κριτὴν εἴληφε, πλὴν τῆς γῆς· ταύτην δʼ οὐθεὶς ἀποπέφανται, πλὴν εἴ τις αὐτὴν εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ πάντα.
因为除了土以外,所有的元素都作为判定者被接受了;而关于土,没有人单独宣称它是灵魂,除非有人说它是由于所有的元素构成的,或者说它就是所有的元素。
ὁρίζονται δὴ πάντες τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει, αἰσθήσει, τῷ ἀσωμάτῳ· τούτων δʼ ἕκαστον ἀνάγεται πρὸς τὰς ἀρχάς.
这样,所有人都通过这三点来规定灵魂:运动、感觉、非物体性;而这其中的每一项都追溯到原理。
διὸ καὶ οἱ τῷ γινώσκειν ὁριζόμενοι αὐτὴν ἢ στοιχεῖον ἢ ἐκ τῶν στοιχείων ποιοῦσι, λέγοντες παραπλησίως ἀλλήλοις, πλὴν ἑνός· φασὶ γὰρ γινώσκεσθαι τὸ ὅμοιον τῷ ὁμοίῳ· ἐπειδὴ γὰρ ἡ ψυχὴ πάντα γινώσκει, συνιστᾶσιν αὐτὴν ἐκ πασῶν τῶν ἀρχῶν.
因此,那些通过认识来规定灵魂的人,也把灵魂作为元素或由元素构成,他们的说法彼此相似,只有一人除外;因为他们说同类被同类所认识;既然灵魂认识万物,他们便从所有的原理中构成它。
ὅσοι μὲν οὖν μίαν τινὰ λέγουσιν αἰτίαν καὶ στοιχεῖον ἔν, καὶ τὴν ψυχὴν ἓν τιθέασιν, οἶον πῦρ ἢ ἀέρα· οἱ δὲ πλείους λέγοντες τὰς ἀρχὰς καὶ τὴν ψυχὴν πλείω ποιοῦσιν.
因此,凡是主张某种单一原因和单一元素的人,也将灵魂设为某一个东西,例如火或空气;而那些主张有多种原理的人,也将灵魂制作为多个。
Ἀναξαγόρας δὲ μόνος ἀπαθῆ φησιν εἶναι τὸν νοῦν, καὶ κοινόν οὐθὲν οὐθενὶ τῶν ἄλλων ἔχειν.
但是,唯独阿那克萨哥拉说知性是无受动性的,且与任何其他事物都无共同之处。
τοιοῦτος δʼ ὢν πῶς γνωριεῖ καὶ διὰ τίνʼ αἰτίαν, οὔτʼ ἐκεῖνος εἴρηκεν οὔτʼ ἐκ τῶν εἰρημένων συμφανές ἐστιν.
但作为这样的一种东西,它将如何认识以及由于什么原因,他既没有说明,从他的话中也不明显。
ὅσοι δʼ ἐναντιώσεις ποιοῦσιν ἐν ταῖς ἀρχαῖς, καὶ τὴν ψυχὴν ἐκ τῶν ἐναντίων συνιστᾶσιν· οἱ δὲ θάτερον τῶν ἐναντίων, οἷον θερμόν ἢ ψυχρὸν ἤ τι τοιοῦτον ἄλλο, καὶ τὴν ψυχὴν ὁμοίως ἕν τι τούτων τιθέασιν.
而那些在原理中设立对立面的人,也由对立面构成灵魂;而那些主张对立面中的一方(例如热或冷或任何其他此类事物)的人,也同样将灵魂设为这些中的一个。
διὸ καὶ τοῖς ὀνόμασιν ἀκολουθοῦσιν, οἱ μὲν τὸ θερμὸν λέγοντες, ὅτι διὰ τοῦτο καὶ τὸ ζῆν ὠνόμασται, οἱ δὲ τὸ ψυχρόν, διὰ τὴν ἀναπνοὴν καὶ τὴν κατάφυξιν καλεῖσθαι ψυχήν.
因此,他们也遵循了名称,主张热的人说由于这个原因生命也被这样命名,而主张冷的人则说由于呼吸和冷却,它被称为灵魂。
τὰ μὲν οὖν παραδεδομένα περὶ ψυχῆς, καὶ διʼ ἃς αἰτίας λέγουσιν οὕτω, ταῦτʼ ἐστίν.
那么,关于灵魂所传下来的说法,以及他们之所以这样说的原因,就是这些了。

词汇与语法注释

  1. 30ἀριθμὸν κινοῦνθʼ ἑαυτόν — 指柏拉图学派克塞诺克拉底对灵魂的著名定义。亚里士多德将其分析为将归于灵魂的两大特征——“运动(能动性)”与“认识(作为数的理智/形式原理)”结合在一起的结果。
  2. 402aτοῖς ἀσωμάτους — 该处在现代校勘本中常被修正为 `τοὺς ἀσωμάτους`(宾格)或 `τοῖς ἀσωμάτοις`(与格)。它在与“主张物体性原理者”相对照的无前置词对比结构中,指代“主张非物体性原理者”。
  3. 5τὸ γὰρ κινητικὸν τὴν φύσιν τῶν πρώτων ὑπειλήφασιν — 这是一个具有双宾格特征的句式。以 `τὸ κινητικόν`(起运动作用者)为宾语,将 `τὴν φύσιν`(本性)作为谓语性宾格(或关系宾格)处理,意为他们设想其在“本性上”属于最初的原理(`τῶν πρώτων`)。
  4. 25εἴπερ τὴν ἀναθυμίασιν — 在条件词 `εἴπερ` 后的省略句。承接前文的 `τὴν ἀρχὴν εἶναί φησι ψυχήν`(他宣称原理即是灵魂),补全为 `εἴπερ [τὴν ψυχὴν εἶναι] τὴν ἀναθυμίασιν`(如果他确实[认为灵魂]是蒸气的话)。
  5. 25τοῖς ὀνόμασιν ἀκολουθοῦσιν — 动词 `ἀκολουθέω`(遵循)支配与格 `τοῖς ὀνόμασιν`(名称)。这表示他们遵循了语源学的线索:主张热的人将“生活/生存”(`ζῆν`)的语源诉诸“沸腾”(`ζεῖν`),而主张冷的人则将“灵魂”(`ψυχή`)的语源诉诸“冷却”(`κατάφυξις`)。

引用这一段

亚里士多德, 论灵魂 §1.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:1.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。